81
στόματος τὸ κιννάμωμον, δι' οὗ καὶ τῆς ἐπιθυμίας ἡ πύρωσις καὶ ἡ περικάρδιος 6.288 τοῦ θυμοῦ κατασβέννυται ζέσις, καὶ πάσης τῆς κατὰ τὸν βίον τοῦτον ὀνειρώδους φαντασίας τε καὶ συγχύσεως καθα ρεύειν τῷ λόγῳ. καὶ μηδεὶς πρὸς τὸ ἀπίθανον βλέπων τῶν περὶ τοῦ κινναμώμου λεγομένων διαβαλλέτω τὸν λόγον ὡς οὐκ ἐκ τῶν ἀληθῶν προσάγοντα τῇ νύμφῃ τὸν ἔπαινον· οἶδε γὰρ πολλάκις ἡ ἁγία γραφὴ καὶ μύθους τινὰς ἐκ τῶν ἔξωθεν συμπαραλαμβάνειν εἰς τὴν τοῦ ἰδίου σκοποῦ συνεργίαν καὶ ἀνεπαισχύντως ἐκ τῆς μυθικῆς ἱστορίας ὀνομάτων μνημονεύειν τινῶν εἰς ἐναργεστέραν ἔνδειξιν τοῦ προκειμένου νοήματος, ὡς ἐπὶ τῶν τοῦ Ἰὼβ θυγατέρων, ὧν τὸ κάλλος ὑπερθαυμάσας ὁ λόγος καὶ διὰ τῶν ὀνομάτων τὴν ὑπερβολὴν τοῦ περὶ αὐτῶν θαύματος ἐνεδείξατο λέγων τὴν μὲν Ἡμέραν λέγεσθαι τὴν δὲ Κασίαν τὴν δὲ τρίτην Ἀμαλθείας Κέρας. τοῦτο δὲ παντὶ δῆλόν ἐστιν ὅτι μῦθος Ἑλληνικὸς ἔπλασε τὸ κατὰ τὴν Ἀμάλθειαν διήγημα, ἣν αἶγα οὖσαν τροφὸν γενέσθαι τοῦ Κρητὸς ἐκείνου μυθολογοῦσιν, ἧς τοῦ ἑνὸς ἐκπε σόντος κέρως βρύειν ἐκ τοῦ κοίλου τὴν παγκαρπίαν ὁ μῦθος ἐποίησεν. ἆρ' οὖν ἐπίστευσε τοῖς περὶ τῆς Ἀμαλθείας μυθολογουμένοις ἡ ἁγία γραφή; οὐκ ἔστι ταῦτα. ἀλλὰ τὸ 6.289 πάμφορον τῶν κατ' ἀρετὴν ἀγαθῶν μαρτυροῦσα τῇ θυγατρὶ τοῦ Ἰὼβ διὰ τοῦ ὀνόματος τούτου παρίστησιν, ὥστε τὸν λελογισμένως τῆς γραφῆς ἐπαΐοντα τὸν σκοπὸν τοῦ ἐπαίνου νοῆσαι μόνον ἐκ τοῦ ὀνόματος, τὰς δὲ μυθικὰς τερατείας χαίρειν ἐᾶσαι· ὡς καὶ τὴν Κασίαν καὶ τὴν Ἡμέραν ἀκούσαντες οὔτε τὴν ἀρωματικὴν ὕλην οὔτε τὸν ὑπὲρ γῆς τοῦ ἡλίου δρόμον διὰ τῶν ὀνομάτων ἐμάθομεν, ἀλλὰ τῆς κατ' ἀρετὴν αὐτῶν πολιτείας ἔνδειξιν περιέχειν φαμὲν τὰ ὀνόματα· ὧν ἡ μὲν Κασία τὸ καθαρόν τε καὶ εὐῶδες τῶν ἐπιτηδευμάτων ἐνδείκνυται, ἡ δὲ Ἡμέρα τὸ εὔσχημον, καθώς φησιν ὁ ἀπόστολος τοὺς καθαρῶς βιοτεύοντας τέκνα φωτὸς καὶ υἱοὺς ἡμέρας κατονομάζεσθαι. οὕτως οὖν καὶ ἐνταῦθα οὐκ ἀσυντελῆ πρὸς τοὺς ἐπαίνους τῆς νύμφης ἐστὶ τὰ περὶ τοῦ κινναμώμου λεγόμενα διὰ τῆς τροπικῆς ἐξηγήσεως μεταλαμ βανόμενα εἰς ἐγκωμίων ὑπόθεσιν. Ὁ δὲ τοσοῦτος ἤδη γενόμενος καὶ πρὸς τοῦτο φθάσας τῶν ἐγκωμίων τὸ ὕψος διὰ τοῦ βίου διὰ πάντων τῆς θείας εἰκόνος ἐφ' ἑαυτοῦ δείκνυσι τοὺς χαρακτῆρας· τοῦτο γὰρ ἐνδείκνυται ὁ εἰπὼν ὅτι Ἀπὸ πάντων ξύλων τοῦ λιβάνου· οὐ γὰρ μονοειδὲς τοῦ λιβάνου τὸ ξύλον εἶναί φασιν οἱ τὰ τοιαῦτα παρατηρήσαντες, ὅθεν ὁ λιβανωτὸς ἀπορρέει, ἀλλ' ἔστι 6.290 τις ἐν τοῖς ξύλοις διαφορὰ τὸ τοῦ ἀρώματος σχῆμα τῷ εἴδει τοῦ ξύλου συνεξαλλάσσουσα. ὁ τοίνυν ἐν πᾶσι τοῖς ἐπιτηδεύμασι τοῦ βίου ἐπισημαίνων ἐν ἑαυτῷ τὸ θεοειδὲς πάντων δείκνυσιν ἐν ἑαυτῷ τῶν τοῦ λιβάνου ξύλων τὸ κάλλος, δι' ὧν τὸ θεῖον εἶδος χαρακτηρίζεται. Οὐδεὶς δὲ κοινωνὸς τῆς τοῦ θεοῦ γίνεται δόξης μὴ σύμμορφος πρῶτον τῷ ὁμοιώματι τοῦ θανάτου γενόμενος. διό φησι καὶ τοῦτο ἐν τῷ καταλόγῳ τῶν ἀρωμάτων ὁ ἔπαινος ὅτι ῥοῶν ἀκρόδρυα τά τε λοιπὰ τῶν ἀρωμάτων ἐστὶν ἃ διεξῆλθεν ὁ λόγος καὶ μετ' αὐτῶν ἡ σμύρνα τε καὶ ἡ ἀλόη καὶ τὰ πρωτόμυρα· δι' ἐκείνων μὲν γάρ, τῆς σμύρνης λέγω καὶ τῆς ἀλόης, τὴν τῆς ταφῆς κοινωνίαν ἐνδείκνυται (καθώς φησι τὸ ὑψηλὸν εὐαγγέλιον ὅτι διὰ τούτων ἐγένετο ὁ ἐνταφιασμὸς τῷ ὑπὲρ ἡμῶν γευσαμένῳ θανάτου), διὰ δὲ τῶν πρωτομύρων τὸ καθαρόν τε καὶ ἀμιγὲς πάσης καπηλικῆς ῥᾳδιουργίας ὁ λόγος ἐνδείκνυται, ὥσπερ καὶ Ἀμὼς τοῖς διὰ τούτων τρυφῶσι τὰ τοιαῦτα προφέρει λέγων Οἱ τὸν διυλισμένον πίνοντες οἶνον καὶ τὰ πρωτόμυρα χριόμενοι καὶ πρὸ τούτων Οἱ ἐσθίοντες, φησίν, 6.291 ἐρίφους ἐκ ποιμνίου καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνὰ καὶ οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς οὔτε τὸν οἶνον τρυγίας ἀναθολούσης οὔτε ἐπὶ τοῦ μύρου μίξεώς τινος τὸ ἀκραιφνὲς τῆς εὐοδμίας διαφθειρούσης. ἀλλ' ἐκεῖ μὲν πάντως ὀνειδίζειν οἴεσθαι χρὴ τοῖς Ἰσραηλίταις τὴν προφητείαν, ὅτι ἄκρατον τὸν τῆς γραφῆς ἐμφορούμενοι λόγον πάσης τρυγίας διυλισμένον καὶ ἀδόλωτον ἔχοντες τῶν μύρων τὴν εὐοδμίαν καὶ διὰ πάντων κατατρυφῶντες τῆς πνευματικῆς πανδαισίας