91
ἔξω καταλειφθέντος μόνον ὑπολείπεται τῇ θεωρίᾳ τῆς ψυχῆς τὸ ἀόρατόν τε καὶ ἀκατάληπτον, ἐν ᾧ ἐστιν ὁ θεός, καθώς φησι περὶ τοῦ νομοθέτου ὁ λόγος ὅτι Εἰσῆλθε δὲ Μωϋσῆς εἰς τὸν γνόφον οὗ ἦν ὁ θεός. Τούτων δὲ ἡμῖν οὕτω θεωρηθέντων σκεπτέον ἂν εἴη καὶ τῶν προκειμένων ἡμῖν ῥητῶν τὴν πρὸς τὰ εἰρημένα συγγένειαν. ἦν ὅτε μέλαινα ἦν ἡ νύμφη τοῖς ἀφωτίστοις δόγμασιν ἐσκοτισμένη παραβλέψαντος αὐτὴν τοῦ ἡλίου τοῦ διὰ τῶν πειρασμῶν τὴν ἄρριζον ἐπὶ τῶν πετρῶν σπορὰν ἐπικαίοντος, ὅτε τῶν ἐν αὐτῇ μαχεσαμένων ἡττηθεῖσα τὸν ἀμπελῶνα τὸν ἑαυτῆς οὐκ ἐφύλαξεν, ὅτε ἑαυτὴν ἀγνοήσασα τὰς τῶν ἐρίφων ἀγέλας ἀντὶ τῶν προβάτων ἐποίμαινεν. ἀλλ' ἐπειδὴ τῆς πρὸς τὸ κακὸν συμφυΐας ἑαυτὴν ἀποσπάσασα διὰ τοῦ μυστικοῦ ἐκείνου φιλήματος τῇ πηγῇ τοῦ φωτὸς προσαγαγεῖν τὸ στόμα ἐπόθησε, τότε καλὴ γίνεται τῷ 6.324 φωτὶ τῆς ἀληθείας περιλαμφθεῖσα καὶ τὸ μέλαν τῆς ἀγνοίας ἀποκλυσαμένη τῷ ὕδατι. εἶτα ἵππῳ ὁμοιοῦται διὰ τὸ εὔδρομον καὶ τῇ περιστερᾷ διὰ τὸ τάχος τῆς πτήσεως. δι' ὧν πᾶν τὸ καταλαμβανόμενόν τε καὶ φαινόμενον ὡς ἵππος διαδραμοῦσα καὶ ὡς περιστερὰ διαπτᾶσα πρότερον μὲν τῇ σκιᾷ τοῦ μήλου μετὰ ἐπιθυμίας ἐπαναπαύεται μῆλον ἀντὶ νεφέλης τὸ ἐπισκιάζον κατονομάσασα, νῦν δὲ ἤδη ὑπὸ τῆς θείας νυκτὸς περιέχεται, καθ' ἣν ὁ νυμφίος παραγίνεται μὲν οὐ φαίνεται δέ. πῶς γὰρ ἂν ἐν νυκτὶ φανείη τὸ μὴ ὁρώμενον; ἀλλ' αἴσθησιν μέν τινα δίδωσι τῇ ψυχῇ τῆς παρουσίας, ἐκφεύγει δὲ τὴν ἐναργῆ κατανόησιν τῷ ἀοράτῳ τῆς φύσεως ἐγκρυπτόμενος. τίς τοίνυν ἐστὶν ἡ γινομένη τῇ ψυχῇ διὰ τῆς νυκτὸς ταύτης μυσταγωγία; ἅπτεται τῆς θύρας ὁ λόγος. θύραν δὲ νοοῦμεν τὴν στοχαστικὴν τῶν ἀρρήτων διάνοιαν, δι' ἧς εἰσοικίζεται τὸ ζητούμενον. ἔξω τοίνυν ἑστῶσα τῆς φύσεως ἡμῶν ἡ ἀλήθεια διὰ τῆς ἐκ μέρους γνώσεως, καθώς φησιν ὁ ἀπόστολος, ἐν ὑπονοίαις τισὶ καὶ αἰνίγμασι θυροκρουστεῖ τὴν διάνοιαν Ἄνοιξον λέγουσα καὶ μετὰ τῆς προτροπῆς ὑποτιθεμένη τὸν τρόπον, ὅπως ἀνοιγῆναι προσήκει τὴν θύραν, οἷόν τινας κλεῖς ὀρέγουσα τὰ καλὰ ταῦτα ὀνόματα, δι' ὧν τὸ κεκλεισμένον ἀνοίγεται· κλεῖδες γάρ εἰσιν ἄντικρυς αἱ τῶν ὀνομάτων 6.325 τούτων ἐμφάσεις αἱ τὰ κρυπτὰ διανοίγουσαι· ἀδελφὴ καὶ πλησίον καὶ περιστερὰ καὶ τελεία. εἰ γὰρ βούλει σοι, φησίν, ἀνοιγῆναι τὴν θύραν καὶ ἐπαρθῆναι τῆς ψυχῆς σου τὰς πύλας, ἵνα εἰσέλθῃ ὁ βασιλεὺς τῆς δόξης, χρή σε ἀδελφήν μου γενέσθαι ἐν τῷ τὰ θελήματά μου τῇ ψυχῇ παραδέξασθαι, καθὼς ἐν τῷ εὐαγγελίῳ φησὶν ἀδελφὸν αὐτοῦ καὶ ἀδελφὴν γίνεσθαι τὸν ἐν τοῖς θελήμασιν αὐτοῦ ζῶντα, χρὴ δέ σε καὶ προσεγγίσαι τῇ ἀληθείᾳ καὶ πλησίον ἀκριβῶς γενέσθαι, ὥστε μηδενὶ μέσῳ διατειχίζεσθαι καὶ ἐν τῇ φύσει τῆς περιστερᾶς ἔχειν τὸ τέλειον, τοῦτο δέ ἐστι τὸ ἀνελλιπῆ τε καὶ πεπληρωμένην εἶναι πάσης ἀκακίας καὶ καθαρότητος. ταῦτα λαβοῦσα, ὦ ψυχή, οἷόν τινας κλεῖς τὰ ὀνόματα ἄνοιξον δι' αὐτῶν τῇ ἀληθείᾳ τὴν εἴσοδον ἀδελφὴ γενομένη καὶ πλησίον καὶ περιστερὰ καὶ τελεία. ἔσται δέ σοι τὸ κέρδος ἐκ τοῦ εἰσδέξασθαί με καὶ εἰσοικίσασθαι ἡ ἐκ τῆς κεφαλῆς μου δρόσος, ἧς πλήρης εἰμί, καὶ αἱ τῆς νυκτὸς ψεκάδες αἱ τῶν βοστρύχων τῶν ἐμῶν ἀπορρέουσαι. ἐκ τούτων δὲ τὸ μὲν ἴασιν εἶναι τὴν δρόσον παρὰ τοῦ προφήτου σαφῶς μεμαθήκαμεν ὅς φησιν ὅτι Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, αἱ δὲ τῆς νυκτὸς ψεκάδες τῆς προθεωρηθείσης ἔχονται διανοίας· οὐ γάρ ἐστι δυνατὸν τὸν ἐντὸς τῶν ἀδύτων τε 6.326 καὶ ἀθεωρήτων γενόμενον ὄμβρῳ τινὶ τῆς γνώσεως ἐντυχεῖν ἢ χειμάρρῳ, ἀλλ' ἀγαπητὸν εἰ λεπταῖς τισι καὶ ἀμυδραῖς διανοίαις ἐπιψεκάζοι τὴν γνῶσιν αὐτῶν ἡ ἀλήθεια διὰ τῶν ἁγίων τε καὶ θεοφορουμένων τῆς λογικῆς σταγόνος ἀπορρεούσης. βοστρύχους γὰρ οἶμαι τῆς τοῦ παντὸς κεφαλῆς ἐξηρτη μένους τροπικῶς ὀνομάζεσθαι προφήτας καὶ εὐαγγελιστὰς καὶ ἀποστόλους, ὧν ἕκαστος ὅσον ἐχώρουν ἐκ τῶν σκοτεινῶν τε καὶ ἀποκρύφων καὶ ἀοράτων θησαυρῶν ἀρυόμενοι ἡμῖν μὲν ποταμοὶ γίνονται πλήρεις ὑδάτων. ὡς δὲ πρὸς τὴν ὄντως ἀλήθειαν δροσώδεις εἰσὶ ψεκάδες, κἂν τῷ πλήθει τε καὶ μεγέθει τῆς διδασκαλίας