1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

94

νυμφίον ἰδεῖν, ἣ τοσοῦτον ἐκέρδανε μόνον ὅσον γνῶναι ὅτι ἡ χεὶρ ἐκείνη τοῦ ποθουμένου ἐστίν. οἷα δὲ ἡμῖν ὑποδείκνυται δόγματα διὰ τῆς ἐν τοῖς εἰρημένοις φιλοσοφίας μάθοιμεν ἄν, εἰ μικρὸν τῷ λόγῳ προσδιατρίψαιμεν· ἡ ἀνθρωπίνη ψυχὴ δύο φύσεων οὖσα μεθόριος, ὧν ἡ μὲν ἀσώματός ἐστι καὶ νοερὰ καὶ ἀκήρατος ἡ δὲ ἑτέρα σωματικὴ καὶ ὑλώδης καὶ ἄλογος, ἐπειδὰν τάχιστα τῆς πρὸς τὸν παχύν τε καὶ γεώδη βίον σχέσεως 6.334 ἐκκαθαρθεῖσα δι' ἀρετῆς ἀναβλέψῃ πρὸς τὸ συγγενὲς καὶ θειότερον, οὐ παύεται διερευνωμένη καὶ ἀναζητοῦσα τὴν τῶν ὄντων ἀρχήν, τίς ἡ τοῦ κάλλους τῶν ὄντων πηγή, πόθεν βρύει ἡ δύναμις, τί τὸ πηγάζον τὴν ἐμφαινομένην τοῖς οὖσι σοφίαν. πάντας δὲ λογισμοὺς καὶ πᾶσαν ἐρευνητικὴν νοη μάτων δύναμιν ἀνακινοῦσα καὶ περιεργαζομένη καταλαβεῖν τὸ ζητούμενον ὅρον ποιεῖται τῆς καταλήψεως τοῦ θεοῦ τὴν ἐνέργειαν μόνην τὴν μέχρις ἡμῶν κατιοῦσαν, ἧς διὰ τῆς ζωῆς ἡμῶν αἰσθανόμεθα. καὶ ὥσπερ τὸ τῷ ὕδατι συνανα διδόμενον ἐκ τῆς γῆς πνεῦμα οὐχ ἵσταται περὶ τὸν πυθμένα τῆς λίμνης, ἀλλὰ πομφόλυξ γενόμενον ἐπὶ τὸ ἄνω πρὸς τὸ συγγενὲς ἀνατρέχει καί, ὅταν διέλθῃ τὴν ἄκραν τοῦ ὕδατος ἐπιφάνειαν καὶ καταμιχθῇ πρὸς τὸν ἀέρα, τότε τῆς ἐπὶ τὸ ἄνω κινήσεως ἵσταται, τοιοῦτόν τι πάσχει καὶ ἡ τὰ θεῖα διερευνωμένη ψυχή· ἐπειδὰν ἐκ τῶν κάτωθεν πρὸς τὴν τῶν ὑπερκειμένων γνῶσιν ἑαυτὴν ἀνατείνῃ, τὰ τῆς ἐνεργείας αὐτοῦ θαύματα καταλαβοῦσα περαιτέρω προελθεῖν διὰ τῆς πολυπραγμοσύνης τέως οὐ δύναται, ἀλλὰ θαυμάζει καὶ 6.335 σέβεται τὸν ὅτι ἔστι μόνον δι' ὧν ἐνεργεῖ γινωσκόμενον. ὁρᾷ τὸ οὐράνιον κάλλος, τὰς τῶν φωστήρων αὐγάς, τὴν ὀξεῖαν τοῦ πόλου κυκλοφορίαν, τὴν εὔτακτόν τε καὶ ἐναρμόνιον τῶν ἐντὸς ἄστρων περιφοράν, τὸν ἐνιαύσιον κύκλον τέσσαρσι καιροῖς εἰς ἑαυτὸν ἀναστρέφοντα, τὴν γῆν συνδιατιθεμένην τῷ περιέχοντι καὶ τῇ διαφορᾷ τῆς τῶν ὑπερκειμένων κινήσεως τὰς ἰδίας ἐνεργείας συνεξαλλάσσουσαν, τάς τε πολυειδεῖς ἐν τοῖς ζῴοις φύσεις τῶν τε καθ' ὕδατος διαιτωμένων καὶ τῶν τὴν διαέριον ἀπολαχόντων φορὰν καὶ οἷς χερσαῖος ὁ βίος, τάς τε παντοδαπὰς τῶν φυτῶν ἰδέας καὶ τὰς ποικίλας πόας ποιότητι καὶ δυνάμει καὶ σχήματι ἀλλήλων διαφερούσας καὶ τὰς τῶν καρπῶν τε καὶ χυμῶν ἰδιότητας· <ταῦτα τοίνυν> καὶ τὰ ἄλλα, δι' ὧν ἡ ἐνέργεια τοῦ θεοῦ διαδείκνυται, βλέπουσα ἡ ψυχὴ διὰ τοῦ θαύματος τῶν φαινομένων ἀναλογίζεται τῇ διανοίᾳ τὸν διὰ τῶν ἔργων νοούμενον ὅτι 6.336 ἔστιν. ἴσως δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, ὅταν παρέλθῃ πᾶν τὸ ὁρώμενον κατὰ τὴν τοῦ κυρίου φωνήν, ὅς φησιν ὅτι Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, καὶ εἰς ἐκείνην μετέλθωμεν τὴν ζωήν, ἣ ὑπὲρ ὀφθαλμόν τέ ἐστι καὶ ἀκοὴν καὶ διάνοιαν, τότε οὐκέτι ἐκ μέρους διὰ τῶν ἔργων ἐπιγνωσόμεθα τὴν τοῦ ἀγαθοῦ φύσιν ὥσπερ καὶ νῦν οὐδὲ διὰ τῆς τῶν φαινομένων ἐνεργείας τὸ ὑπερκείμενον νοηθήσεται, ἀλλ' ἑτέρως καταλη φθήσεται πάντως τὸ εἶδος τῆς ἀφράστου μακαριότητος καὶ ἄλλος τρόπος τῆς ἀπολαύσεως, ὃς νῦν Ἐπὶ καρδίαν ἀνθρώπου ἀναβῆναι φύσιν οὐκ ἔχει. τέως δὲ νῦν ὅρος τῇ ψυχῇ τῆς τοῦ ἀφράστου γνώσεώς ἐστιν ἡ ἐμφαινομένη τοῖς οὖσιν ἐνέργεια, ἣν χεῖρα λέγεσθαι τροπικῶς ἐνοήσαμεν. τοῦτο τοίνυν ἡμῖν τὸ δόγμα διὰ τῶν θείων τούτων λογίων πεφιλοσόφηται, δι' ὧν ἡ καθαρὰ ψυχή, οὐκέτι τοῦ γηΐνου τε καὶ ὑλικοῦ βίου ἐπιβατεύουσα, ἵνα μὴ μολύνῃ ἑαυτῆς τὸ ἴχνος τοῖς κάτω ἐνερειδόμενον, προσδοκήσασα αὐτὸν ὑποδέξασθαι τὸν νυμφίον ὅλον ἐν τῷ οἴκῳ γενόμενον, ἠγάπησε μόνην τέως τὴν χεῖρα θεασαμένη, δι' ἧς ἑρμηνεύεται ἡ ἐνεργητικὴ αὐτοῦ δύναμις· Ἀδελφιδός μου γάρ, φησίν, ἀπέστειλε τὴν χεῖρα 6.337 αὐτοῦ διὰ τῆς ὀπῆς. οὐ γὰρ χωρεῖ ἡ ἀνθρωπίνη πενία τὴν ἀόριστόν τε καὶ ἀπερίληπτον φύσιν ἐν ἑαυτῇ δέξασθαι. Ἡ δὲ κοιλία μου, φησίν, ἐθροήθη ἐπ' αὐτόν. ἔκπληξίν τινα σημαίνει καὶ ξενισμὸν ἐπὶ τῷ φανέντι θαύματι τὸ τῆς θροήσεως ὄνομα· πᾶσα γὰρ αὐτῆς ἡ διανοητικὴ δύναμις συνεκινήθη πρὸς τὸ θαῦμα τῶν διὰ τῆς θείας χειρὸς ἐνεργου μένων, ὧν ἡ κατανόησις ὑπερκειμένη τῆς ἀνθρωπίνης δυνάμεως τὸ ἀκατάληπτόν τε