1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

93

διαλαβὼν τοὺς πόδας τοῖς ὑποδήμασιν, ὅς γε καὶ τὴν ἱερατικὴν ἐσθῆτα κατὰ τὸν τύπον τὸν ἐν τῷ ὄρει δειχθέντα φιλοτεχνήσας, χρυσοῦ καὶ πορφύρας καὶ βύσσου καὶ ὑακίνθου καὶ κόκκου τὰς αὐγὰς συγκεράσας ἐν τῷ ὑφάσματι, ὥστε σύμμικτον ἐκ πάντων ἀπαστράπτειν τὸ κάλλος, οὐδένα τοῖς ποσὶ κόσμον ἐπετεχνήσατο, ἀλλ' ἦν καλλωπισμὸς τοῦ ἱερατικοῦ ποδὸς τὸ γυμνὸν εἶναι πάσης περιβολῆς καὶ ἐλεύθερον· χρὴ γὰρ τὸν ἱερέα πάντως ἐπὶ τῆς ἁγίας βεβηκέναι γῆς, ἧς μετὰ νεκρῶν δερμάτων ἐπιβατεύειν οὐ θέμις. διὰ τοῦτο καὶ τοῖς μαθηταῖς ὁ κύριος ἀπαγορεύει τὰ ὑποδήματα, ἐπειδὴ κελεύει αὐτοὺς εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθαι ἀλλὰ διὰ τῆς ἁγίας ὁδοῦ προϊέναι. οὐκ ἀγνοεῖς δὲ πάντως τὴν ἁγίαν ὁδόν, δι' ἧς οἱ μαθηταὶ τρέχειν κελεύονται, μαθὼν παρὰ τοῦ εἰπόντος ὅτι Ἐγώ εἰμι ἡ ὁδός, ἧς οὐκ ἔστιν ἅψασθαι τὸν μὴ ὑπολυσάμενον τὴν τοῦ νεκροῦ ἀνθρώπου περιβολήν. ἐπεὶ οὖν ἐν ταύτῃ ἐγένετο τῇ ὁδῷ ἡ νύμφη, ἐν ᾗ τῶν δι' αὐτῆς περιπατούντων ὁ κύριος νίπτει τοὺς πόδας τῷ ὕδατι καὶ ἐκμάσσει τῷ λεντίῳ ᾧ διεζώσατο (δύναμις δέ ἐστι καθαρτικὴ τῶν ἁμαρτιῶν τὸ τοῦ κυρίου διάζωσμα· Ἐνεδύσατο γάρ, φησί, κύριος δύναμιν καὶ περιεζώσατο), διὰ τοῦτο καθαρθεῖα τοὺς πόδας ἐπὶ τῆς ὁδοῦ τῆς βασιλικῆς ἑαυτὴν φυλάσσει οὐκ 6.331 ἐκκλίνουσα εἰς δεξιὰ ἢ εἰς ἀριστερά, ἵνα μὴ καθ' ἑκάτερον ἔξω τῆς ὁδοῦ παρενεγκοῦσα τὸ ἴχνος μολύνῃ τῷ πηλῷ τὸν πόδα. νοεῖς δὲ πάντως τὸ διὰ τῶν εἰρημένων δηλούμενον ὅτι ἡ ἅπαξ διὰ τοῦ βαπτίσματος ὑπολυσαμένη τὰ ὑποδήματα (ἴδιον γὰρ τοῦ βαπτίζοντος ἔργον τὸ λύειν τοὺς ἱμάντας τῶν ὑποδεδεμένων, καθὼς Ἰωάννης διεμαρτύρατο μὴ δύνασθαι τοῦτο ἐπὶ μόνου τοῦ κυρίου ποιῆσαι· πῶς γὰρ ἂν ἔλυσε τὸν μηδὲ τὴν ἀρχὴν τῷ ἱμάντι τῆς ἁμαρτίας ἐνδεδε μένον;) αὕτη τοὺς πόδας ἐνίψατο πάντα γήϊνον ῥύπον συναποβαλοῦσα τοῖς ὑποδήμασιν. φυλάσσει τοίνυν ἐπὶ τῆς πεπλακωμένης ὁδοῦ τὴν βάσιν ἀμόλυντον, ὡς καὶ ὁ ∆αβὶδ ἐποίει, ὅτε τοῦ πηλοῦ τὴν ἰλὺν ἀποκλυσάμενος ἐπὶ τῆς πέτρας ἔστησε τοὺς ἑαυτοῦ πόδας οὕτως εἰπὼν τῷ λόγῳ ὅτι Ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου. πέτραν δὲ νοοῦμεν τὸν κύριον ὅς ἐστι φῶς καὶ ἀλήθεια καὶ ἀφθαρσία καὶ δικαιοσύνη, δι' ὧν ἡ πνευματικὴ 6.332 ὁδὸς διαπλακοῦται. ὧν ὁ μὴ παρατραπεὶς καθ' ἑκάτερον καθαρὸν διασῴζει τὸ ἴχνος οὐδαμόθεν τῷ πηλῷ τῆς ἡδονῆς μολυνόμενον. ταῦτά ἐστι κατά γε τὸν ἐμὸν λόγον, δι' ὧν ἡ θύρα τῷ λόγῳ παρὰ τῆς νύμφης ἀνοίγεται· ἡ γὰρ ὁμολογία τοῦ μηκέτι ἀναλαβεῖν τὸν ἀποβληθέντα πηλὸν μηδὲ τῇ πορείᾳ τοῦ βίου τὸν γεώδη μολυσμὸν παραδέξασθαι εἴσοδος γίνεται τοῦ ἁγιασμοῦ ἐπὶ τὴν οὕτω παρεσκευασμένην ψυχήν. ἁγιασμὸς δὲ ὁ κύριος. καὶ τοῦτο μὲν τοῖς εἰρημένοις ἐπεραιώθη τὸ νόημα. Πάλιν δὲ μετὰ τοῦτο τῆς ὑπερκειμένης ἀναβάσεως ἅπτεται ἡ ψυχὴ οὐκέτι φωνῆς τὴν καρδίαν θυροκρουστούσης ἀλλ' αὐτῆς τῆς θείας χειρὸς διὰ τῆς ὀπῆς ἐπὶ τὰ ἐντὸς παραδύσης· Ἀδελφιδός μου γάρ, φησίν, ἀπέστειλε τὴν χεῖρα αὐτοῦ διὰ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν. δῆλον δὲ πάντως ἐστὶ τῷ συνετῶς ἐπαΐοντι, ὅσον πλεονάζει τῷ ὕψει τὰ νῦν εἰρημένα παρὰ τὰ πρότερον· Ἄνοιξον λέγει πρὸς τὴν νύμφην ὁ λόγος· δίδωσιν αὐτῇ διὰ τῶν θείων ὀνομάτων τοῦ ἀνοῖξαι τὴν δύναμιν· ὑπακούει τῷ λόγῳ ἡ νύμφη (γίνεται γὰρ ὅπερ ἤκουσεν· ἀδελφὴ καὶ πλησίον καὶ περιστερὰ καὶ τελεία)· ἀποδύεται τὸν δερμάτινον ἐκεῖνον χιτῶνα καὶ τὸν ῥύπον τῶν ποδῶν ἀπονίπτεται καὶ οὔτε τὸ εἰδεχθὲς καὶ ῥωγαλέον ἐκεῖνο ἱμάτιον πάλιν ἑαυτῇ περιτίθησιν 6.333 οὔτε τῇ γῇ πρὸς τὸ λοιπὸν ἐναπερείδει τὸ ἴχνος· ἤκουσεν οὖν αὐτοῦ τῆς φωνῆς καὶ τῷ προστάγματι πείθεται· ἀνοίγει τὴν θύραν περιελομένη τῆς καρδίας τὸ κάλυμμα· διέσχε τῆς θύρας τὸ τῆς σαρκὸς παραπέτασμα· πᾶσα ἠνοίγη τῆς ψυχῆς ἡ πύλη, ἵνα εἰσέλθῃ ὁ βασιλεὺς τῆς δόξης. ἀλλ' ἡ τῆς πύλης εὐρυχωρία μικρά τις ἀπεδείχθη τρυμαλιὰ στενὴ καὶ βραχεῖα, δι' ἧς οὐκ αὐτὸς ὁ νυμφίος ἀλλ' ἡ χεὶρ αὐτοῦ μόγις ἐχώρησεν, ὥστε δι' αὐτῆς ἐπὶ τὸ ἐντὸς γενέσθαι καὶ ἅψασθαι τῆς ἐπιθυμούσης τὸν