1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

104

προσθήκῃ ἐν τῇ ἀφαιρέσει τοῦ προκαλύμματος, ὃ θέριστρον ὁ λόγος ὠνόμασεν. Ἔστι δέ τινα καὶ ἄλλην διάνοιαν ἐν τοῖς προκειμένοις εὑρεῖν οὐδὲν τῶν τεθεωρημένων ἀπᾴδουσαν· ἡ γὰρ ἐξελθοῦσα ψυχὴ ἐν τῷ λόγῳ αὐτοῦ καὶ ζητοῦσα μὲν τὸν οὐχ εὑρισκό μενον, ἀνακαλοῦσα δὲ τὸν τῇ σημασίᾳ τῶν ὀνομάτων ἀνέφικτον διδάσκεται παρὰ τῶν φυλάκων ὅτι τοῦ ἀνεφίκτου ἐρᾷ καὶ τοῦ ἀκαταλήπτου ἐφίεται. δι' ὧν τρόπον τινὰ πλήσσεται καὶ τραυματίζεται τῇ ἀνελπιστίᾳ τοῦ ποθουμένου ἀτελῆ τε καὶ ἀναπόλαυστον τοῦ καλοῦ τὴν ἐπιθυμίαν νομίσασα. ἀλλὰ περιαιρεῖται τὸ τῆς λύπης θέριστρον διὰ τοῦ μαθεῖν ὅτι τὸ ἀεὶ προκόπτειν ἐν τῷ ζητεῖν καὶ τὸ μηδέποτε τῆς 6.370 ἀνόδου παύεσθαι τοῦτό ἐστιν ἡ ἀληθὴς τοῦ ποθουμένου ἀπόλαυσις τῆς πάντοτε πληρουμένης ἐπιθυμίας ἑτέραν ἐπιθυμίαν τοῦ ὑπερκειμένου γεννώσης. ὡς οὖν περιείλετο τῆς ἀνελπιστίας τὸ θέριστρον καὶ εἶδε τὸ ἀόριστόν τε καὶ ἀπερίγραπτον τοῦ ἀγαπωμένου κάλλος ἐν πάσῃ τῇ ἀϊδιότητι τῶν αἰώνων κρεῖττον ἀεὶ εὑρισκόμενον, ἐν σφοδροτέρῳ τείνεται πόθῳ καὶ μηνύει τῷ ἀγαπωμένῳ διὰ τῶν τῆς Ἰερουσαλὴμ θυγατέρων τὴν τῆς καρδίας διάθεσιν, ὅτι τὸ ἐκλεκτὸν τοῦ θεοῦ βέλος ἐν ἑαυτῇ δεξαμένη διὰ τῆς κατὰ τὴν πίστιν ἀκίδος βέβληται τὴν καρδίαν ἐν τῷ καιρίῳ δεξαμένη τὴν τῆς ἀγάπης τοξείαν. θεὸς δέ ἐστιν ἡ ἀγάπη, κατὰ τὴν Ἰωάννου φωνήν, ᾧ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Λόγος ιγʹ Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς

ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, ἀπαγγείλατε αὐτῷ, 6.371 ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ.

Τί ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι

οὕτως ὥρκισας ἡμᾶς; Ἀδελφιδός μου λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων· Κεφαλὴ αὐτοῦ χρυσίον κεφάζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ, Ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουμέναι ἐν γάλακτι καθήμεναι ἐπὶ πληρώματα ὑδάτων. Ὁ διὰ Μωϋσέως μὲν νομοθετήσας τὰ τοῦ νόμου μυστήρια, πληρώσας δὲ δι' ἑαυτοῦ ὅλον τὸν νόμον καὶ τοὺς προφήτας, καθὼς ἐν τῷ εὐαγγελίῳ φησὶν ὅτι Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, ὁ τῇ μὲν ἀναιρέσει τῆς ὀργῆς συνεξαλείψας τὸν φόνον, τῷ δὲ ἀφανισμῷ τῆς ἐπιθυμίας συνεξελὼν τῆς μοιχείας τὸ ἄγος, οὗτος ἐκβάλλει τοῦ βίου καὶ τὴν ἐκ τῆς ἐπιορκίας κατάραν τῇ ἀπαγορεύσει τοῦ ὅρκου πεδήσας ἐν ἀπραξίᾳ τὸ δρέπανον· οὐ γάρ ἐστι δυνατὸν ὅρκου γενέσθαι παράβασιν μὴ ὄντος ὅρκου. διό φησιν 6.372 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ κυρίῳ τοὺς ὅρκους σου. ἐγὼ δὲ λέγω σοι, φησί, μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ θεοῦ, μήτε ἐν Ἱεροσολύμοις, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως, μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι ποιῆσαι τρίχα λευκὴν ἢ μέλαιναν. ἔστω δὲ ὑμῶν ὁ λόγος τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ διαβόλου ἐστίν. ἡ δὲ διὰ τοῦ Ἄισματος τῶν Ἀισμάτων ἐπὶ τελειότητι μεμαρτυρημένη ψυχὴ καὶ περιελομένη μὲν τῆς καρδίας τὸ κάλυμμα ἐν τῇ ἀπεκδύσει τοῦ παλαιοῦ χιτῶνος, τοῦ δὲ προσώπου τὸ θέριστρον ἀποβαλοῦσα, ὅπερ νοοῦμεν πᾶσαν διστάζουσάν τε καὶ κραδαινομένην διάνοιαν, ὥστε καθαρῶς τε καὶ ἀναμφιβόλως πρὸς τὴν ἀλήθειαν βλέπειν, ὁρκίζει τὰς θυγατέρας Ἰερουσαλὴμ οὔτε κατὰ τοῦ θείου θρόνου, ὃν οὐρανὸν ὀνομάζει ὁ λόγος, οὔτε κατὰ τῶν τοῦ θεοῦ βασιλείων, οἷς ὄνομά ἐστιν Ἱεροσόλυμα, οὐ μὴν οὐδὲ κατὰ 6.373 τῆς κεφαλῆς τῆς τιμίας, ἧς αἱ τρίχες οὔτε λευκαὶ οὔτε μέλαιναι γενέσθαι δύνανται, ἀλλ' ἐπὶ τὸν ἀγρὸν μεταφέρει τὸν ὅρκον κατὰ τῶν ἐν αὐτῷ δυνάμεων τὸν ὁρκισμὸν ἐπάγουσα ταῖς νεάνισι λέγουσα· Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ. ὅτι μὲν οὖν ἡ δι' ὅλου μαρτυρηθεῖσα εἶναι καλὴ καὶ παντὸς καθα ρεύουσα μώμου οὐδὲν