110
γενόμενος, ὁ λευκός τε καὶ πυρρὸς διὰ τὴν σάρκα καὶ τὸ αἷμα καλῶς ὠνομασμένος, καὶ ἐκλελοχισμένος ἀπὸ μυριάδων διὰ τὴν ἄφθαρτόν τε καὶ ἀπαθῆ τοῦ τόκου παρὰ τοὺς λοιποὺς ἰδιότητα. ἢ τάχα καὶ διὰ τὰ λοιπὰ τῆς γεννήσεως εἴδη, τὰ δίχα λοχείας γενόμενα, ταύτην ἐφήρμοσεν αὐτῷ τὴν φωνὴν ἡ νύμφη. οὐκ ἀγνοεῖς δὲ πάντως, ὁσάκις ἐγεννήθη ὁ τῆς καινῆς κτίσεως πάσης πρωτότοκος ὁ ἐν πολλοῖς ἀδελφοῖς πρωτότοκος, ὁ ἐκ νεκρῶν πρωτότοκος, ὁ πρῶτος λύσας 6.390 τὰς ὠδῖνας τοῦ θανάτου καὶ πᾶσι τὸν ἐκ νεκρῶν τόκον ὁδοποιήσας διὰ τῆς ἀναστάσεως. ἐν πᾶσι μὲν γὰρ τούτοις ἐγεννήθη, οὐ μὴν διὰ λοχείας παρῆλθεν εἰς γέννησιν· ἥ τε γὰρ ἐκ τοῦ ὕδατος γέννησις τὸ τῆς λοχείας πάθος οὐ παρεδέξατο καὶ ἡ ἐκ νεκρῶν παλιγγενεσία καὶ ἡ τῆς θείας ταύτης κτίσεως πρωτοτοκία, ἀλλ' ἐν πᾶσι τούτοις καθαρεύει τῆς λοχείας ὁ τόκος. διὰ τοῦτό φησιν Ἐκλελοχι σμένος ἀπὸ μυριάδων. Οἷον δὲ αὐτοῦ τὸ κάλλος ἐν τοῖς καθ' ἕκαστον μέλεσι διηγεῖται, καιρὸς ἂν εἴη κατανοῆσαι διὰ τῶν εἰρημένων. Κεφαλὴ αὐτοῦ, φησί, χρυσίον κεφάζ. ἡ δὲ Ἑβραϊκὴ λέξις, εἰ πρὸς τὴν ἡμετέραν μεταληφθείη φωνήν, τὸ καθαρόν τε καὶ ἄπεφθον καὶ πάσης ἐπιμιξίας ἀλλότριον χρυσίον διὰ τῆς φωνῆς ταύτης ἐνδείκνυται. ἀνερμήνευτον δέ μοι δοκοῦσι καταλελοιπέναι τὴν τοῦ κεφὰζ λέξιν οἱ τὰς φωνὰς τῶν Ἑβραίων ἐξελληνίσαντες διὰ τὸ μὴ εὑρεῖν ἐν τοῖς Ἑλληνικοῖς ῥήμασι μηδεμίαν φωνὴν ἐξαγγελτικὴν τῆς ἐμφάσεως τῆς ἐνθεωρουμένης τῇ Ἑβραΐδι φωνῇ. ἡμεῖς δὲ τοῦτο μαθόντες ὅτι τὸ εἰλικρινῶς καθαρὸν καὶ πάσης ὕλης ῥυπαρᾶς ἀμιγές τε καὶ ἀπαράδεκτον ἡ τοιαύτη λέξις ἐνδείκνυται, ταῦτα περὶ τοῦ προκειμένου ῥητοῦ νοεῖν ἐναγόμεθα ὅτι κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας ἐστὶν ὁ Χριστός. Χριστὸν δὲ 6.391 νῦν λέγομεν οὐ πρὸς τὸ ἀΐδιον τῆς θεότητος ἀναπέμποντες τοῦτο τὸ ὄνομα ἀλλὰ πρὸς τὸν θεοδόχον ἄνθρωπον, τὸν ἐπὶ γῆς ὀφθέντα καὶ τοῖς ἀνθρώποις συναναστραφέντα, τὸν τῆς παρθενίας βλαστόν, ἐν ᾧ Κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τὴν ἀπαρχὴν τοῦ κοινοῦ φυράματος, δι' οὗ ὁ λόγος τὴν φύσιν ἡμῶν περιεβάλετο ποιήσας αὐτὴν ἀκήρατον, πάντων τῶν συμπεφυκότων αὐτῇ παθημάτων ἐκκαθαρθεῖσαν. οὕτω γάρ φησι περὶ αὐτοῦ ὁ προφήτης ὅτι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, τοῦ πεπειραμένου κατὰ πάντα καθ' ὁμοιότητα τῆς φύσεως ἡμῶν χωρὶς ἁμαρτίας. ἡ μὲν οὖν κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας, ἡ πάσης τῆς φύσεως ἡμῶν ἀπαρχή, τὸ καθαρόν τε καὶ πάσης κακίας ἀμιγές τε καὶ ἀπαράδεκτον χρυσίον ἐστίν, οἱ βόστρυχοι δέ, οἵ ποτε ζοφώδεις καὶ μέλανες καὶ τοῖς κόραξιν ὡμοιωμένοι τῷ εἴδει (ἐκείνοις λέγω τοῖς κόραξιν, οἷς ἔργον ἐστὶ τὸ τοὺς ὀφθαλμοὺς ἐκκόπτειν κατὰ τὸν παροιμιώδη λόγον καὶ τοῖς νεοσσοῖς τῶν ἀετῶν βρῶμα τοὺς πηρωθέντας τῶν ὁρατικῶν αἰσθητηρίων παρασκευάζειν), οὗτοι ἐλάται, τὰ ὑψηλά τε καὶ οὐρανομήκη δένδρα, γενόμενοι διὰ τοῦ ἀναδραμεῖν ἐκ γῆς ἐπὶ τὸ οὐράνιον ὕψος προσθήκη τοῦ κάλλους γίνονται τοῦ νυμφίου τῆς θείας κεφαλῆς ἑαυτοὺς 6.392 ἐξαρτήσαντες. οὐκ ἀγνοεῖς δὲ πάντως, τί τῶν βοστρύχων τούτων ἔργον ἐστίν, ἐν τοῖς ἄνω μαθὼν παρ' αὐτῆς τῆς τοῦ νυμφίου φωνῆς ὅτι Οἱ βόστρυχοί μου ἐπλήσθησαν ψεκάδων νυκτός. ἐκεῖνοι οὖν εἰσιν οἱ ψεκάζοντες βόστρυχοι, οἱ παρὰ τῶν προφητῶν νεφέλαι ὠνομασμένοι, ἀφ' ὧν γίνεται τῆς διδασκαλίας ὁ ὄμβρος, ὁ τὰς ἐμψύχους ἀρούρας ποτίζων πρὸς τὴν εὐκαρπίαν τῶν τοῦ θεοῦ γεωργίων. ἀποστόλους δὲ οἶμαι τροπικῶς τοὺς βοστρύχους ὑπὸ τοῦ λόγου σημαίνεσθαι, ὧν τινες ἦσαν πρότερον ζοφώδεις τοῖς τοῦ βίου ἐπιτηδεύμασιν· ὁ τελώνης, ὁ λῃστής, ὁ διώκτης, καὶ εἴ τις ἄλλος τοιοῦτος κατὰ τὸν μέλανά τε καὶ σαρκοβόρον, τὸν τῶν ὀφθαλμῶν ἀφανιστικὸν κόρακα, λέγω δὲ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους, καθώς φησιν ὁ ἀπὸ κόρακος ἐλάτη γενόμενος καὶ διὰ τοῦτο βόστρυχος τῆς θείας κεφαλῆς χρηματίσας ὅτι Τὸ πρότερον ὢν βλάσφημος καὶ διώκτης καὶ ὑβριστής, ἕως ἦν κόραξ, πρὸς τὴν χάριν ταύτην μετεσκευάσθη βόστρυχος γενόμενος τῇ οὐρανίᾳ δρόσῳ διάβροχος, ὁ παντὶ τῷ