90
ὁ μετὰ τοῦ γάλακτος οἶνος, ᾗ ἐμαρτύρησεν ὁ λόγος τὸ τέλειον ὁ εἰπὼν ὅτι Ὅλη 6.320 καλὴ εἶ καὶ μῶμος οὐκ ἔστιν ἐν σοί, αὕτη νῦν οὕτω διάκειται· ὡς πρώτως μέλλουσα δέχεσθαι τοῦ θεοῦ τὴν ἐμφάνειαν καὶ ὡς οὐδέπω τὸν νῦν ἑστῶτα πρὸ τῶν θυρῶν λόγον εἰσδεξα μένη καὶ εἰσοικίσασα ἐν θαύματι τῆς φωνῆς ποιεῖται τὴν δύναμιν. διὰ τοῦτό φησιν οὔπω ἑαυτῆς ἀλλὰ τῆς θύρας αὐτῆς ἅπτεσθαι τὴν τοῦ νυμφίου φωνήν· Φωνὴ γάρ, φησί, τοῦ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. Ὁρᾷς, πῶς ἀόριστός ἐστι τοῖς πρὸς τὸν θεὸν ἀνιοῦσιν ὁ δρόμος, πῶς τὸ ἀεὶ καταλαμβανόμενον ἀρχὴ πρὸς τὸ ὑπερκείμενον γίνεται· ὅτε γὰρ στάσιν τινὰ τοῦ δρόμου τῆς ἐπὶ τὰ ὑψηλὰ πορείας διὰ τῶν πρὸς αὐτὴν εἰρημένων ἠλπίσαμεν (τί γὰρ ἄν τις μετὰ τὴν τῆς τελειότητος μαρτυρίαν πλέον ζητήσειεν;) τότε βλέπομεν ἔτι ἔνδον οὖσαν αὐτὴν καὶ οὔπω τῶν θυρῶν ἐκτὸς γεγενημένην οὐδὲ τῆς κατὰ πρόσωπον ἐμφανείας κατατρυφήσασαν ἀλλ' ἔτι διὰ τῆς ἀκοῆς πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν ὁδηγουμένην. τοῦτο οὖν διὰ τῶν εἰρημένων τὸ δόγμα μανθάνομεν, ὅτι πάντοτε τοῖς ἐπὶ τὸ μεῖζον προκόπτουσιν ἁρμόδιός ἐστιν ἡ τοῦ ἀποστόλου φωνὴ ἡ λέγουσα ὅτι Εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι· ἔγνω μὲν γὰρ αὐτὸν ἐν 6.321 τοῖς φθάσασιν ἡ ψυχὴ τοσοῦτον ὅσον κατέλαβεν, ἀλλ' ἐπειδὴ τὸ μήπω κατειλημμένον ἀπειροπλάσιον τοῦ καταλη φθέντος ἐστί, διὰ τοῦτο καὶ ὤφθη πολλάκις τῇ ψυχῇ ὁ νυμφίος καὶ ὡς μηδέπω ἐν ὀφθαλμοῖς γενόμενος ὀφθήσεσθαι τῇ νύμφῃ διὰ τῆς φωνῆς ἐπαγγέλλεται. ὡς δ' ἂν σαφέστερον ἡμῖν τὸ νόημα γένοιτο, εἰκόνα τινὰ δι' ὑποδείγματος προσθήσω τῷ λόγῳ· ὥσπερ γὰρ εἴ τις πλησίον ἐκείνης γένοιτο τῆς πηγῆς, ἣν ἀναβαίνειν εἶπεν ἐκ τῆς γῆς κατ' ἀρχὰς ἡ γραφὴ τοσαύτην οὖσαν τὸ πλῆθος ὡς ἅπαν τῆς γῆς ἐπικλύζειν τὸ πρόσωπον, θαυμάσει μὲν ὁ τῇ πηγῇ πλησιάσας τὸ ἄπειρον ὕδωρ ἐκεῖνο τὸ πάντοτε αὐτῆς ἀνομβροῦν τε καὶ προχεόμενον, οὐ μὴν εἴποι ἂν ὅλον ἑωρακέναι τὸ ὕδωρ (πῶς γὰρ ἂν ἴδοι τὸ ἔτι τοῖς κόλποις τῆς γῆς ἐγκρυπτόμενον; ὥστε κἂν ἐπὶ πολὺ παραμείνῃ τῷ βρύοντι, ἀεὶ ἐν ἀρχαῖς ἐστι τῆς θεωρίας τοῦ ὕδατος· οὐ γὰρ παύεται τὸ ὕδωρ ἀεί τε ῥέον καὶ ἀεὶ τοῦ βρύειν ἀρχόμενον), οὕτως ὁ πρὸς τὸ θεῖον ἐκεῖνο καὶ ἀόριστον κάλλος βλέπων, ἐπειδὴ τὸ πάντοτε εὑρισκόμενον καινότερόν τε καὶ παραδοξότερον πάντως παρὰ τὸ ἤδη κατειλημμένον ὁρᾶται, θαυμάζει μὲν τὸ ἀεὶ προφαινόμενον, οὐδέποτε δὲ ἵσταται τῆς τοῦ ἰδεῖν ἐπιθυμίας διὰ τὸ πάντως τοῦ ἑωραμένου μεγαλοπρεπέστερόν τε καὶ θειότερον εἶναι τὸ προσδοκώμενον. διὰ τοῦτο οὖν καὶ ἐνταῦθα ἡ νύμφη ἀεὶ θαυμάζουσά τε καὶ ἐκπληττομένη τὸ γινωσκόμενον οὐδέποτε ἐν τοῖς ἐγνωσμένοις ἵστησι τοῦ θεωρουμένου τὸν πόθον. οὗ χάριν καὶ νῦν ὡς ἔτι 6.322 θυροκρουστοῦντος τοῦ λόγου αἰσθάνεται καὶ πρὸς τὴν ὑπακοὴν διανίσταται καί φησι Φωνὴ τοῦ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. Εἶτα ἡσυχίαν ταῖς ἀκοαῖς ἐνδοῦσα ἀκούει τοῦ διὰ τῆς φωνῆς προσηχήσαντος λόγου. ὁ δὲ λόγος τοιοῦτός ἐστιν· Ἄνοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυ χοί μου ψεκάδων νυκτός. τούτου δὲ τὴν διάνοιαν οὕτως ἄν τις καταλάβοι τῇ θεωρίᾳ· τῷ μεγάλῳ Μωϋσῇ διὰ φωτὸς ἤρξατο ἡ τοῦ θεοῦ ἐπιφάνεια, μετὰ ταῦτα διὰ νεφέλης αὐτῷ ὁ θεὸς διαλέγεται, εἶτα ὑψηλότερος καὶ τελειότερος ἤδη γενόμενος ἐν γνόφῳ τὸν θεὸν βλέπει. ὃ δὲ διὰ τούτου μανθάνο μεν τοιοῦτόν ἐστιν· ἡ πρώτη ἀπὸ τῶν ψευδῶν καὶ πεπλανη μένων περὶ θεοῦ ὑπολήψεων ἀναχώρησις ἡ ἀπὸ τοῦ σκότους εἰς φῶς ἐστι μετάστασις, ἡ δὲ προσεχεστέρα τῶν κρυπτῶν κατανόησις ἡ διὰ τῶν φαινομένων χειραγωγοῦσα τὴν ψυχὴν πρὸς τὴν ἀόρατον φύσιν οἷόν τις νεφέλη γίνεται τὸ φαινόμενον μὲν ἅπαν ἐπισκιάζουσα πρὸς δὲ τὸ κρύφιον 6.323 βλέπειν τὴν ψυχὴν χειραγωγοῦσα καὶ συνεθίζουσα, ἡ δὲ διὰ τούτων ὁδεύουσα πρὸς τὰ ἄνω ψυχή, ὅσον ἐφικτόν ἐστι τῇ ἀνθρωπίνῃ φύσει καταλιποῦσα, ἐντὸς τῶν ἀδύτων τῆς θεογνωσίας γίνεται τῷ θείῳ γνόφῳ πανταχόθεν διαληφθεῖσα, ἐν ᾧ τοῦ φαινομένου τε καὶ καταλαμβανομένου παντὸς