1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

108

ἐπιτεταμένη γὰρ ἀγάπη ὁ ἔρως λέγεται, ᾧ οὐδεὶς ἐπαισχύνε ὅταν μὴ κατὰ σαρκὸς γένηται παρ' αὐτοῦ ἡ τοξεία, ἀλλ' ἐπικαυχᾶται μᾶλλον τῷ τραύματι ὅταν διὰ τοῦ βάθους τῆς καρδίας δέξηται τὴν τοῦ ἀΰλου πόθου ἀκίδα. ὅπερ δὴ καὶ αὕτη πεποίηκε ταῖς νεάνισι λέγουσα ὅτι Τετρωμένη ἀγάπης εἰμὶ ἐγώ. Ἡ τοίνυν εἰς τοσοῦτον τελειότητος προελθοῦσα, ἐπειδὴ ἔδει καὶ ταῖς παρθένοις ὑποδεῖξαι τοῦ νυμφίου τὸ κάλλος, οὐκ ἐκεῖνο λέγει ὃ ἦν ἐν ἀρχῇ (οὐδὲ γὰρ οἷόν τε ἦν δυνάμει λόγων φανερωθῆναι τὸ ἄρρητον), ἀλλὰ πρὸς τὴν διὰ σαρκὸς γενομένην ἡμῖν θεοφάνειαν χειραγωγεῖ τὰς παρθένους (ὅπερ δὴ καὶ ὁ μέγας Ἰωάννης πεποίηκεν, Ὃ μὲν ἦν ἀπ' ἀρχῆς σιωπήσας, Ὃ δὲ ἑωράκαμεν καὶ ἀκηκόαμεν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ἀληθείας τοῦτο 6.384 μετ' ἐπιμελείας διηγησάμενος). φησὶν οὖν πρὸς αὐτὰς ἡ νύμφη· Ἀδελφιδός μου λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων. κεφαλὴ αὐτοῦ χρυσίον κεφάζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ, οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδάτων. σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά, χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη, χεῖρες αὐτοῦ τορευταί, χρυσαῖ, πεπληρωμέναι θαρσεῖς, κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου, κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς. εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός, ὡς κέδροι, φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἰερουσαλήμ. ταῦτα γὰρ πάντα, δι' ὧν ἡ τοῦ κάλλους γέγονεν ὑπογραφή, οὐ τῶν ἀοράτων τε καὶ ἀκαταλήπτων τῆς θεότητός ἐστιν ἐνδεικτικὰ ἀλλὰ τῶν κατ' οἰκονομίαν φανερωθέντων, ὅτε ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη τὴν ἀνθρωπίνην ἐνδυσάμενος φύσιν, δι' ὧν κατὰ τὸν ἀποστολικὸν λόγον καὶ τὰ ἀόρατα αὐτοῦ τοῖς ποιήμασι νοούμενα καθορᾶται διὰ τῆς τοῦ ἐκκλησιαστικοῦ κόσμου κατασκευῆς φανερούμενα. κόσμου γὰρ κτίσις ἐστὶν ἡ τῆς ἐκκλησίας κατασκευή, ἐν ᾗ 6.385 κατὰ τὴν τοῦ προφήτου φωνὴν καὶ οὐρανὸς κτίζεται καινός (ὅπερ ἐστὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως καθὼς ὁ Παῦλός φησι) καὶ γῆ καινὴ κατασκευάζεται, Ἡ πίνουσα τὸν ἐπ' αὐτὴν ἐρχόμενον ὑετόν, καὶ ἄνθρωπος πλάσσεται ἄλλος, ὁ διὰ τῆς ἄνωθεν γεννήσεως ἀνακαινιζόμενος κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν, καὶ φωστήρων φύσις ἑτέρα γίνεται, περὶ ὧν φησιν ὅτι Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, καὶ Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, καὶ ἀστέρες πολλοί, οἱ ἐν τῷ στερεώματι τῆς πίστεως ἀνατέλλοντες. καὶ οὔπω τοῦτο θαυμαστόν, εἰ πλήθη ἄστρων ἐστὶν ἐν τῷ καινῷ τούτῳ κόσμῳ ὑπὸ τοῦ θεοῦ ἀριθμούμενα καὶ ὀνομαζό μενα, ὧν τὰ ὀνόματα ὁ ποιητὴς τῶν τοιούτων ἄστρων ἐν τοῖς οὐρανοῖς ἀπογεγράφθαι λέγει (οὕτω γὰρ ἤκουσα τοῦ δημιουργοῦ τῆς καινῆς κτίσεως πρὸς τοὺς ἰδίους αὐτοῦ φωστῆρας λέγοντος ὅτι Τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς), οὐ τοῦτο τοίνυν μόνον τῆς καινῆς κτίσεώς ἐστι τὸ παράδοξον ὅτι ἄστρων πλῆθος ἐν αὐτῇ δημιουργεῖται παρὰ τοῦ λόγου, ἀλλ' ὅτι καὶ ἥλιοι πολλοὶ κτίζονται ταῖς τῶν ἀγαθῶν ἔργων ἀκτῖσι τὴν οἰκουμένην φωτίζοντες οὕτως εἰπόντος τοῦ ποιητοῦ τῶν τοιούτων ἡλίων· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ Τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος. ὥσπερ τοίνυν ὁ πρὸς τὸν 6.386 αἰσθητὸν ἀπιδὼν κόσμον καὶ τὴν ἐμφαινομένην τῷ κάλλει τῶν ὄντων σοφίαν κατανοήσας ἀναλογίζεται διὰ τῶν ὁρωμένων τό τε ἀόρατον κάλλος καὶ τὴν πηγὴν τῆς σοφίας, ἧς ἡ ἀπόρροια τὴν τῶν ὄντων συνεστήσατο φύσιν, οὕτω καὶ ὁ πρὸς τὸν καινὸν τοῦτον κόσμον τῆς κατὰ τὴν ἐκκλησίαν κτίσεως βλέπων ὁρᾷ ἐν αὐτῷ τὸν πάντα ἐν πᾶσιν ὄντα τε καὶ γινόμενον διὰ τῶν χωρητῶν τε καὶ καταλαμβανομένων ὑπὸ τῆς φύσεως ἡμῶν χειραγωγῶν τὴν γνῶσιν πρὸς τὸ ἀχώρητον. οὗ χάριν ἐπειδὴ ταύτην προσάγουσι τῇ πρὸς τὸ τέλειον ἀναδραμούσῃ ψυχῇ τὴν αἴτησιν αἱ παρθένοι ψυχαὶ τοῦ γνωρισθῆναι αὐταῖς τὸν ποθούμενον, διὰ τῶν ἐπὶ σωτηρίᾳ φανερωθέντων ἡμῖν