1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

102

ποιήσω, πατάξω κἀγὼ ἰάσομαι. διὰ τοῦτο καὶ ὁ μέγας ∆αβὶδ οὐχὶ πληγὴν εἶπεν ἀλλὰ παράκλησιν ἐκ τῆς τοιαύτης γίνεσθαι ῥάβδου, λέγων Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν· δι' ὧν γίνεται ἡ τῆς θείας αὐτῷ τραπέζης ἑτοιμασία καὶ ὅσα κατὰ τὸ ἀκόλουθον περιέχει ἡ ψαλμῳδία· καὶ τὸ ἐπὶ τῆς κεφαλῆς ἔλαιον καὶ ὁ τοῦ ποτηρίου ἄκρατος, ὁ τὴν νηφάλιον μέθην ἀπεργαζόμενος, καὶ ὁ καλῶς αὐτὸν καταδιώκων ἔλεος καὶ ἡ ἐν τῷ οἴκῳ τοῦ θεοῦ μακροβίωσις. εἰ οὖν ταῦτα παρέχει ἡ γλυκεῖα ἐκείνη πληγὴ κατά τε τὴν παροιμιώδη διδασκαλίαν καὶ κατὰ τὴν τοῦ προφήτου φωνήν, ἀγαθὸν ἄρα ἐστὶ τὸ παταχθῆ ναι τῇ ῥάβδῳ, ἀφ' ἧς ἐστιν ἡ τῶν τοσούτων ἀγαθῶν εὐθηνία. Μᾶλλον δὲ τὸ παρεθὲν πρὸ τῶν εἰρημένων διεξετάσωμεν· παρῆλθε τὴν νύμφην ὁ λόγος ἀνέφικτος τῇ λαβῇ τῆς ποθούσης 6.363 γενόμενος· παρῆλθε δὲ οὐχ ὥστε καταλιπεῖν ἣν παρέδραμεν, ἀλλ' ὥστε μᾶλλον αὐτὴν πρὸς ἑαυτὸν ἐπισπάσασθαι· φησὶ γὰρ ὅτι Ἡ ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. ἐξέρχεται τοίνυν πρῶτον ἀπὸ τοῦ ἐν ᾧ ἦν ἡ ψυχὴ καὶ οὕτως ὑπὸ τῶν φυλασσόντων τὴν πόλιν εὑρίσκεται· Εὕροσαν γάρ με, φησίν, οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει. εἰ μὲν οὖν ἢ Κίνδυνοι ᾅδου εὗρον αὐτὴν ἢ λῃσταῖς αὐτὴν εὑρῆσθαι ἔλεγε, χαλεπὸν ἦν τὸ τῶν τοιούτων αὐτὴν εὕρημα γενέσθαι (Ὁ γὰρ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ), εἰ δὲ οἱ φύλακες αὐτὴν εὑρίσκουσιν οἱ κυκλοῦντες ἐν τῇ πόλει, μακαριστὴ πάντως ἐστὶ τῆς τοιαύτης εὑρέσεως· ὁ γὰρ ὑπὸ τοῦ φύλακος εὑρεθεὶς ὑπὸ λῃστῶν κλαπῆναι οὐ δύναται. τίνες οὖν εἰσιν οἱ φύλακες; τίνες ἄλλοι ἢ πάντως οἱ ὑπηρέται τοῦ φυλάσσοντος τὸν Ἰσραήλ, τοῦ διὰ τῆς 6.364 φυλακῆς τὴν δεξιὰν χεῖρα σκεπάζοντος, τοῦ ἀπὸ παντὸς κακοῦ τὴν ψυχὴν φυλάσσειν πεπιστευμένου, ὃς καὶ εἰσόδου καὶ ἐξόδου γίνεται φύλαξ; ἐκεῖνός ἐστιν ὁ φύλαξ τῆς πόλεως περὶ οὗ φησιν ὅτι Ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. τὰ τοίνυν Λειτουργικὰ πνεύματα, τὰ εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, ἐνδείκνυται διὰ τῶν φυλάκων ὁ λόγος τῶν κυκλούντων τὴν πόλιν. ψυχὴ δέ, καθὼς εἴρηται, ἡ πόλις ἐστί, τὸ τοῦ θεοῦ οἰκητήριον. παρὰ τούτων οὖν εὑρέθη, φησίν, ἡ ψυχή, ὡς εὑρέθη ποτὲ παρὰ τοῦ καλοῦ ποιμένος τὸ πρόβατον, ἐφ' οὗ πᾶσαι τῶν ἀγγέλων αἱ χορεῖαι πρὸς εὐφροσύνην συνεκινήθησαν κατὰ τὴν τοῦ κυρίου φωνήν. οὕτως εὑρέθη ποτὲ καὶ ἡ δραχμὴ ὑπὸ τοῦ λύχνου, ἐφ' ᾗ χαίρουσι πάντες οἱ φίλοι τε καὶ οἱ γείτονες. τοιοῦτον εὕρημα καὶ ∆αβίδ, ὁ δοῦλος τοῦ κυρίου, γίνεται, καθὼς ἡ ψαλμῳδία φησὶν ἐκ προσώπου τοῦ θεοῦ ὅτι Εὗρον ∆αβὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. ὃς ἐπειδὴ κτῆμα τοῦ εὑρόντος ἐγένετο, ἀκούσωμεν οἵων ἀξιοῦται· Ἡ χείρ μου, φησίν, συναντιλήψεται αὐτῷ καὶ ὁ βραχίων μου 6.365 κατισχύσει αὐτόν· οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν, καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσο μαι· καὶ ὅσα ἄλλα ὁ τῆς εὐλογίας περιέχει κατάλογος. οὐκοῦν καλόν ἐστι τὸ εὑρεθῆναι ὑπὸ τῶν κυκλούντων τὴν πόλιν, τὴν ψυχήν, ἀγγέλων. οὕτω γὰρ νοεῖν ὁ μέγας ∆αβὶδ ὑποτίθεται λέγων Παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. οὐκοῦν ἡ εἰποῦσα ὅτι οἱ φύλακές με ἐπάταξαν, προσθήκην τινὰ γεγενῆσθαι αὐτῇ τῆς ἐπὶ τὸ ἄνω προκοπῆς ἐκαυχήσατο. εἰ δὲ καὶ ἐν τραύματι γεγενῆσθαι λέγει, τὸν ἐν βάθει γενόμενον αὐτῇ διὰ τῆς θείας ῥάβδου τύπον τῷ λόγῳ παρίστησιν· οὐ γὰρ ἐπιπολαίως τῆς πνευματικῆς ῥάβδου τὴν ἐνέργειαν ἐφ' ἑαυτῆς δέχεται, ὡς μὴ ἐπιγνωσθῆναι τὸν τόπον ἐν ᾧ τὴν ῥάβδον ἐδέξατο, ἀλλ' ἐπίσημος διὰ τοῦ τραύματος γίνεται ἡ πληγὴ ᾗ ἐγκαυχᾶται ἡ νύμφη. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ἡ θεία ῥάβδος ἐκείνη καὶ ἡ παρακλητικὴ βακτηρία, ἡ διὰ τοῦ πατάσσειν ἐνεργοῦσα τὴν ἴασιν, τὸ πνεῦμά ἐστιν, οὗ καρπὸς τά τε ἄλλα τῶν ἀγαθῶν ὅσα ὁ Παῦλος 6.366 ἠρίθμησε, καὶ μετὰ τῶν ἄλλων ἡ παιδαγωγὸς τῆς ἐναρέτου πολιτείας ἐγκράτεια. οὕτω γὰρ καὶ Παῦλος, ὁ τῶν τοιούτων πληγῶν στιγματίας, τοῖς τραύμασι