86
μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. φάγετε, οἱ πλησίον μου, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί μου. Ὁρᾷς πῶς ὑπερβάλλει τῇ μεγαλοδωρεᾷ τὴν αἴτησιν· ἀρωμάτων ηὔξατο γενέσθαι πηγὰς ἡ νύμφη τὰ ἑαυτῆς ἐν τῷ κήπῳ φυτὰ διαπνευσθέντα τῷ ἐκ μεσημβρίας ἐπιπνέοντι νότῳ καὶ τῷ καρπῷ τῶν ἀκροδρύων τὸν γεωργὸν δεξιώσασθαι (τοῦτο δὲ παντὶ δῆλον ὅτι πᾶσα εὔπνοια τῆς ὀσφραντικῆς αἰσθήσεως ἡδονὴ γίνεται, τὰ δὲ ἀκρόδρυα τῆς τοῦ ἄρτου δυνάμεως κατὰ τὴν βρῶσιν ὡς πρὸς τὴν τῶν τρεφομένων εὐεξίαν ἐστὶν ἀτονώτερα), ὁ δὲ καταβὰς ἐπὶ τὸν ἑαυτοῦ κῆπον καὶ πρὸς τὸ μεῖζόν τε καὶ τιμιώτερον τὴν τῶν καρπῶν μεταβαλὼν φύσιν δρέπεται μὲν ἐκ τοῦ κήπου σμύρναν 6.306 εὑρὼν μετὰ ἀρωμάτων αὐτοῦ (παρ' αὐτοῦ γὰρ εἶναι εἴ τι καλόν, ἐν ᾧπερ ἂν εὑρεθῇ, ὁ προφητικὸς ὕμνησε λόγος), ἀντὶ δὲ τῶν ἀκροδρύων ἄρτῳ βρίθειν παρασκευάζει τὰ δένδρα συναναμεμιγμένῳ μετὰ τοῦ μέλιτος αὐτοῦ (καὶ τούτῳ τὸ προφητικὸν συνεκφωνείσθω ὅτι αὐτοῦ τὸ μέλι ὡς καὶ τὰ λοιπὰ τῶν καλῶν) καὶ τὸν οἶνον ἀπ' αὐτῶν ἀρύεται συνανακεκραμένον τῷ γάλακτι αὐτοῦ· Ἐξ αὐτοῦ γὰρ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. ὦ μακαρίων κήπων ἐκείνων, ὧν τὰ φυτὰ τοιούτοις βρύειν καρποῖς μεμαρτύρηται, ὡς πρὸς ἅπαν εἶδος τρυφῆς κατὰ τὴν ἐπιθυμίαν τῆς ἀπολαύσεως ἁρμοδίως μεταποιεῖσθαι. τῷ μὲν γὰρ διὰ τῆς εὐωδίας τρυφῶντι σμύρνα γίνεται μετὰ ἀρωμάτων διὰ τῆς τῶν ἐπιγείων μελῶν νεκρότητος τὸν καθαρὸν καὶ εὐώδη μυρεψοῦντα βίον τὸν ἐκ ποικίλων τε καὶ διαφόρων τῶν τῆς ἀρετῆς ἀρωμάτων συγκεραννύμενον, τῷ δὲ τὴν τελειοτέραν ἐπιζητοῦντι τροφὴν ἄρτος γίνεται οὐκέτι ἐπὶ πικρίδων ἐσθιόμενος, ὡς ὁ νόμος διακελεύεται 6.307 (πρὸς γὰρ τὸ παρόν ἐστιν ἡ πικρία), ἀλλ' ὄψον ἑαυτοῦ τὸ μέλι ποιούμενος, ὅταν ἐν τῷ ἰδίῳ καιρῷ ὁ καρπὸς τῆς ἀρετῆς καταγλυκαίνῃ τὰ τῆς ψυχῆς αἰσθητήρια (οὗ ἀπόδειξις ὁ μετὰ τὴν ἀνάστασιν τοῦ κυρίου προφανεὶς τοῖς μαθηταῖς ἄρτος ἐστί) τῷ κηρίῳ τοῦ μέλιτος ἡδυνόμενος, τῷ διψῶντι δὲ κρατὴρ γίνεται πλήρης οἴνου καὶ γάλακτος, οὐ σπογγιὰ χολῇ τε καὶ ὄξει διάβροχος, οἵαν οἱ Ἰουδαῖοι τῷ εὐεργέτῃ τὴν φιλοτησίαν διὰ τοῦ καλάμου προτείνουσιν. πάντως δὲ οὐκ ἀγνοοῦμεν τὰ τῶν εἰρημένων αἰνίγματα· πῶς δένδρον ἦν σμυρνοφόρον ὁ Παῦλος ὁ καθ' ἡμέραν ἀποθνῄσκων καὶ αὐτὸς ἑαυτῷ διδοὺς τὸ τοῦ θανάτου ἀπόκριμα καὶ διὰ καθαρότητός τε καὶ ἀπαθείας ἀρωματίζων ὀσμὴ ζωῆς τοῖς σῳζομένοις γινόμενος, πῶς δὲ σιτοποιεῖ [τῷ κυρίῳ] τὰ ἔμψυχα τοῦ κήπου φυτὰ τῷ δεσπότῃ τοῦ κήπου, οἷς μαρτυρεῖ ὁ ἐπὶ τοῦ θρόνου καθήμενος ὅτι Ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν (ἄρτος γὰρ εὐφροσύνης ἐστὶν ἡ εὐποιΐα τῷ μέλιτι τῆς ἐντολῆς γλυκαινόμενος), πῶς δὲ πάλιν οἰνοχοεῖ τῷ νυμφίῳ τὰ εὐερνῆ τοῦ κήπου φυτά, πρὸς οὓς τοῦτό φησιν ὅτι Ἐδίψησα καὶ ἐποτίσατέ με, γάλακτι τὸν οἶνον 6.308 κεράσαντες, οὐχ ὕδατι κατὰ τὴν τῶν καπήλων συνήθειαν. τὸ δὲ γάλα ἡ πρώτη τῆς ἀνθρωπίνης φύσεώς ἐστι τροφή, ἡ καθαρά τε καὶ ἁπλῆ καὶ ὄντως νηπιώδης καὶ ἄδολος καὶ πάσης πονηρᾶς αἰτίας κεκαθαρμένη. Ταῦτα εἰπὼν πρὸς τὴν νύμφην ὁ λόγος παρατίθεται τοῖς πλησίον τὰ τοῦ εὐαγγελίου μυστήρια λέγων Φάγετε, οἱ πλησίον μου, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί μου· τῷ γὰρ ἐπισταμένῳ τὰς μυστικὰς τοῦ εὐαγγελίου φωνὰς οὐδεμία φανήσεται διαφορὰ τῶν ἐνταῦθα ῥητῶν πρὸς τὴν ἐκεῖ τοῖς μαθηταῖς γινομένην μυσταγωγίαν· ὡσαύτως γὰρ ἐκεῖ τε καὶ ἐνταῦθά φησιν ὁ λόγος τὸ Φάγετε καὶ τὸ Πίετε. ἡ δὲ πρὸς τὴν μέθην προτροπή, ἣν ἐνταῦθα τοῖς ἀδελφοῖς ὁ λόγος πεποίηται, δόξειεν ἂν τοῖς πολλοῖς πλεῖόν τι παρὰ τὸ εὐαγγέλιον ἔχειν. εἰ δέ τις ἀκριβῶς ἐξετάσειεν, καὶ τοῦτο σύμφωνον τοῖς εὐαγγελικοῖς εὑρεθήσεται· ὅπερ γὰρ ἐνταῦθα τῷ λόγῳ τοῖς φίλοις παρεκελεύσατο, τοῦτο ἐκεῖ διὰ τῶν ἔργων ἐποίησεν, διότι πᾶσα μέθη ἔκστασιν εἴωθε ποιεῖν τῆς διανοίας τοῖς κεκρατημένοις ὑπὸ τοῦ οἴνου. οὐκοῦν ὅπερ ἐνταῦθα προτρέπεται, τοῦτο διὰ τῆς θείας ἐκείνης βρώσεώς τε καὶ πόσεως καὶ τότε ἐγένετο καὶ πάντοτε γίνεται 6.309 συνεισιούσης τῇ βρώσει τε καὶ τῇ πόσει τῆς ἀπὸ τῶν χειρόνων πρὸς τὰ βελτίω μεταβολῆς καὶ ἐκστάσεως. οὕτω μεθύουσι, καθὼς ἡ