1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

109

ὑπογράφει ταῖς παρθένοις τὰ τοῦ ζητουμένου γνωρίσματα καὶ πᾶσαν τὴν ἐκκλησίαν ἓν σῶμα τοῦ νυμφίου ποιήσασα ἴδιόν τι νόημα δι' ἑκάστου τῶν μελῶν ἐν τῇ ὑπογραφῇ τοῦ κάλλους ἐνδείκνυται, δι' ὧν ὅλον ἐκ τῶν κατὰ μέρος θεωρουμένων τὸ τοῦ σώματος κάλλος συναπαρτίζεται. Ἀρχὴν οὖν ποιεῖται τῆς διδασκαλίας τὴν προσεχῆ καὶ οἰκείαν ἡμῖν· ἐκ γὰρ τοῦ σώματος τῆς κατηχήσεως ἄρχεται. ὥσπερ δὴ καὶ ὁ Ματθαῖος πεποίηκεν· ἐκ τοῦ Ἀβραάμ τε καὶ ∆αβὶδ γενεαλογήσας τὸ κατὰ σάρκα μυστήριον τῷ μεγάλῳ Ἰωάννῃ ἐταμιεύσατο τοῖς ἤδη διὰ τούτων στοιχειω θεῖσι τὴν ἐξ ἀϊδίου νοουμένην ἀρχὴν καὶ τὸν τῇ ἀρχῇ 6.387 συγκατανοούμενον λόγον εὐαγγελίσασθαι. διὰ τούτων τοίνυν τῶν νοημάτων ἡ νύμφη μυσταγωγεῖ τὰς νεάνιδας ὅτι· οὐ πρότερον ἐπὶ τὸ ἄληπτόν τε καὶ ἀόριστον ἀναχθήσεται ὑμῶν ἡ διάνοια πρὶν τοῦ ὀφθέντος διὰ τῆς πίστεως περι δράξασθαι. τὸ δὲ ὀφθὲν ἡ τῆς σαρκός ἐστι φύσις· εἰποῦσα γὰρ ὅτι Ἀδελφιδός μου λευκὸς καὶ πυρρός, διὰ τῆς τῶν δύο τούτων χρωμάτων μίξεως τὸ τῆς σαρκὸς ἰδίωμα ὑπο γράφει τῷ λόγῳ. τοῦτο δὲ καὶ ἐν τοῖς ἄνω ἐποίησε μῆλον αὐτὸν ὀνομάσασα, οὗ πρὸς ἑκάτερον τῶν χρωμάτων σύγκρατον καθορᾶται τὸ εἶδος· λευκόν τε γάρ ἐστι τὸ μῆλον καὶ ἐρυθραίνεται, τὴν τοῦ αἵματος οἶμαι φύσιν συμβολικῶς ἐνδεικνυμένου τοῦ ἐρυθήματος. Ἀλλ' ἐπειδὴ πᾶσα σὰρξ ἐν τόκῳ συνίσταται γάμου πάντως ὁδοποιοῦντος τὸν τόκον τοῖς εἰς τὴν ζωὴν ταύτην παριοῦσι διὰ γεννήσεως, ὡς ἂν μή τις σαρκὸς γένεσιν περὶ τὸ μυστήριον τῆς εὐσεβείας παραδεξάμενος πρὸς τὰ τῆς φύσεως ἔργα καὶ πάθη τῇ διανοίᾳ κατολισθήσειεν ὁμοιογενῆ τοῖς πᾶσι κἀκείνης τῆς σαρκὸς ἐννοήσας τὴν γένεσιν, τούτου χάριν τὸν κοινωνήσαντα σαρκὸς καὶ αἵματος λευκὸν μὲν εἶναι καὶ πυρρὸν ὡμολόγησε διὰ τῶν δύο χρωμάτων τὴν τοῦ σώματος φύσιν αἰνισσομένη, οὐ μὴν ὁμοιότροπον αὐτοῦ τὴν λοχείαν τῷ κοινῷ τόκῳ γεγενῆσθαι λέγει. ἀλλ' ἐκ 6.388 πασῶν τῶν μυριάδων, τῶν ἀφ' οὗ γεγόνασιν ἄνθρωποι καὶ εἰς ὅσον προελεύσεται ῥέουσα διὰ τοῦ τόκου τῶν ἐπιγινομένων ἡ φύσις, μόνος οὗτός ἐστι τῷ καινῷ τῆς λοχείας εἴδει τῆς ζωῆς ταύτης ἁψάμενος, ᾧ οὐχὶ συνήργησε πρὸς τὸ γενέσθαι ἡ φύσις ἀλλ' ὑπηρέτησεν. διὰ τοῦτό φησιν ὅτι ὁ λευκὸς οὗτος καὶ πυρρός, ὁ διὰ σαρκὸς καὶ αἵματος ἐπιδημήσας τῷ βίῳ, μόνος ἐστὶν ἐκ πασῶν τῶν μυριάδων ἐκ τῆς παρθενικῆς καθαρότητος ἐκλελοχισμένος· οὗ ἀσυνδύαστος μὲν ἡ κυοφο ρία, ἀμόλυντος δὲ ἡ λοχεία, ἀνώδυνος δὲ ἡ ὠδίς· οὗ θάλαμος ἡ τοῦ ὑψίστου δύναμις οἷόν τις νεφέλη τὴν παρθενίαν ἐπισκιάζουσα, πυρσὸς δὲ γαμήλιος ἡ τοῦ ἁγίου πνεύματος ἔλλαμψις, κλίνη δὲ ἡ ἀπάθεια καὶ γάμος ἡ ἀφθαρσία. ὁ τοίνυν ἐκ τῶν τοιούτων γενόμενος καλῶς ἐκλελοχισμένος ἐκ πασῶν τῶν μυριάδων κατωνομάσθη, ὅπερ τὸ μὴ ἐκ λοχοῦς αὐτὸν εἶναι σημαίνει· τούτου γὰρ μόνου χωρὶς λοχείας ἡ γέννησις ὥσπερ καὶ χωρὶς γάμου ἡ σύστασις. οὐ γὰρ ἔστιν ἐπὶ τῆς ἀφθόρου τε καὶ ἀπειρογάμου κυρίως τὸ ὄνομα τῆς λοχείας εἰπεῖν, διότι παρθενίας τε καὶ λοχείας ἀσύμβατά ἐστι περὶ τὴν αὐτὴν τὰ ὀνόματα. ἀλλ' ὥσπερ υἱὸς ἐδόθη ἡμῖν ἄνευ πατρός, οὕτω καὶ τὸ παιδίον ἄνευ λοχείας γεγέννηται. ὡς γὰρ οὐκ ἔγνω ἡ παρθένος ὅπως ἐν τῷ σώματι αὐτῆς τὸ θεοδόχον συνέστη σῶμα, οὕτως οὐδὲ τοῦ τόκου ᾔσθετο μαρτυρούσης τῆς προφητείας αὐτῇ τὸ ἀνώδυνον 6.389 τῆς ὠδῖνος· φησὶ γὰρ Ἠσαΐας ὅτι Πρὶν ἐλθεῖν τοὺς πόνους τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. διὰ τοῦτο ἐκλελοχι σμένος καὶ ξενίζων καθ' ἑκάτερον τὴν ἀκολουθίαν τῆς φύσεως, οὔτε ἀρξάμενος ἐξ ἡδονῆς οὔτε προελθὼν διὰ πόνων. καὶ τοῦτο κατὰ τὸ ἀκόλουθόν τε γίνεται καὶ οὐκ ἔξω τοῦ εἰκότος ἐστίν· ἐπειδὴ γὰρ ἡ τὸν θάνατον διὰ τῆς ἁμαρτίας ἐπεισαγα γοῦσα τῇ φύσει ἐν λύπαις καὶ πόνοις τίκτειν κατεδικάσθη, ἔδει πάντως τὴν τῆς ζωῆς μητέρα ἀπὸ χαρᾶς τε τῆς κυοφορίας ἄρξασθαι καὶ διὰ χαρᾶς τελειῶσαι τὸν τόκον. Χαῖρε γάρ, φησί, κεχαριτωμένη, πρὸς αὐτὴν ὁ ἀρχάγγελος ἐκβαλὼν τῇ φωνῇ τὴν λύπην τὴν ἐξ ἀρχῆς ὑπὸ τῆς ἁμαρτίας ἀποκληρω θεῖσαν τῷ τόκῳ. οὗτος μὲν οὖν ὁ τῷ καινῷ τε καὶ ἰδιάζοντι τῆς γεννήσεως ἐκ πασῶν τῶν μυριάδων μόνος τοιοῦτος