1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

92

πλημύρωσιν. οἷος ὁ Παῦλος ἦν ποταμὸς ὑπὲρ τὸν οὐρανὸν τοῖς τῶν νοημάτων κύμασι κορυφούμενος ἕως τρίτου οὐρανοῦ, ἕως τοῦ παραδείσου, ἕως τῶν ἀρρήτων τε καὶ ἀνεκφωνήτων ῥημάτων καὶ διὰ πάσης τῆς τοιαύτης μεγαληγορίας πελαγίζων τῷ λόγῳ δείκνυσι πάλιν ὅτι ψεκάς τίς ἐστι δροσώδης ὁ λόγος οὗτος συγκρίσει τοῦ ὄντως λόγου, δι' ὧν φησιν ὅτι Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· καὶ Εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι· καὶ Ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι. εἰ τοίνυν ἡ ἰκμὰς τῆς δρόσου καὶ ἡ τῶν βοστρύχων ψεκὰς ποταμοὶ δοκοῦσι 6.327 καὶ πελάγη καὶ κύματα πρὸς τὴν ἡμετέραν κρινόμενα δύναμιν, τί χρὴ περὶ τῆς πηγῆς ἐκείνης λογίσασθαι τῆς εἰπούσης ὅτι Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω; αὐτὸς ἕκαστος τῶν ἀκουόντων δι' ἀναλογίας τῶν εἰρημένων στοχασμὸν λαμβανέτω τοῦ θαύματος. εἰ γὰρ ἡ ψεκὰς εἰς ποταμῶν ἐξήρκεσε γένεσιν, τί αὐτὸν τὸν τοῦ θεοῦ ποταμὸν διὰ τῆς ψεκάδος ταύτης ἔστιν ἀναλογίσασθαι; Ἴδωμεν δὲ καὶ πῶς ὑπακούει τῷ λόγῳ ἡ νύμφη, πῶς ἀνοίγει τῷ νυμφίῳ τὴν εἴσοδον. Ἐξεδυσάμην, φησί, τὸν χιτῶνά μου· πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου· πῶς μολυνῶ αὐτούς; καλῶς ἤκουσε τοῦ κελεύσαντος ἀδελφὴν αὐτὴν καὶ πλησίον γενέσθαι καὶ περιστερὰν καὶ τελείαν, ἵνα διὰ τούτων εἰσοικισθῇ τῇ ψυχῇ ἡ ἀλήθεια· ἐποίησε γὰρ ἅπερ ἤκουσεν ἐκδυσαμένη τὸν δερμάτινον ἐκεῖνον χιτῶνα, ὃν μετὰ τὴν ἁμαρτίαν περιεβάλετο, καὶ ἀπονιψαμένη τῶν ποδῶν τὸ γεῶδες, ᾧ ἐνειλήθη ἀπὸ τῆς ἐν παραδείσῳ διαγωγῆς εἰς τὴν γῆν ἀναλύσασα, ὅτε ἤκουσεν ὅτι Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. διὰ τούτων ἤνοιξεν ἐπὶ τὴν ψυχὴν τῷ λόγῳ τὴν εἴσοδον διασταλέντος τοῦ τῆς 6.328 καρδίας παραπετάσματος, τουτέστι τῆς σαρκός. σάρκα δὲ εἰπὼν τὸν παλαιὸν λέγω ἄνθρωπον, ὃν ἐκδύσασθαί τε καὶ ἀποθέσθαι κελεύει ὁ θεῖος ἀπόστολος τοὺς μέλλοντας τῷ λουτρῷ τοῦ λόγου τὸν ῥύπον τῶν βάσεων τῆς ψυχῆς ἀποκλύ ζεσθαι. οὐκοῦν ὁ τὸν παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπον καὶ περιελὼν τῆς καρδίας τὸ κάλυμμα, ἤνοιξε τῷ λόγῳ τὴν εἴσοδον, ὃν ἐντὸς γενόμενον ἔνδυμα ποιεῖται ἑαυτῆς ἡ ψυχὴ κατὰ τὴν τοῦ ἀποστόλου ὑφήγησιν, ὃς κελεύει τὸν ἐκδυσάμενον τὴν ῥακώδη τοῦ παλαιοῦ ἀνθρώπου περιβολὴν Ἐνδύσασθαι τὸν καινὸν χιτῶνα τὸν κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· Ἰησοῦν δὲ λέγει εἶναι τὸ ἔνδυμα. ἡ δὲ ὁμολογία τῆς νύμφης τοῦ μηκέτι τὸν ἀποβληθέντα χιτῶνα πάλιν ἀναλαμβάνειν, ἀλλ' ἀρκεῖσθαι τῷ ἑνὶ χιτῶνι κατὰ τὸν δοθέντα τοῖς μαθηταῖς νόμον, ὃν διὰ τῆς ἄνωθεν γεννήσεως ἀνακαινισθεῖσα μετημφιάσατο, βεβαιοῖ τοῦ κυρίου τὸν λόγον τὸν κελεύοντα τοὺς ἅπαξ τῷ θείῳ κοσμηθέντας ἐνδύματι μηκέτι ἐπενδύσασθαι τὸν τῆς ἁμαρτίας χιτῶνα, μηδὲ δύο χιτῶνας ἔχειν, ἀλλὰ τὸν ἕνα μόνον, ἵνα μὴ δύο περὶ τὸν αὐτὸν ὦσιν οἱ ἀσύμβατοι πρὸς ἀλλήλους χιτῶνες. τίς γὰρ κοινωνία τῷ σκοτεινῷ ἐνδύματι πρὸς τὸ φωτοειδές 6.329 τε καὶ ἄϋλον; οὐ μόνον δὲ τοῦτό φησιν ὁ νόμος τὸ μὴ δεῖν δύο χιτῶνας ἔχειν, ἀλλὰ μηδὲ ἐπιρράπτειν τὸ καινὸν ὕφασμα τῷ παλαιῷ ἱματίῳ, ἵνα μὴ χείρων γένηται ἡ ἀσχημοσύνη τοῦ τὸ τοιοῦτον περιβαλλομένου μήτε τοῦ ἐνραφέντος μείναντος καὶ τοῦ παλαιοῦ χεῖρον τὸ σχίσμα παθόντος καὶ δυσθεράπευτον· Αἴρει γάρ, φησί, τὸ πλήρωμα τὸ καινὸν τοῦ παλαιοῦ καὶ χεῖρον σχίσμα γίνεται, ὡς δημοσιεύεσθαι δι' αὐτοῦ τὰ ἀσχήμονα. διὰ τοῦτό φησιν Ἐξεδυσάμην τὸν χιτῶνά μου· πῶς ἐνδύσομαι αὐτόν; τίς γὰρ ἂν βλέπων περὶ ἑαυτὸν τὸν ἡλιοειδῆ τοῦ κυρίου χιτῶνα τὸν διὰ καθαρότητος καὶ ἀφθαρσίας ἱστουργηθέντα, οἷον ἐπὶ τῆς <ἐπὶ> τοῦ ὄρους μεταμορφώσεως ἔδειξεν, εἶτα καταδέχεται τὸ πτωχόν τε καὶ ῥακῶδες ἱμάτιον ἑαυτῷ περιθεῖναι, ὅπερ ὁ μέθυσος καὶ πορνοκόπος, καθὼς ἡ Παροιμία φησί, περιβάλλεται; Ἀλλ' οὐδὲ τοὺς πόδας νιψαμένη πάλιν τῇ βάσει τὸν ἐκ τῆς γῆς μολυσμὸν παραδέχεται· Ἐνιψάμην γάρ, φησί, τοὺς πόδας μου· πῶς μολυνῶ αὐτούς; οὐδὲ γὰρ Μωϋσῆς τῷ θείῳ προστάγματι τῆς νεκρᾶς τῶν δερμάτων περιβολῆς ἐλευθερώ 6.330 σας τοὺς πόδας, ὅτε τῆς ἁγίας τε καὶ πεφωτισμένης ἐπέβαινε γῆς, πάλιν ἱστορεῖται