1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

79

Ἑβραϊκῆς λέξεως ἐμφάσει ἀντὶ τοῦ εἰπεῖν· Ἀποστολαί σου ἐκ στόματός σου, φησί· Παράδεισος ῥοῶν, ὅπερ τοιοῦτόν ἐστιν ὅτι ὁ λόγος σου, ὁ διὰ τοῦ στόματός σου ἀποστελλόμενος, παράδεισός ἐστι ῥοῶν. αἱ δὲ ῥόαι παγκαρπίαν τινὰ τῶν ἀκροδρύων ἐκφύουσι, τὰ δὲ ἀκρόδρυα κύπρος μετὰ νάρδου, νάρδος καὶ κρόκος, κάλαμός τε καὶ κιννάμωμον καὶ πᾶν εἶδος τοῦ λιβάνου καὶ σμύρνα καὶ ἀλόη καὶ τὰ πρωτόμυρα). ἐπειδὴ τοίνυν κατὰ τὸν ἐν τῇ ψαλμῳδίᾳ μακαρισμὸν τῆς ἀντιλήψεως αὐτῇ παρὰ τοῦ θεοῦ γινομένης τὰς καλὰς ταύτας ἀναβάσεις ἐν τῇ καρδίᾳ διέθετο πάντοτε ἐκ δυνάμεως πορευομένη εἰς δύναμιν, καλῶς ἐπὶ τῆς τελειοτέρας καταστάσεως ῥοῶν παράδεισος αἱ τοῦ στόματος αὐτῆς ἀποστολαὶ ὀνομάζονται. προσφυῶς δὲ τῷ ὑποκειμένῳ νοήματι ἡ λέξις τῆς ἀποστολῆς ἐφηρμόσθη· τὸ γὰρ ἀποστελλόμενον ἀπὸ τοῦ πέμποντος εἰς τὸν ὑποδεχό μενον μεταβαίνει. καὶ τοῦτο ἐκ τῆς συνήθους τοῦ ῥήματος 6.282 καταχρήσεως ἔστι μαθεῖν, ὡς καὶ τὸ εὐαγγέλιον λέγει, ὅτι τοὺς μαθητὰς τοὺς πρὸς τὸ κήρυγμα τῆς ἀληθείας ἐκπεμπομένους ἀποστόλους ὁ λόγος ὠνόμασεν. τί οὖν ἐστιν ὃ ἀποστέλλει τὸ στόμα τῆς νύμφης; δῆλον ὅτι τὸν λόγον τῆς πίστεως, ὃς ἐν τοῖς ὑποδεχομένοις γενόμενος παράδεισος γίνεται διὰ τῆς ἀκοῆς ταῖς καρδίαις ἐμφυτευό μενος. τὸ δὲ κατάφυτον καὶ συνηρεφὲς τοῖς δένδροις ἄλσος παράδεισον εἴωθε καλεῖν ἡ συνήθεια. ὡς ἂν οὖν καὶ τὸ γένος μάθοιμεν τῶν φυτῶν, ὅπερ διὰ τοῦ λόγου ταῖς ψυχαῖς τῶν πεπιστευκότων κηπεύεται, ῥόας ὀνομάζει τὰ δένδρα, ἃς φυτηκομεῖ ὁ λόγος ὁ παρὰ τοῦ στόματος τῆς νύμφης ἀποστελλόμενος. ἡ δὲ ῥόα δυσεπιχείρητός ἐστι τῷ κλέπτῃ ἀκανθώδεις προβαλλομένη τοὺς ὅρπηκας καὶ τὸν καρπὸν αὐστηρῷ τινι καὶ πικραίνοντι κατὰ τὴν γεῦσιν τῷ προκαλύμ ματι περιέχουσά τε καὶ ὑποτρέφουσα, ὃς κατὰ τὸν ἴδιον καιρὸν μετὰ τὸ πεπανθῆναι τοῦ ἐλύτρου περιρραγέντος ἔνδοθεν διαφαίνεται, ἡδὺς μὲν τὴν ὄψιν καὶ εὐδιάθετος, μελιηδὴς δὲ τὴν γεῦσιν καὶ ἄλυπος, ὁ καταγλυκαίνων τῷ οἰνώδει χυμῷ τὰ γευστικὰ αἰσθητήρια. διὰ τοῦτό μοι δοκεῖ ῥοῶν παραδείσους ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς ὁ ἀποστελλό μενος ἐκ τοῦ στόματος τῆς νύμφης λόγος ἐργάζεσθαι, ἵνα διδαχθῶμεν διὰ τῶν λεγομένων μὴ διά τινος ἐκλύσεως 6.283 καὶ τρυφῆς κατὰ τὴν παροῦσαν ζωὴν μαλακίζεσθαι, ἀλλὰ τὸν κατεσκληκότα διὰ τῆς ἐγκρατείας αἱρεῖσθαι βίον· οὕτω γὰρ ἂν ἀπρόσιτος γένοιτο τοῖς κλέπταις ὁ τῆς ἀρετῆς καρπὸς τῇ στυφῇ τῆς ἐγκρατείας περιβολῇ πεφραγμένος καὶ διὰ τῆς σεμνῆς τε καὶ ἀμειδοῦς καταστάσεως οἷόν τισιν ἀκανθῶν ἀκμαῖς ἀμύσσων τοὺς ἐπὶ κακῷ προσεγγί ζοντας. ἀλλ' ὅταν ὁ καιρὸς παράσχῃ τῆς ἀπολαύσεως τῶν καρπῶν τὸ ἐνδόσιμον, παγκαρπία τῆς τρυφῆς ἐκ παντὸς γένους τῶν ἀκροδρύων ἡ ῥόα γίνεται οὐκ ἐν βραβύλοις ἢ βαλάνοις ἤ τισι τοιούτοις τῆς τῶν καρπῶν ἀπολαύσεως γινομένης, ἀλλὰ ποικίλη τις καὶ πολυειδὴς ἀρωμάτων φύσις ἐν τοῖς ἀκροδρύοις εὑρίσκεται· κύπρος γάρ ἐστι μετὰ νάρδου ἡ καλὴ συζυγία, τὸ μὲν θερμὸν τὸ δὲ εὐῶδες· οὐ γὰρ ἐπαινετὸν ἐφ' ἑαυτοῦ τὸ θερμόν, ὅταν δυσώδης πύρωσις ἡ θερμότης ᾖ, ἀλλὰ συμμαρτυρεῖσθαι χρὴ τῷ θερμῷ διὰ τῆς εὐπνοίας τὴν καθαρότητα, ἵνα γένηται τῷ ἁγίῳ πνεύματι ζέων ὁ τῆς ἀηδοῦς θερμότητος κεκαθαρμένος. ἐν τούτοις ἔστιν εὑρεῖν τοῖς ἀκροδρύοις καὶ ἄλλα ἀρώματα· νάρδον φησὶ καὶ κρόκον. ἀλλὰ τῆς μὲν νάρδου τὴν εὔπνοιαν ἐν τοῖς ἄνω μεμαθήκαμεν λόγοις, ὑπόλοιπον δ' ἂν εἴη τοῦ κρόκου τὸ αἴνιγμα παραστῆσαι τῷ λόγῳ. φασὶ μὲν οὖν οἱ 6.284 τὴν δύναμιν τοῦ ἄνθους τούτου κατανοήσαντες μέσως 6.284 ἔχειν ψύξεώς τε καὶ θερμότητος καὶ τῷ φεύγειν τὴν ἐφ' ἑκάτερον ἀμετρίαν παρηγορικὴν τῶν ὀδυνῶν ἔχειν τὴν δύναμιν, ὡς διὰ τούτου τάχα τὸν περὶ τῆς ἀρετῆς ἡμῖν λόγον φιλοσοφεῖν τῷ αἰνίγματι, διότι πᾶσα ἀρετὴ δύο κακιῶν ἐστι μέση, τῆς τε ἐλλείψεως τοῦ καλοῦ καὶ τῆς ὑπερπτώσεως. οἷον τὴν ἀνδρείαν ἢ τὴν ἐλευθερίαν φασί, τὴν μὲν δειλίας τε καὶ θρασύτητος, τὴν δὲ μικρολογίας τε καὶ ἀσωτίας ἐν μέσῳ θεωρεῖσθαι· καὶ τὴν μὲν δειλίαν τε καὶ μικρολογίαν κατ' ἔλλειψιν τοῦ καθήκοντος ἐν κακίᾳ λέγουσι γίνεσθαι, τὴν δὲ ἀσωτίαν καὶ τὴν θρασύτητα κατὰ