84
ὑπάρχον καὶ ὑποχείριον. ὅταν γὰρ ἀποδιωχθῇ μὲν ὁ τῆς κακίας σύμμαχος στρατιώτης, ἀντεισέλθῃ δὲ ὁ τῆς ἀρετῆς ὁπλίτης ἐνδεδυκὼς τὸν θώρακα τῆς δικαιοσύνης καὶ τὴν μάχαιραν τοῦ πνεύματος διὰ χειρὸς φέρων, προβαλλόμενος δὲ τὰ σκεπαστήρια τῶν ὅπλων· τήν τε περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὸν θυρεὸν τῆς πίστεως, καὶ πᾶσαν φέρων ἐν ἑαυτῷ τὴν πνευ ματικὴν πανοπλίαν, τότε φοβεῖται τὸν ἑαυτοῦ κύριον τὸν νοῦν ὁ δοῦλος τὸ σῶμα καὶ προθύμως τὰ τοῦ κρατοῦντος παραγγέλματα δέχεται, δι' ὧν ἡ ἀρετὴ κατορθοῦται τῇ ὑπουργίᾳ τοῦ σώματος. τοῦτο γὰρ ἐνδείκνυται τοῦ ἑκατοντ άρχου ὁ λόγος εἰπὼν ὅτι Καὶ τῷ δούλῳ μου λέγω· ποίησον τοῦτο, καὶ ποιεῖ. Ἀλλ' ἀκούσωμεν τῆς βασιλίδος, ὅπως ἀπανίστησιν ἀφ' ἑαυτῆς τὸν βορρᾶν εἰς τὸ ἔμπαλιν αὐτοῦ τὴν πνοὴν ἀναστρέψασα· οὐ γὰρ ἠρεμεῖν ἐπιτάσσει, καθάπερ ἐπὶ 6.299 τοῦ κλυδωνίου τῆς θαλάσσης ὁ κύριος εἰς ἡσυχίαν ἄγει τὴν λαιλαπίαν σιωπᾶν παραγγείλας τοῖς κύμασιν, ἀλλ' ἀποχωρεῖν καὶ φεύγειν παρακελεύεται, ὡς ἂν ἀκωλύτως ὁ νότος ῥέοι μηδεμιᾶς ἀντιπνοίας ἐμποδιζούσης αὐτοῦ τὴν φοράν, Ἐξεγέρθητι λέγουσα τῷ βορρᾷ. τίς δὲ ἡ αἰτία τῆς τοῦ ἀνέμου τούτου μεταναστάσεως; Σκληρὸς ἄνεμος ὁ βορρᾶς ἐστι, φησὶ [ποῦ τοῦτο;] τῆς Παροιμίας ὁ λόγος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται. ἀλλ' οὐδενὶ δεξιὸς ὁ βορρᾶς πλὴν εἴ τις κατὰ νώτου τὴν ἀνατολὴν ἔχοι πρὸς τὰς δυσμὰς τὸν δρόμον ποιούμενος. νοεῖς δὲ πάντως τῶν λεγομένων τὸ αἴνιγμα, ὅτι ὁ τῆς ἀνατολῆς ἀποστάς (οὕτω γὰρ παρὰ τῆς προφητείας ὁ Χριστὸς ὀνομάζεται) καὶ πρὸς τὰς δυσμὰς τοῦ φωτὸς ἑαυτὸν συνελαύνων, ὅπου ἐστὶν ἡ ἐξουσία τοῦ σκότους, δεξιὸν ἔχει ἐφ' ἑαυτοῦ τὸν βορρᾶν τοῖς πονηροῖς ἐφοδίοις αὐτὸν δεξιούμενον, δι' ὧν ὁ πρὸς τὸ σκότος γίνεται δρόμος. οὕτως εὑρίσκει τὸν βορρᾶν ἑαυτοῦ δεξιὸν ὁ ἀκόλαστος τῷ πάθει τῆς ἀτιμίας συμπνέοντα, οὕτω γίνεται τῷ πλεονέκτῃ δεξιὸν τὸ πνεῦμα τοῦτο τῆς πονηρίας, ὅταν αὐτῷ τὰς ὕλας 6.300 τῆς πλεονεξίας οἷόν τινα ψάμμον ἢ κόνιν περισωρεύῃ, οὕτω πρὸς ἕκαστον τῶν πλημμελημάτων τὴν παρ' ἑαυτοῦ συνεργίαν χαριζόμενος ἐπιδέξιος γίνεται, οἷς ἂν γένηται, σκληρὸς μὲν κατὰ τὴν φύσιν ὤν, ἐπικρύπτων δὲ ταῖς ἡδοναῖς τὸ ἀντίτυπον. διὰ τοῦτο φυγαδεύει τῆς ἰδίας ἀρχῆς τὸν βορρᾶν ἡ κατὰ τῶν παθῶν ἀναδησαμένη τὸ κράτος Ἐξεγέρθητι λέγουσα ὦ βορρᾶ. διὰ τί δὲ τῷ ὀνόματι τούτῳ ἡ ἀντικει μένη διασημαίνεται δύναμις, παντὶ δῆλον ἂν εἴη τῷ κατανε νοηκότι τὴν τῶν ὄντων φύσιν. τίς γὰρ οὐκ οἶδε τοῦ ἡλίου τὴν κίνησιν, ὅτι ἐκ τῶν ἀνατολῶν διὰ τοῦ νοτίου τὸν δρόμον ποιούμενος πρὸς τὰς δυσμὰς ἐπικλίνεται; τὸ δὲ σχῆμα τῆς γῆς σφαιροειδὲς ὄν, καθώς φασιν οἱ τὰ τοιαῦτα κατανοήσαν τες, ἐν ᾧπερ ἂν τῷ ἡλίῳ περιλαμφθῇ, κατὰ πᾶσαν ἀνάγκην ἐν τῷ ἀντικειμένῳ σκοτίζεται τῇ ἀντιφράξει τοῦ ναστοῦ σκιαζόμενον. ἐπεὶ οὖν ἀφεγγὴς ὁ τόπος ἐκεῖνος καὶ κατεψυγ μένος εἰς ἀεὶ διαμένει μήτε λαμπόμενος ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων μήτε θαλπόμενος, διὰ τοῦτο τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους, τὸν τὴν ἁπαλὴν τῶν ψυχῶν φύσιν 6.301 ὕδατος δίκην ἀπολιθοῦντα διὰ τῆς πήξεως καὶ σκληρὰν ἐργαζόμενον, βορρᾶν τε καὶ σκληρὸν ὀνομάζει ὁ λόγος, τὸν τῆς κατηφείας τοῦ χειμῶνος ἐργάτην, ἐκείνου λέγω τοῦ χειμῶνος, ἐν ᾧ τὴν φυγὴν τῶν κινδύνων ἀμήχανον λέγει τὸ εὐαγγέλιον· ἐν αὐτῷ γὰρ τῶν κατ' ἀρετὴν ἀνθούντων ἡ ὥρα μαραίνεται. Καλῶς οὖν ἀπελαύνει τοῦτον κατ' ἐξουσίαν ἡ τῆς βασιλίδος φωνή, προσκαλεῖται δὲ τὸ μεσημβρινὸν πνεῦμα τὸ θερμόν τε καὶ ἀειφεγγές, ὅπερ ὀνομάζει νότον, δι' οὗ ὁ χειμάρρους τῆς τρυφῆς ῥέει, λέγουσα Καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου καὶ ῥευσάτωσαν ἀρώματά μου, ὥστε τῇ βιαίᾳ πνοῇ, καθὼς ἐν τῷ ὑπερῴῳ γεγενῆσθαι τοῖς μαθηταῖς ἀκούομεν, τοῖς ἐμψύχοις φυτοῖς ἐπιπεσόντα κινῆσαι τὴν τοῦ θεοῦ φυτείαν πρὸς τὴν τῶν ἀρωμάτων φορὰν καὶ ῥέειν παρασκευάσαι διὰ τοῦ στόματος τὴν εὐώδη προφητείαν καὶ τὰ σωτήρια τῆς πίστεως δόγματα κατὰ πᾶν εἶδος γλώσσης ἀκωλύτως τὴν εὐωδίαν τῶν διδαγμάτων προχέοντα. οὕτως οἱ ἑκατὸν καὶ εἴκοσι μαθηταὶ οἱ ἐν τῷ οἴκῳ τοῦ θεοῦ πεφυτευμένοι τῇ πνοῇ τοῦ τοιούτου