1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

101

οὐ μὴν οὐδὲ θελῆσαι τοσοῦτον δύναται, 6.359 ὅσον ἐκεῖνός ἐστιν, ἀλλ' ὅσον βουληθῆναι ἡ προαίρεσις δύναται. ἐπεὶ οὖν ἀνέφικτός ἐστιν ὁ καλούμενος τῇ τοῦ καλοῦντος ὁρμῇ, διὰ τοῦτό φησιν· Ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Ὅσα δὲ τοῖς εἰρημένοις ἡ νύμφη προστίθησι, κἂν σκυθρωποτέραν κατὰ τὸ πρόχειρον ἔχῃ τὴν ἔνδειξιν, ἀλλ' ἐμοὶ δοκεῖ πρὸς τὸν αὐτὸν σκοπὸν βλέπειν καὶ τῆς τῶν ὑψηλοτέρων ἀναβάσεως ἔχεσθαι· φησὶ γὰρ ὅτι Εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με, ἦραν τὸ θέριστρον ἀπ' ἐμοῦ οἱ φύλακες τῶν τειχέων. ταῦτα γὰρ ἴσως δόξει τισὶν ὀδυρομένης μᾶλλον ἤπερ εὐφραινομένης εἶναι τὰ ῥήματα, τὸ Ἐπάταξαν καὶ Ἐτραυμάτισαν καὶ Ἦραν τὸ θέριστρον· τῷ δὲ ἀκριβῶς ἐπεσκεμμένῳ τὴν τῶν λεγομένων διάνοιαν μεγαλαυχουμένης ἐπὶ τοῖς καλλίστοις εἰσὶν αἱ φωναί. οὑτωσὶ δὲ γένοιτ' ἂν ἡμῖν καταφανὲς τὸ λεγόμενον· μικρὸν πρὸ τούτων ἐν τοῖς κατόπιν καθαρεύειν αὐτὴν παντὸς προκαλύμματος ὁ λόγος μαρτύρεται, ἐν οἷς φησιν ἐκ προσώπου τῆς νύμφης ὅτι Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνταῦθα δὲ πάλιν ἀφῃρῆσθαι αὐτῆς λέγει τὸ θέριστρον. περιβόλαιον δὲ νυμφικόν ἐστι τὸ θέριστρον συγκαλύπτον μετὰ τῆς 6.360 κεφαλῆς καὶ τὸ πρόσωπον, καθὼς περὶ τῆς Ῥεβέκκας λέγει ἡ ἱστορία. πῶς οὖν ἡ γυμνωθεῖσα παντὸς περιβλήματος ἔτι τὸ θέριστρον ἔχει ὅπερ νῦν αὐτῆς ἀφαιροῦνται οἱ φύλακες; ἢ δῆλον διὰ τῶν εἰρημένων ἐστίν, ὅσον ἀπ' ἐκείνου πάλιν ἐπὶ τὸ ὑψηλότερον διὰ προκοπῆς ἀνελήλυθεν; ἡ γὰρ ἀπεκδυσα μένη τὸν παλαιὸν χιτῶνα καὶ πάσης περιβολῆς καθαρεύσασα τοσοῦτον ἑαυτῆς γίνεται καθαρωτέρα, ὡς συγκρίσει τῆς ἄρτι γενομένης αὐτῇ καθαρότητος μὴ δοκεῖν ἀποδεδῦσθαι τὸ περιβόλαιον, ἀλλ' εὑρεῖν τι πάλιν μετὰ τὴν γύμνωσιν ἐκείνην περὶ ἑαυτὴν ὃ ἀποθῆται. οὕτως ἡ πρὸς τὸ θεῖον ἄνοδος τοῦ ἀεὶ εὑρισκομένου τὸ περὶ αὐτὴν παχύτερον δείκνυσιν. διὰ τοῦτο συγκρίσει τῆς νῦν καθαρότητος ἡ προγενομένη τοῦ χιτῶνος ἐκείνου γύμνωσις ὡς κάλυμμα πάλιν περιαιρεῖται παρὰ τῶν εὑρισκόντων αὐτήν. οὗτοι δέ εἰσιν οἱ φύλακες οἱ κυκλοῦντες τὴν πόλιν (ψυχὴ δὲ ἡ πόλις) οἱ διὰ τοῦ πατάξαι καὶ τραυματίσαι περιελόντες τὸ θέριστρον, ὧν ἔργον ἐστὶ τὸ φυλάσσειν τὰ τείχη τῆς πόλεως. ὅτι μὲν οὖν ἀγαθόν τί ἐστιν ἡ τοῦ θερίστρου περιαίρεσις, ὥστε ἐλεύθερον τοῦ προκαλύμματος τὸν ὀφθαλμὸν ἀπαραποδίστως ἐνατενίζειν τῷ ποθουμένῳ κάλλει, οὐκ ἄν τις ἀμφιβάλοι 6.361 πρὸς τὸν ἀπόστολον βλέπων, ὃς τῇ δυνάμει τοῦ πνεύματος τὴν τοῦ καλύμματος περιαίρεσιν ἀνατίθησι λέγων· Ὅταν δὲ ἐπιστρέψῃ πρὸς κύριον περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν. ὅτι δὲ τὸ τοῦ ἀγαθοῦ παρασκευαστι κὸν καὶ αὐτὸ πάντως ἐστὶν ἀγαθόν, οὐκ ἄν τις ἀμφιβάλοι τῶν ἐπισταμένων πρὸς τὸ ἀκόλουθον βλέπειν. εἰ τοίνυν ἀγαθὸν ἡ τοῦ καλύμματος περιαίρεσις, ἀγαθὸν ἂν εἴη πάντως καὶ ἡ πληγὴ καὶ τὸ τραῦμα δι' ὧν κατορθοῦται ἡ περιαίρεσις. ἀλλ' ἐπειδὴ κατὰ τὴν πρόχειρον ἔννοιαν ἀηδία τις ἐμφαίνεται τοῖς ῥήμασι τούτοις (ἄλγημα γὰρ ἐνδείκνυται ἡ φωνὴ τοῦ Ἐπάταξάν με καὶ Ἐτραυμάτισάν με), καλῶς ἂν ἔχοι κατανοῆσαι πρῶτον τῆς ἁγίας γραφῆς τὴν τῶν τοιούτων ῥημάτων χρῆσιν, εἴ που πρὸς τὸ κρεῖττον αὐτῶν τὴν μνήμην πεποίηται, εἶθ' οὕτω θεωρῆσαι τῶν ἐνταῦθα λεγομένων τὴν δύναμιν. Πῶς ῥύεται ἡ σοφία τὴν τοῦ νέου ψυχὴν ἀπὸ θανάτου; τί συμβουλεύει ποιεῖν, ἵνα μὴ ἀποθάνῃ ὁ νέος; αὐτῆς ἀκούσω μεν τῆς σοφίας· Ἐὰν πατάξῃς αὐτόν, φησί, ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ· σὺ μὲν γὰρ ῥάβδῳ πατάξεις αὐτόν, τὴν δὲ ψυχὴν αὐτοῦ ῥύσῃ ἐκ θανάτου. ἔοικε τοίνυν ἀθανασίαν ἑρμηνεύειν ἡ τοῦ Ἐπάταξάν με λέξις, καθὼς ὁ λόγος φησὶν ὅτι Ἐὰν πατάξῃς τῇ ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ, καὶ ὅτι οὐκ ἔστιν ἄλλως ῥυσθῆναι τὴν ψυχὴν ἐκ θανάτου ἐὰν μὴ παταχθῇ 6.362 τῇ ῥάβδῳ. καλὸν ἄρα τὸ παταχθῆναι διὰ τῶν εἰρημένων ἡμῖν ἀποδέδεικται, διότι καλόν ἐστιν ὡς ἀληθῶς τὸ ἐκ θανάτου τὴν ψυχὴν ῥυσθῆναι. οὕτω ποιεῖν καὶ τὸν θεὸν ὁ προφήτης φησὶ διὰ τοῦ ἀποκτέννειν ζωοποιοῦντα καὶ διὰ τοῦ πατάσσειν ἰώμενον· Ἐγὼ γάρ φησιν ἀποκτενῶ καὶ ζῆν