1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

97

ἑνὶ μὲν αὐτούς τινι τεθνεῶτας πάθει ἐν ἑτέροις δὲ ζῶντας, καθάπερ ὁρῶμέν τινας νεκροῦντας μὲν ἐν ἑαυτοῖς τὸ ἀκόλαστον, ἂν οὕτω τύχῃ, τρέφοντας δὲ δι' ἐπιμελείας τὸν τῦφον ἢ ἕτερόν τι πάθος τὸ τῇ ψυχῇ λυμαινόμενον, οἷον τὸ φιλοχρήματον ἢ τὸ ὀργίλον ἢ τὸ φιλόδοξον ἢ ἄλλο τι τοιοῦτον, οὗ κακῶς ἐν τῇ ψυχῇ ζῶντος οὐκ ἔστι 6.345 πλήρεις τοὺς δακτύλους ἐπιδεῖξαι τῆς σμύρνης· οὐ γὰρ διὰ πάντων φαίνεται τῶν ἐπιτηδευμάτων ἡ τοῦ κακοῦ νέκρωσίς τε καὶ ἀλλοτρίωσις, πάντων δὲ πληρωθέντων τῶν τοιούτων δακτύλων τῆς νοηθείσης σμύρνης καὶ ἀνίσταται ἡ ψυχὴ καὶ ἀνοίγει τῷ νυμφίῳ τὴν εἴσοδον. διὰ τοῦτο τάχα καὶ ὁ μέγας Παῦλος καλῶς νοήσας τὴν τοῦ δεσπότου φωνὴν ἥ φησιν ὅτι οὐκ ἔστι φυῆναι στάχυν, ἐὰν μὴ προδιαλυθῇ τῷ θανάτῳ ὁ κόκκος, τοῦτο κηρύσσει τῇ ἐκκλησίᾳ τὸ δόγμα ὅτι χρὴ θάνατον τῆς ζωῆς καθηγήσασθαι, ὡς οὐκ ἐνδεχόμενον ἄλλως ἐν ἀνθρώπῳ τὴν ζωὴν γενέσθαι, εἰ μὴ διὰ θανάτου λάβοι τὴν πάροδον· διπλῆς γὰρ ἐν ἡμῖν οὔσης τῆς φύσεως, τῆς μὲν λεπτῆς τε καὶ νοερᾶς καὶ κούφης, τῆς δὲ παχείας καὶ ὑλικῆς καὶ βαρείας, ἀνάγκη πᾶσα ἀσύμβατον πρὸς τὴν ἑτέραν ἐν ἑκατέρᾳ τούτων τὴν ὁρμὴν εἶναι καὶ ἰδιάζουσαν· τὸ μὲν γὰρ νοερόν τε καὶ κοῦφον οἰκείαν ἔχει τὴν ἐπὶ τὸ ἄνω φοράν, τὸ δὲ βαρὺ καὶ ὑλῶδες ἀεὶ πρὸς τὸ κάτω ῥέπει καὶ φέρεται. ἐξ ἐναντίου τοίνυν γινομένης αὐτοῖς φυσικῶς τῆς κινήσεως οὐκ ἔστιν εὐοδωθῆναι τὸ ἕτερον μὴ ἀτονήσαντος τοῦ ἄλλου πρὸς τὴν κατὰ φύσιν φοράν. μέση δὲ ἀμφοῖν ἑστῶσα ἡ αὐτεξούσιος ἡμῶν δύναμίς τε καὶ προαίρεσις δι' ἑαυτῆς ἐμποιεῖ καὶ τόνον τῷ κάμνοντι καὶ 6.346 ἀτονίαν τῷ κατισχύοντι· ἐν ᾧ γὰρ ἂν γένηται μέρει, τούτῳ δίδωσι κατὰ τοῦ ἄλλου τὰ νικητήρια. οὕτως ἐν τῷ εὐαγγελίῳ ἐπαινεῖται μὲν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος (οὗτος γάρ ἐστι κατά γε τὸν ἐμὸν λόγον ἡ καλῶς τῶν ἐν ἡμῖν ἐπιστατοῦσα προαίρεσις· ἐπαινεῖται γὰρ ὅτι τρέφει τὴν οἰκετείαν τοῦ δεσπότου διὰ τῆς τῶν ἐναντίων νεκρώσεως· ἡ γὰρ ἐκείνων φθορὰ τροφή τε καὶ εὐεξία τῶν κρειττόνων ἐστίν), κατηγορεῖται δὲ ὁ κακὸς δοῦλος ἐκεῖνος ὁ διὰ τοῦ τοῖς μεθύουσι συνεῖναι πληγαῖς αἰκιζόμενος τὴν τοῦ θεοῦ οἰκετείαν· πληγὴ γάρ ἐστιν ὡς ἀληθῶς κατὰ τῶν ἀρετῶν ἡ τῆς κακίας εὐημερία. οὐκοῦν καλῶς ἔχει τὸν προφητικὸν ζηλώσαντας λόγον πρωΐαν ἑαυτοῖς ποιεῖν διὰ τοῦ ἀποκτεῖναι Πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως κυρίου (ψυχὴ δὲ ἡ πόλις) πάντας τοὺς λογισμοὺς τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ὧν ὁ ὄλεθρος ζωὴ γίνεται τῶν ἀμεινόνων. οὕτως οὖν διὰ τοῦ θανάτου ζῶμεν, ὅταν τῶν ἐν ἡμῖν, καθώς φησιν ὁ προφήτης, τὸ μὲν ἀποκτείνῃ τὸ δὲ ζωοποιήσῃ ὁ λόγος ὁ εἰπὼν ὅτι Ἐγὼ ἀποκτενῶ καὶ ζῆν 6.347 ποιήσω, ὡς καὶ ὁ Παῦλος ἀποθανὼν ἔζη καὶ ἀσθενῶν ἴσχυε καὶ δεδεμένος ἐνήργει τὸν δρόμον καὶ πτωχεύων ἐπλούτιζε καὶ πάντα κατεῖχεν ἔχων οὐδέν, Πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ ἰδίῳ σώματι περιφέρων καὶ πάντοτε τὴν ζωὴν αὐτοῦ ἐν ἑαυτῷ φανερῶν. Ἀλλ' ἐπὶ τὸ προτεθὲν ἐπανέλθωμεν· ὅτι διὰ θανάτου ἡ ψυχὴ ἐκ τοῦ θανάτου ἀνίσταται (ἐὰν γὰρ μὴ ἀποθάνῃ, νεκρὰ διὰ παντὸς μένει καὶ τῆς ζωῆς ἀπαράδεκτος· ἐκ δὲ τοῦ ἀποθανεῖν ἐν ζωῇ γίνεται πᾶσαν ἀποθεμένη νεκρότητα), καὶ τοῦτο ἡμῖν ἐκ τοῦ προκειμένου ῥητοῦ βεβαιοῦται τὸ δόγμα οὕτως εἰπούσης τῆς νύμφης ὅτι Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου· αἱ χεῖρές μου ἔσταξαν σμύρναν, οἱ δάκτυλοί μου σμύρναν πλήρη. θανάτου δὲ σύμβολον εἶναι τὴν σμύρναν οὐκ ἄν τις ἀμφιβάλοι τῶν ταῖς θείαις ὡμιληκότων γραφαῖς. πῶς οὖν ὁ θάνατος ἡμᾶς ἐκ τοῦ θανάτου ἀνίστησιν, ἐπιζητεῖν οἶμαί τινας τὸν περὶ τούτου λόγον εὐκρινηθῆναι σαφέστερον. ἐροῦμεν τοίνυν ὅπως ἂν οἷόν τε ᾖ τάξιν τινὰ δι' ἀκολουθίας ἐπιθέντες τῷ λόγῳ. πάντα ὅσα ἐποίησεν ὁ θεὸς καλὰ λίαν εἶναι ὁ τῆς κοσμογενείας λόγος μαρτύρεται. ἓν δὲ τῶν λίαν καλῶν ἦν καὶ ὁ ἄνθρωπος, μᾶλλον δὲ πλεῖον 6.348 τῶν ἄλλων κεκοσμημένος τῷ κάλλει· τί γὰρ ἂν ἕτερον οὕτως εἴη καλὸν ὡς τὸ τοῦ ἀκηράτου κάλλους ὁμοίωμα; εἰ δὲ πάντα καλὰ λίαν, ἐν δὲ τοῖς πᾶσιν ἢ καὶ πρὸ πάντων ὁ ἄνθρωπος ἦν, οὐκ ἦν πάντως ἐν τῷ ἀνθρώπῳ ὁ θάνατος·