1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

76

εὔκαιρον τῶν λόγων χρῆσιν διὰ τῆς τοιαύτης φωνῆς ἐνδεικνύμενος· ὁ γὰρ εἰδώς, πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι, ἔχων ὑπὸ τὴν γλῶσσαν τὴν ποικίλην ταύτην τοῦ λόγου δύναμιν ἁρμοδίως ἑκάστῳ τῶν ἀκουόντων τὸ πρὸς τὴν χρείαν ἐπὶ καιροῦ προχειρίζεται. Τοιοῦτον δὲ προσαγαγὼν τῷ στόματί τε καὶ τῇ γλώσσῃ τῆς νύμφης τὸν ἔπαινον πάλιν πρὸς τὰ μείζω τῶν ἐγκωμίων μετέρχεται λέγων ὅτι Ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου. ὁ δὲ λόγος οὗτος φιλοσοφία τίς ἐστιν εἰς ὅτι βλέπει τοῖς ἀνθρώ ποις ὁ κατ' ἀρετὴν βίος ὑποδεικνύων· πέρας γὰρ τῆς ἐναρέτου ζωῆς ἡ πρὸς τὸ θεῖόν ἐστιν ὁμοίωσις· καὶ τούτου χάριν ἥ τε τῆς ψυχῆς καθαρότης καὶ τὸ πάσης ἐμπαθοῦς διαθέσεως ἀνεπίμικτον δι' ἐπιμελείας κατορθοῦται τοῖς ἐναρέτοις, ὥστε τινὰ χαρακτῆρα τῆς ὑπερκειμένης φύσεως διὰ τῆς ἀστειοτέρας ζωῆς καὶ ἐν αὐτοῖς γενέσθαι. ἐπειδὴ τοίνυν οὐ μονοειδής τίς ἐστιν οὐδὲ μονότροπος ἡ κατ' ἀρετὴν πολιτεία, ἀλλ' ὥσπερ ἐπὶ τῆς τῶν ὑφασμάτων κατασκευῆς διὰ πολλῶν νημάτων, τῶν μὲν ἐπ' εὐθείας ἀνατεταμένων τῶν δὲ κατὰ τὸ πλάγιον διῃρμένων, ἡ ὑφαντικὴ τέχνη τὴν ἐσθῆτα ποιεῖ, οὕτω καὶ ἐπὶ τῆς ἐναρέτου ζωῆς πολλὰ χρὴ συνδραμεῖν, δι' ὧν ὁ ἀστεῖος ἐξυφαίνεται βίος, καθὼς ἀπαριθμεῖται τὰ τοιαῦτα νήματα ὁ θεῖος ἀπόστολος, δι' ὧν 6.272 ἡ τῶν καθαρῶν ἔργων ἱστουργία συνίσταται, ἀγάπην λέγων καὶ χαρὰν καὶ εἰρήνην, μακροθυμίαν τε καὶ χρηστότητα καὶ πάντα τὰ τοιαῦτα, οἷς κατακοσμεῖται ὁ ἐκ τοῦ φθαρτοῦ τε καὶ γηΐνου βίου τὴν οὐράνιον ἀφθαρσίαν μετενδυόμενος, τούτου χάριν ἀποδέχεται τὸν ἐν τῇ ἐσθῆτι κόσμον τῆς νύμφης ὡς τῷ λιβάνῳ κατὰ τὴν ὀσμὴν ὁμοιούμενον. καίτοι γε πρὸ τούτου πάντων εἶπε τῶν ἀρωμάτων προέχειν τὴν τοῦ μύρου τῆς νύμφης εὐωδίαν, ὡς δοκεῖν ἐν τούτῳ καθαίρεσιν εἶναι τῶν ἐγκωμίων, εἴπερ ἡ παντὸς ἀρώματος ὑπερτεθεῖσα νῦν πρὸς ἓν τῶν ἀρωμάτων ὁμοιοῦται διὰ συγκρίσεως, οὕτως εἰπόντος τοῦ λόγου ὅτι κατὰ τὴν ὀσμὴν τοῦ λιβάνου ἡ τῶν ἱματίων σού ἐστιν εὐωδία. ἀλλ' ἐπειδὴ ἰδιαζόντως κατά τινα λόγον εἰς τὴν τοῦ θείου τιμὴν ἀποτεταγμένον ἦν τὸ τοῦ λιβάνου θυμίαμα, τούτου χάριν ἡ ὑπὲρ πάντα τὰ ἀρώματα εἶναι κριθεῖσα ἀξιοῦται τῆς πρὸς τὸ ἓν ἄρωμα ὁμοιώσεως τὸ τῷ θεῷ ἀνακείμενον, ὡς τὸ νόημα τοῦ αἰνίγ ματος τοιοῦτον εἶναι ὅτι· σοί, ὦ νύμφη, τῶν ἀρετῶν ἡ περιβολὴ τὴν θείαν μιμεῖται μακαριότητα διὰ καθαρότητός τε καὶ ἀπαθείας τῇ ἀπροσίτῳ φύσει ὁμοιουμένη· τοιαύτη γάρ, φησίν, ἡ τῶν σῶν ἱματίων ὀσμή, ὡς πρὸς τὸν λίβανον ἐμφερῶς ἔχειν τὸν ἀνακείμενον εἰς τὴν τοῦ θείου τιμήν. Πάλιν μανθάνομεν διὰ τῶν ἐφεξῆς ἐπαίνων, πῶς ἄν 6.273 τις γένοιτο τοῦ κυρίου ἀδελφὴ καὶ ὁμόζυγος, δι' ὧν φησιν ὅτι Κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη. οὐκοῦν εἴ τις μεταποιεῖται νύμφη μὲν διὰ τοῦ προσκολληθῆναι τῷ κυρίῳ γενέσθαι, ἀδελφὴ δὲ διὰ τοῦ τὸ θέλημα αὐτοῦ κατεργά ζεσθαι, καθὼς λέγει τὸ εὐαγγέλιον, κῆπος εὐθαλὴς γενέσθω πάντων ἔχων ἐν ἑαυτῷ τῶν φυτῶν τὴν ὥραν, τήν τε γλυκεῖαν συκῆν καὶ τὴν κατάκαρπον ἐλαίαν καὶ τὸν ὑψίκομον φοίνικα καὶ τὴν εὐθηνοῦσαν ἄμπελον, μὴ θάμνον ἀκανθώδη τινὰ μηδὲ κόνυζαν, ἀλλὰ κυπάρισσον ἀντ' αὐτῶν καὶ μυρσίνην. οὕτω γὰρ τὸν τοιοῦτον κῆπον οἶδεν ὡραΐζειν ὁ μέγας τε ∆αβὶδ καὶ ὁ ὑψηλὸς Ἠσαΐας, ὁ μὲν λέγων ∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει· καὶ Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· καὶ Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα· ὁ δὲ Ἠσαΐας ἀντὶ θάμνου μὲν τὴν κυπάρισσον, ἀντὶ δὲ κονύζης τὴν μυρσίνην φησὶν ἀναβήσεσθαι· καὶ παρ' ἑτέρῳ τινὶ προφήτῃ μακαρίζεται ὁ ὑποκάτω τῆς συκῆς τῆς ἰδίας ἀναπαυόμενος. τὰ δὲ καθ' ἕκαστον περὶ τῶν δένδρων τούτων αἰνίγματα τῶν 6.274 ὑπὸ τῆς προφητείας ἡμῖν ὑποδειχθέντων παρέλκον ἂν εἴη δι' ἀκριβείας ἐκτίθεσθαι, προδήλου πᾶσιν ὄντος, τίς μὲν ὁ γλυκὺς τῆς συκῆς ἐστι καρπὸς ὁ ἐκ τοῦ δριμυτάτου ὀποῦ πεπαινόμενος, ὁ κατ' ἀρχὰς μὲν πικρός τε καὶ ἄβρωτος, ὕστερον δὲ καρπὸς εἰρηνικὸς γινόμενος καὶ καταγλυκαίνων τὰ τῆς ψυχῆς αἰσθητήρια, τί δὲ ἡμῖν ἡ τῆς ἐλαίας καρπογονία χαρίζεται διὰ τοῦ δριμυτάτου τε καὶ πικροτάτου χυμοῦ τοῦ κατ' ἀρχὰς ἐντρεφομένου τῇ ὀπώρᾳ μετὰ ταῦτα διὰ τῆς