1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

82

οὐδὲν ἀπώναντο τῆς τοιαύτης τρυφῆς τῆς κακῆς αὐτῶν προαιρέσεως καὶ τὸ διαυγὲς τοῦ οἴνου εἰς ἀνατροπὴν θολερὰν μεταποιούσης καὶ τὸ καθαρὸν τῶν πρωτομύρων διὰ τῆς τῶν πονηρῶν νοημάτων ἐπιμιξίας λυμαινομένης, ἐνταῦθα μέντοι τὸ ἀκιβδήλευτόν τε καὶ καθαρὸν τῶν δογμάτων μαρτυρεῖ τῇ νύμφῃ ὁ λόγος διὰ τῆς τῶν πρωτομύρων καρποφορίας. Καὶ οὐδὲ ἐν τούτοις ἔστη οὔτε ἡ νύμφη τοῖς ὑψηλοτέροις ἑαυτὴν ἐπεκτείνουσα οὔτε ὁ λόγος συνεργῶν αὐτῇ πρὸς τὴν ἄνοδον· ἧς γὰρ αἱ ἐκ τοῦ στόματος ἀποστολαὶ ῥοῶν εἰσι καὶ ἀρωμάτων παράδεισοι, αὕτη νῦν πηγὴ γίνεται τοὺς ἐξ αὐτῆς ἀναφυέντας παραδείσους κατάρδουσα· οὐχ ὡς ἐπὶ τοῦ Παύλου τε καὶ Ἀπολλῶ μεμαθήκαμεν ὡς τοῦ μὲν φυτεύοντος τοῦ δὲ ἑτέρου ποτίζοντος, ἀλλ' αὐτὴ τὰ δύο ἐργάζεται φύουσά τε τοὺς παραδείσους ὁμοῦ καὶ ποτίζουσα. 6.292 ἢ τάχα καὶ ὑψηλότερόν τινα λόγον περιέχει ὁ ἔπαινος· πηγὴν γὰρ αὐτὴν οὐ νάματος προχεομένου τινὸς ἀλλὰ κήπων εἶναί φησιν, οὐχ ὑδάτων τινὰς ἀπορροὰς ἀλλ' αὐτοὺς κήπους πηγάζουσάν τε καὶ ἀναβρύουσαν. οὕτως ἀνέβρυε τοὺς ἐμψύχους κήπους ὁ θεῖος ἀπόστολος, παρ' οἷς ἂν ἐγένετο τὸν τῆς ἐκκλησίας παράδεισον διὰ τῆς διδασκαλίας ἐκφύων. εἶτα πρὸς τὸ ἀκρότατον ἄγει τὴν νύμφην διὰ τῶν ἐπαίνων ὁ λόγος φρέαρ αὐτὴν ὀνομάσας ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ λιβάνου· ἃ γὰρ περὶ τῆς ζωοποιοῦ μεμαθήκαμεν φύσεως παρὰ τῆς ἁγίας γραφῆς, νῦν μὲν τῆς προφητείας λεγούσης ἐκ προσώπου τοῦ θεοῦ ὅτι Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, πάλιν δὲ τοῦ κυρίου πρὸς τὴν Σαμαρεῖτιν εἰπόντος Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν· καὶ Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν-πανταχοῦ τοίνυν τῆς θείας φύσεως διὰ τοῦ ζῶντος ὕδατος νοουμένης 6.293 ἐνταῦθα ἡ ἀψευδὴς μαρτυρία τοῦ λόγου φρέαρ ὕδατος ζῶντος τὴν νύμφην εἶναι συνίστησιν, ᾧ ἐκ τοῦ λιβάνου ἐστὶν ἡ φορά. τοῦτο δὲ τὸ πάντων παραδοξότατον· πάντων γὰρ τῶν φρεάτων ἐν συστήματι τὸ ὕδωρ ἐχόντων μόνη ἡ νύμφη διεξοδικὸν ἐν ἑαυτῇ ἔχει τὸ ὕδωρ, ὥστε τὸ μὲν βάθος ἔχειν τοῦ φρέατος, τοῦ ποταμοῦ δὲ τὸ ἀεικίνητον. τίς ἂν κατ' ἀξίαν ἐφίκοιτο τῶν ὑποδεικνυμένων θαυμάτων ὡς διὰ τῆς νῦν γενομένης αὐτῇ ὁμοιώσεως; τάχα οὐκέτι ἔχει ὅπου ἑαυτὴν ὑπεράρῃ διὰ πάντων ὁμοιωθεῖσα πρὸς τὸ ἀρχέτυπον κάλλος· μεμίμηται γὰρ δι' ἀκριβείας τῇ μὲν πηγῇ τὴν πηγήν, τῇ δὲ ζωῇ τὴν ζωήν, τὸ δὲ ὕδωρ τῷ ὕδατι· ζῶν γὰρ ὁ λόγος ἐστὶ τοῦ θεοῦ, ζῇ καὶ ἡ τὸν λόγον δεξαμένη ψυχή· ἐκεῖνο τὸ ὕδωρ ἐκ τοῦ θεοῦ ῥέει, καθώς φησιν ἡ πηγὴ ὅτι Ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω, αὕτη δὲ περιέχει τὸ εἰσρέον τῷ τῆς ψυχῆς φρέατι καὶ διὰ τοῦτο γίνεται ταμιεῖον τοῦ ζῶντος ἐκείνου ὕδατος τοῦ ἐκ τοῦ λιβάνου ῥέοντος, μᾶλλον δὲ ῥοιζοῦντος, καθὼς ὁ λόγος ὠνόμασεν· οὗ καὶ ἡμεῖς γενοίμεθα μέτοχοι κτησάμενοι τὸ φρέαρ ἐκεῖνο, ἵνα κατὰ τὸ τῆς σοφίας παράγγελμα ἡμέτερον πίνωμεν ὕδωρ καὶ μὴ ἀλλότριον ἐν Χριστῷ Ἰησοῦ 6.294 τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Λόγος ιʹ Ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου καὶ

ῥευσάτωσαν ἀρώματά μου. καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.

Κατέβην εἰς κῆπόν μου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου μετὰ

ἀρωμάτων μου ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. φάγετε, οἱ πλησίον μου, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί μου. Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Τῆς νῦν προτεθείσης ἡμῖν τῶν θείων ῥητῶν θεωρίας ἐκ τῆς τοῦ Ἄισματος τῶν Ἀισμάτων ἀκολουθίας δυσεφικτά τινα καὶ κεκαλυμμένα δι'