1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

83

ἀσαφείας ἐν ἀπορρήτοις περιεχούσης νοήματα μείζονος ἡμῖν προσοχῆς ἐστι χρεία, μᾶλλον δὲ πλείονος τῆς διὰ τῶν εὐχῶν συνεργίας καὶ τῆς παρὰ τοῦ ἁγίου πνεύματος ὁδηγίας, ὡς ἂν μὴ ταὐτὸν πάθοιμεν 6.295 ἐπὶ τῆς τῶν ὑψηλῶν τούτων θαυμάτων ἐκπλήξεως, ὅπερ καὶ ἐπὶ τῶν ἀστέρων πάσχειν εἰώθαμεν· καὶ γὰρ ἐκείνων πόρρωθεν τὸ κάλλος θαυμάζοντες οὐδεμίαν μηχανὴν πρὸς τὴν κτῆσιν αὐτῶν ἐπινοῆσαι δυνάμεθα, ἀλλὰ μία τοῦ κάλλους αὐτῶν ἐστιν ἡμῖν ἡ ἀπόλαυσις τὸ θαυμαστικῶς περὶ τὸ φαινόμενον ἔχειν. ἀστέρες γάρ τινές εἰσιν ἀτεχνῶς αἱ τῶν θείων τούτων λογίων μαρμαρυγαί τε καὶ λαμπηδόνες τῶν τῆς ψυχῆς ὀμμάτων ὑπερλάμπουσαί τε καὶ ὑπερκείμεναι Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ὥς φησιν ὁ προφήτης. εἰ δὲ γένοιτο καὶ περὶ τὴν ἡμετέραν ψυχήν, ὃ περὶ τὸν Ἠλίαν ἀκούομεν, καὶ ἀναληφθεῖσα τῷ πυρίνῳ ἅρματι ἡμῶν ἡ διάνοια μετάρσιος πρὸς τὰ οὐράνια κάλλη μετατεθείη (πνεῦμα δὲ ἅγιον εἶναι τὸ πῦρ ἐννοήσομεν, ὅπερ βαλεῖν ἐπὶ τὴν γῆν ἦλθεν ὁ κύριος, τὸ ἐν γλωσσῶν εἴδει τοῖς μαθηταῖς μεριζόμενον), οὐκ ἀπ' ἐλπίδος ἡμῖν γενήσεται τὸ πλησιάσαι τούτοις τοῖς ἄστροις, τοῖς θείοις λέγω νοήμασι, τοῖς διὰ τῶν οὐρανίων τε καὶ πνευματικῶν λογίων τὰς ψυχὰς ἡμῶν 6.296 περιαστράπτουσιν. ἀνάβλεψον γὰρ τῷ τῆς ψυχῆς ὀφθαλμῷ, πρὸς σὲ λέγω τὸν ἀκροατὴν τὴν πρὸς τὸν πατριάρχην γενομένην παρὰ τοῦ κυρίου φωνήν, Ἀνάβλεψον εἰς τὸν οὐρανὸν τοῦτον καὶ ἴδε τοὺς ἀστέρας τούτους, εἰ δύνασαι αὐτῶν ἐκμετρῆσαι τῶν νοημάτων τὸ ὕψος, βλέπε τὴν ἐξουσίαν τῆς βασιλίδος ἐκ τῶν προσταγμάτων αὐτῆς τὴν δυναστείαν κατανοήσας, ὡς αὐτοκρατορική τις αὐθεντία τοῖς λεγομένοις ἐμφαίνεται· οὐ δι' εὐχῆς κατορθοῖ ὅπερ βούλεται ἀλλὰ κατὰ τὴν ἀψευδῆ τοῦ ἐπαγγειλαμένου φωνήν, ὅς φησι τὸν πιστὸν καὶ φρόνιμον οἰκονόμον πάντων τῶν ὑπαρχόντων τῷ δεσπότῃ κύριον γίνεσθαι. ταύτης ἐπιλαβομένη τῆς ἐξουσίας βασιλικῶς ἑαυτῇ διοικεῖται τὰ καταθύμια τῶν δύο ἀνέμων, τὸν μὲν βορρᾶν διὰ προστάγματος ἑαυτῆς ἀφορίζουσα, τὸν δὲ νότον φιλοφρόνως καλοῦσα καὶ πρὸς ἑαυτὴν ἐλθεῖν κατεπείγουσα. Ἔχει δὲ ἡ λέξις οὕτως· Ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε. τάχα τι συγγενὲς ἔστι τοῖς λεγομένοις εὑρεῖν ἐν τοῖς τοῦ ἑκατοντάρχου λόγοις, οὓς αὐτὸς ὁ θεὸς λόγος ἐθαύμασε, καθὼς ὁ εὐαγγελιστὴς διηγήσατο λέγων ὅτι Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ ὑπερέθηκε τῆς τοῦ 6.297 Ἰσραὴλ πίστεως τὴν τοῦ ἑκατοντάρχου φωνήν· οὐ γὰρ πρὸς τὸν λαόν μοι δοκεῖ τὸν Ἰσραηλιτικὸν ποιεῖσθαι τοῦ ἑκατοντάρχου τὴν σύγκρισιν ἐν τῷ τῆς πίστεως λόγῳ ἀλλὰ πρὸς αὐτὸν ἐκεῖνον τὸν Ἰσραήλ, ὃς ἐν τῇ πρὸς τὸν ἀντικείμενον πάλῃ μετὰ τῆς τοῦ θεοῦ συμμαχίας μόγις τὸ πτῶμα διέφυγεν οὐκ ἀκριβῶς τῆς τοῦ ἀντιπάλου βλάβης ἔξω γενόμενος· ἐν γὰρ τῷ μηρῷ τὸ πάθος ἐδέξατο. οὗτος δὲ ὁ ἑκατοντάρχης, περὶ οὗ νῦν ὁ λόγος ἐστί, βασιλικῇ τινι δυνάμει τὸ ἀλλότριον κατ' ἐξουσίαν ἀποπεμπόμενος οἰκειοῦται τὸ καταθύμιον· ἐπὶ τούτῳ γάρ μοι δοκεῖ μάλιστα τετυχηκέναι τοῦ θαύματος ὁ ἀνήρ, ὅτι φησὶν ἐν τοῖς ὑποχειρίοις αὐτοῦ στρατιώταις ἐν αὐθεντικῇ ἐξουσίᾳ ἀποπέμπεσθαί τε ὃν βούλεται καὶ προσκαλεῖσθαι τὸν καταθύμιον καὶ τῷ δούλῳ τὴν καθήκουσαν ἐπιτάττειν ὑπηρεσίαν. κἀκεῖ γὰρ φιλοσοφία τίς ἐστιν ἡ τοῦ ἑκατοντάρχου φωνή, ὅτι τὸν ἅπαξ ἀποπεμ φθέντα οὐκέτι πρὸς ἑαυτὸν ἐπανάγει, ἀλλὰ τούτου ἀποφοιτή σαντος ἕτερον ἀντ' αὐτοῦ εἰσοικίζεται (Τούτῳ γὰρ εἰπὼν ὅτι πορεύθητι, καὶ πορεύεται, ἄλλον προσκαλεῖσθαί φησιν, οὐχ ὃν ἀπεπέμψατο) παιδεύοντος οἶμαι τοῦ λόγου τὸ τοιοῦτον δόγμα ὅτι τὰ ἀλλήλοις ἀντικείμενα τῷ αὐτῷ μετ' ἀλλήλων 6.298 συνεπιχωριάζειν φύσιν οὐκ ἔχει· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, φησὶν ὁ ἀπόστολος, ἀλλ' ἀνάγκη πᾶσα τοῦ σκότους ἐκχωρήσαντος φῶς εἶναι τὸ ἀντ' ἐκείνου ὁρώμενον καὶ τῆς κακίας ἐκποδὼν γενομένης τὴν ἀρετὴν ἀντεισάγεσθαι, τούτου δὲ κατορθωθέντος μηκέτι τὸ φρόνημα τῆς σαρκὸς ἀνταίρειν τῷ πνεύματι (μηδὲ γὰρ δύνασθαι νεκρωθείσης αὐτοῦ τῆς εἰς τὸ ἀντιτείνειν δυνάμεως), ἀλλὰ πρὸς πᾶσαν καθήκουσαν ὑπηρεσίαν εὔθετον γίνεσθαι τῇ δυναστείᾳ τοῦ πνεύματος ἐπιπειθὲς