1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

95

καὶ ἀχώρητον τῆς τοῦ ἐνεργοῦν τος φύσεως δι' ἑαυτῆς ἑρμηνεύει. πᾶσα γὰρ ἡ τῶν ὄντων κτίσις τῆς χειρὸς ἐκείνης τῆς διὰ τῆς ὀπῆς ἡμῖν φανερωθείσης ἔργον ἐστίν, ὡς ὁ Ἰωάννης τε βοᾷ λέγων καὶ ὁ προφήτης τῷ εὐαγγελίῳ συμφθέγγεται· ὁ μὲν γάρ φησιν ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, ὁ δὲ προφήτης χεῖρα ὀνομάζει τὴν ποιη τικὴν τῶν ὄντων δύναμιν εἰπὼν ὅτι Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα. εἰ οὖν τῆς ἐνεργείας ἐκείνης ἔργα τά τε ἄλλα πάντα καὶ τὰ οὐράνια κάλλη, οὔπω δὲ κατείληφεν ἡ ζητητικὴ τοῦ ἀνθρώπου διάνοια, τί κατ' οὐσίαν ὁ οὐρανός ἐστιν ἢ ὁ ἥλιος ἢ ἄλλο τι τῶν φαινομένων ἐν τῇ κτίσει θαυμάτων, τούτου χάριν θροεῖται πρὸς τὴν θείαν ἐνέργειαν ἡ καρδία, ὅτι εἰ ταῦτα καταλαβεῖν οὐ χωρεῖ, πῶς τὴν ὑπερκειμένην τούτων καταλήψεται φύσιν; 6.338 Τάχα δέ τις καὶ ἄλλως μεταλαβὼν τὰ τῶν εἰρημένων αἰνίγματα οὐκ ἔξω τοῦ εἰκότος προάξει τὴν θεωρίαν· οἶμαι γὰρ οἶκον νοεῖσθαι τῆς νύμφης πᾶσαν τὴν ἀνθρωπίνην ζωήν, ταύτῃ δὲ τὴν χεῖρα τὴν πάντων τῶν ὄντων ποιητικὴν ἐνδημήσασαν πρὸς τὸ βραχύ τε καὶ οὐτιδανὸν τοῦ ἀνθρωπίνου βίου ἑαυτὴν συστεῖλαι διὰ τοῦ μετασχεῖν τῆς φύσεως ἡμῶν Κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας, ἐν ἡμῖν δὲ γενομένην θρόησιν ἐμποιῆσαι καὶ ξενισμὸν ταῖς ψυχαῖς· πῶς ὁ θεὸς ἐν σαρκὶ φανεροῦται; πῶς ὁ λόγος γίνεται σάρξ; πῶς ἐν παρθενίᾳ τόκος καὶ ἐν μητρὶ παρθενία; πῶς τῷ σκότει τὸ φῶς καταμίγνυται καὶ τῷ θανάτῳ ἡ ζωὴ κατακίρνα; πῶς χωρεῖ ἡ βραχεῖα τοῦ βίου τρυμαλιὰ τὴν περιεκτικὴν πάντων τῶν ὄντων χεῖρα ἐν ἑαυτῇ δέξασθαι, ᾗ πᾶς ὁ οὐρανὸς ἐκμετρεῖται καὶ ἡ γῆ πᾶσα καὶ τὸ ὕδωρ ἅπαν ἐμπεριέχεται; εἰκὸς τοίνυν τὴν τοῦ εὐαγγελίου χάριν διὰ τοῦ τῆς χειρὸς αἰνίγματος προφητικῶς ἡμῖν ὑπὸ τῆς νύμφης διασημαίνεσθαι· ὅτε γὰρ ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη ὁ κύριος, τὸ καθαρόν τε καὶ ἄϋλον τοῦ νυμφίου κάλλος καὶ τὴν τοῦ λόγου θεότητα καὶ τὴν τοῦ ἀληθινοῦ φωτὸς λαμπηδόνα διὰ τῆς τῶν ἐνεργειῶν χειρὸς ἐγνωρίσαμεν· χεῖρα γὰρ νοοῦμεν τὴν τῶν θαυμάτων ἀπεργαστικὴν αὐτοῦ δύναμιν, 6.339 δι' ἧς ἐζωοποιοῦντο μὲν οἱ νεκροὶ καὶ τῶν τυφλῶν αἱ ὄψεις ἀποκαθίσταντο καὶ τὸ τῆς λέπρας πάθος ἐφυγαδεύετο καὶ πᾶν εἶδος ἀνιάτου καὶ χαλεπῆς ἀρρωστίας ἀπεχώρει τῶν σωμάτων διὰ προστάγματος. Προτεθείσης δὲ ἡμῖν τῆς διπλῆς ταύτης ἐπὶ τῇ χειρὶ θεωρίας, ὧν ἡ μὲν ὑποτίθεται τὴν θείαν φύσιν ἀκατάληπτον οὖσαν παντελῶς καὶ ἀνείκαστον διὰ μόνης τῆς ἐνεργείας γινώσκεσθαι, ἡ δὲ τὴν εὐαγγελικὴν χάριν προαναφωνεῖσθαι λέγει διὰ τῶν λόγων τούτων ὑπὸ τῆς νύμφης, ἐπὶ τῷ ἀκροατῇ ποιησόμεθα τὴν προσφυεστέραν τε καὶ μᾶλλον τοῖς ὑποκειμένοις ἁρμόζουσαν πρὸ τῆς ἑτέρας ἐκλέξασθαι. πλὴν ὅτιπερ ἂν νομισθῇ ψυχωφελέστερον εἶναι, γένοιτο ἂν ἡμῖν δι' ἑκατέρου τῶν εἰρημένων αὐτάρκης ἡ πρὸς τὸ ἀγαθὸν ὁδηγία· ἐκ μὲν γὰρ τοῦ γνῶναι, ὅτι τοῦ θεοῦ τὸ γνωστὸν κατὰ τὴν τοῦ Παύλου φωνὴν διὰ τῆς τοῦ κόσμου κτίσεως νοούμενον καθορᾶται, τῆς περὶ τῶν ἀκαταλήπτων πολυπραγμοσύνης φεισόμεθα, ὡς ἂν μὴ διὰ τοῦ φυσιολογεῖσθαι τὴν ἀνέφικτόν τε καὶ ἀνεκφώνητον φύσιν ὕλην λάβοι κατὰ τῆς ἀληθείας ἡ αἵρεσις· εἰ δὲ πρὸς τὸ εὐαγγέλιον βλέπειν τὸ αἴνιγμα τῆς χειρὸς ὑποθώμεθα, καὶ οὕτω βεβαιο τέρα ἡμῖν τῶν μυστικῶν δογμάτων ἡ πίστις γενήσεται διὰ 6.340 τῆς προαναφωνήσεως τῶν δογμάτων προσλαβοῦσα τὸ ἀναμφίβολον, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Λόγος ιβʹ Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου, <αἱ> χεῖρές μου ἔσταξαν σμύρναν, οἱ δάκτυλοί μου σμύρναν πλήρη. ἐπὶ χεῖρας τοῦ κλείθρου.

Ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου, ἀδελφιδός μου παρῆλθεν, ἡ ψυχή μου

ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με,