1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

89

ὀνειρώδη ταῦτα φαντάσματα· αἱ ἀρχαί, οἱ πλοῦτοι, αἱ δυναστεῖαι, ὁ τῦφος, ἡ διὰ τῶν ἡδονῶν γοητεία, τὸ φιλόδοξόν τε καὶ ἀπολαυστικὸν καὶ φιλότιμον καὶ πάντα ὅσα κατὰ τὸν βίον τοῦτον τοῖς ἀνεπισκέπτοις διά τινος φαντασίας μάτην σπουδάζεται, ἃ τῇ παροδικῇ τοῦ χρόνου συμπαραρρέοντα φύσει ἐν τῷ δοκεῖν ἔχει τὸ εἶναι οὔτε ὄντα ὅπερ νομίζεται οὔτε ἐν αὐτῷ τῷ νομίζεσθαι πρὸς τὸ διηνεκὲς παραμένοντα ἀλλ' ὁμοῦ γίνεσθαί τε δοκοῦντα καὶ ἀπολλύμενα κυμάτων δίκην τῶν ἐγκορυφου μένων τοῖς ὕδασιν, ἃ πρὸς καιρὸν τῇ κινήσει τῶν ἀνέμων συνδιογκούμενα ἀβέβαιον εἰς διαμονὴν ἔχει τὸν ὄγκον· ἐν βραχεῖ γὰρ τῇ ῥοπῇ συναναστάντα τοῦ πνεύματος πάλιν ἐν ὁμαλῷ τὴν τῆς θαλάσσης ἐπιφάνειαν δείκνυσι συγκαταστα λέντα τῷ πνεύματι. ὡς ἂν οὖν ἔξω τῶν τοιούτων γένοιτο 6.317 φαντασμάτων ἡμῖν ἡ διάνοια, τὸν βαρὺν τοῦτον ὕπνον ἀποσείεσθαι τῶν τῆς ψυχῆς ὀμμάτων διακελεύεται, ἵνα μὴ τῇ περὶ τὸ ἀνύπαρκτον σπουδῇ τῶν ὑφεστώτων τε καὶ ὡς ἀληθῶς ὄντων ἀπολισθήσωμεν. διὰ τοῦτο καὶ ὑποτίθεται ἡμῖν ἐπίνοιαν τῆς ἐγρηγόρσεως λέγων Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζω σμέναι καὶ οἱ λύχνοι καιόμενοι· τοῖς τε γὰρ ὀφθαλμοῖς τὸ φῶς ἐμφαινόμενον ἀποσοβεῖ τῶν ὀμμάτων τὸν ὕπνον καὶ ἡ ὀσφῦς διεσφιγμένη διὰ τῆς ζώνης ἀπαράδεκτον τοῦ ὕπνου παρασκευάζει τὸ σῶμα οὐ προσιεμένης τὴν ἐκ τοῦ ὕπνου ἄνεσιν τῆς τῶν πόνων αἰσθήσεως. σαφῆ δὲ πάντως ἐστὶ τὰ διὰ τῶν αἰνιγμάτων δηλούμενα, ὅτι ὁ τῇ σωφροσύνῃ διεζωσμένος ἐν φωτὶ ζῇ τοῦ καθαροῦ συνειδότος τῷ λύχνῳ τῆς παρρησίας τὸν βίον περιαυγάζοντος, δι' ὧν τῆς ἀληθείας προφαινομένης ἄϋπνός τε καὶ ἀνεξαπάτητος ἡ ψυχὴ διαμένει οὐδενὶ τῶν ἀπατηλῶν τούτων ὀνείρων ἐμμαάζουσα. εἰ δὲ τοῦτο κατορθωθείη κατὰ τὴν τοῦ λόγου ὑφήγησιν, ἀγγελικός τις ἡμᾶς διαδέξεται βίος· τούτοις γὰρ ἡμᾶς ὁμοιοῖ τὸ θεῖον παράγγελμα, δι' ὧν φησιν ὅτι Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, 6.318 πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ· ἐκεῖνοι γάρ εἰσιν οἱ προσδεχόμενοι τοῦ κυρίου τὴν ἐκ τῶν γάμων ἐπάνοδον καὶ ταῖς ἐπουρανίαις πύλαις ἐγρηγορότι τῷ ὀφθαλμῷ προσκαθήμενοι, ἵνα πάλιν εἰσέλθῃ δι' αὐτῶν ἀναλύσας ἐκ τῶν γάμων ὁ βασιλεὺς τῆς δόξης εἰς τὴν ὑπερουράνιον ἐκείνην μακαριότητα. ὅθεν κατὰ τὴν ψαλμῳδίαν ὡς ἐκ παστάδος ὁ νυμφίος ἐκπορευθεὶς ἡρμόσατο ἑαυτῷ τὴν παρθένον, ἡμᾶς, διὰ τῆς μυστικῆς ἀναγεννήσεως, τὴν τοῖς εἰδώλοις ἐκπορνευθεῖσαν, εἰς ἀφθαρσίαν παρθενικὴν ἀναστοιχειώσας τὴν φύσιν. τῶν οὖν γάμων ἤδη τετελεσμένων καὶ νυμφευθείσης ὑπὸ τοῦ λόγου τῆς ἐκκλησίας, καθώς φησιν ὁ Ἰωάννης ὅτι Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστί, καὶ εἰς τὸν τῶν μυστηρίων θάλαμον αὐτῆς παραδεχθείσης ἀνέμενον οἱ ἄγγελοι τὴν ἐπάνοδον τοῦ βασιλέως τῆς δόξης ἐπὶ τὴν κατὰ φύσιν μακαριότητα. τούτοις οὖν εἶπε δεῖν ὁμοιοῦσθαι κατὰ τὸν ἡμέτερον βίον, ἵνα καθάπερ ἐκεῖνοι πόρρω κακίας καὶ ἀπάτης πολιτευόμενοι πρὸς ὑποδοχήν εἰσιν εὐτρεπεῖς τῆς δεσποτικῆς παρουσίας, 6.319 οὕτω καὶ ἡμεῖς τοῖς προθύροις τῶν καταγωγίων ἡμῶν προσαγρυπνοῦντες ἑτοίμους πρὸς ὑπακοὴν ἑαυτοὺς ποιήσω μεν, ὅταν ἐπιστὰς κρούῃ τὴν θύραν· Μακάριοι γάρ, φησίν, οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει ποιοῦντας οὕτως. ἐπεὶ οὖν μακάριόν ἐστι τὸ ὑπακούειν τῷ κρούοντι, τούτου χάριν ἡ διὰ παντὸς πρὸς τὴν μακαριότητα βλέπουσα αἰσθάνεται τοῦ παρεστῶτος τῇ θύρᾳ, ἡ καλῶς τοῖς ἰδίοις θησαυροῖς ἐπαγρυπνοῦσα ψυχή, καί φησιν Φωνὴ τοῦ ἀδελφι δοῦ μου κρούει ἐπὶ τὴν θύραν. πῶς ἄν τις τὴν πρὸς τὰ θειότερα τῆς νύμφης ἄνοδον διὰ τῶν λεγομένων ἀξίως κατανοήσειεν; ἡ μετὰ τοσαύτης ἐξουσίας τε καὶ πεποιθήσεως τὸν σκληρὸν ἐκεῖνον βορρᾶν ἀφ' ἑαυτῆς ἐξοικίσασα καὶ τὸ φωτεινὸν πνεῦμα πρὸς ἑαυτὴν ἐφελκυσαμένη, ἡ παραδεί σους ῥοῶν διὰ τοῦ στόματος ἐργαζομένη ὧν ἀρώματα ἦν τὰ ἀκρόδρυα, ἡ τὸν κῆπον ἑαυτῆς τράπεζαν προθεῖσα τῷ δεσπότῃ τῆς κτίσεως, ἧς ἀπόβλητον ἐφάνη τῶν προτεθέντων οὐδέν, ἀλλὰ πάντα καλὰ εἶναι ἐμαρτυρήθη· ἡ σμύρνα, τὸ ἄρωμα, ὁ μετὰ τοῦ μέλιτος ἄρτος,