1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

111

σώματι 6.393 τῆς ἐκκλησίας τὸν τῶν ἀποκρύφων τε καὶ σκοτεινῶν μυστηρίων λόγον ἐπιψεκάζων. τούτους μὲν οὖν λέγεσθαι παρὰ τῆς νύμφης βοστρύχους ὑπενοήσαμεν, οἳ τῆς χρυσῆς κεφαλῆς ἀπηρτημένοι οὐ μικρὰν δι' ἑαυτῶν ποιοῦσι προσθήκην τῆς ὥρας τῇ τοῦ πνεύματος αὔρᾳ περισοβούμενοι. οὗτοι στέφανος γίνονται κάλλους τῇ ἀκηράτῳ κεφαλῇ κοσμοῦντες αὐτὴν τῷ ἰδίῳ κυκλώματι· περὶ τούτων γάρ μοι δοκεῖ λέγειν ἡ προφητεία ὅτι Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. ὥστε αὐτοὺς δι' ἑκατέρων νοεῖσθαι τῶν ὀνομάτων· εὐπρεπεῖς τε βοστρύχους καὶ λίθους τιμίους δι' ἑαυτῶν τὴν κεφαλὴν καλλωπίζοντας. Ἀκόλουθον δ' ἂν εἴη καὶ τὰ περὶ τῶν ὀφθαλμῶν εἰρημένα θεωρῆσαι τῷ λόγῳ. ἔστι δὲ ἡ λέξις αὕτη· Ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδάτων. ἡ δὲ τῶν εἰρημένων διάνοια τῆς μὲν καταλήψεως ἡμῶν ἐστιν ὑψηλοτέρα (ὃ γὰρ ἂν ἐννοήσωμεν περὶ τούτων, ἔλαττον εἶναι τῆς ἀληθείας οἰόμεθα), σκοπουμένοις δὲ δι' ἐπιμελείας ἡμῖν τοιαύτη τις ἔδοξεν εἶναι· φησί που τῶν ἑαυτοῦ λόγων ὁ θεῖος ἀπόστολος μὴ δύνασθαι λέγειν τὸν ὀφθαλμὸν τῇ χειρὶ Χρείαν σου οὐκ ἔχω, δόγμα διὰ τούτων ποιούμενος ὅτι δι' ἀμφοτέρων προσήκει τὸ σῶμα τῆς ἐκκλησίας πράττειν 6.394 καλῶς τοῦ διορατικοῦ τῆς ἀληθείας συγκεκραμένου πρὸς τὸ δραστήριον, οὔτε τῆς θεωρίας καθ' ἑαυτὴν τὴν ψυχὴν τελειούσης, εἰ μὴ καὶ τὰ ἔργα παρείη, τὰ τὸν ἠθικὸν κατορ θοῦντα βίον, οὔτε τῆς πρακτικῆς φιλοσοφίας αὐτάρκη παρεχομένης τὴν ὠφέλειαν μὴ τῆς ἀληθινῆς εὐσεβείας τῶν γινομένων καθηγουμένης. εἰ τοίνυν ἀναγκαία τῶν ὀφθαλμῶν πρὸς τὰς χεῖράς ἐστιν ἡ συζυγία, τάχα προσαγό μεθα διὰ τῶν εἰρημένων πρῶτον μὲν τοὺς ὀφθαλμούς, οἵτινές εἰσι, κατανοῆσαι, ἔπειτα δὲ καὶ τὸν περὶ αὐτῶν ἔπαινον ἐν θεωρίᾳ λαβεῖν. τὸν δὲ περὶ τῶν χειρῶν λόγον τῷ ἰδίῳ ταμιευσόμεθα τόπῳ. ὀφθαλμῶν γὰρ ἴδιον ἐκ φύσεως ἔργον ἐστὶ τὸ ὁρᾶν. διὸ κατὰ τὴν τοπικὴν θέσιν πάντων ὑπέρκεινται τῶν αἰσθητηρίων εἰς ὁδηγίαν τοῦ παντὸς σώματος προτεταγμένοι παρὰ τῆς φύσεως. ὅταν οὖν τοὺς τῆς ἀληθείας καθηγουμένους παρὰ τῆς θείας γραφῆς οὕτως ὀνομαζομένους ἀκούσωμεν, ὧν ὁ μέν τις ἐλέγετο ὁ βλέπων, ἕτερος δὲ ὁ ὁρῶν, ἄλλος δὲ σκοπός, οὕτω παρὰ τοῦ θεοῦ διὰ τῆς προφητείας ὠνομασμένος, ἐναγόμεθα διὰ τούτων τοὺς ἐφορᾶν καὶ ἐπιβλέπειν καὶ ἐπισκοπεῖν τεταγμένους ὀφθαλμοὺς ἐνταῦθα νομίζειν κατονομάζεσθαι. τὸ δὲ περὶ αὐτοὺς θαῦμα καθ' ὁμοιότητά τινα συγκριτικὴν γίνεσθαι διδασκόμεθα τῆς πρὸς 6.395 τὸ κρεῖττον παραθέσεως τὸ κάλλος αὐτῶν ὑπογραφούσης· φησὶ γὰρ ὅτι Ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραί. καλὸς γὰρ ὡς ἀληθῶς τῶν τοιούτων ὀμμάτων ἔπαινος ἡ ἀκακία, ἣν κατορθοῦσιν οἱ μηκέτι τῷ σαρκώδει βίῳ ἐμμολυνόμενοι ἀλλὰ ζῶντές τε καὶ στοιχοῦντες τῷ πνεύματι· ὁ γὰρ πνευ ματικός τε καὶ ἄϋλος βίος τῷ τῆς περιστερᾶς εἴδει χαρακτη ρίζεται, ἐπειδὴ καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον οὕτως ὤφθη παρὰ τοῦ Ἰωάννου ἐκ τῶν οὐρανῶν ἐπὶ τὸ ὕδωρ ἱπτάμενον. οὐκοῦν τὸν ἀντὶ ὀφθαλμοῦ τῷ σώματι τῆς ἐκκλησίας ὑπὸ τοῦ θεοῦ τεταγμένον, εἰ μέλλοι καθαρῶς ἐπισκοπεῖν τε καὶ ἐφορᾶν καὶ ἐπιβλέπειν, πᾶσαν τὴν ἐκ κακίας λήμην ἀποκλύζεσθαι προσήκει τῷ ὕδατι. ἔστι δὲ οὐχ ἓν ὕδωρ ῥυπτικὸν τῶν ὀμμάτων, ἀλλὰ πολλὰ τῶν τοιούτων ὑδάτων εἶναί φησι τὰ πληρώματα. ὅσαι γάρ εἰσιν ἀρεταί, τοσαύτας χρὴ τὰς τῶν καθαρσίων ὑδάτων ἐννοῆσαι πηγάς, δι' ὧν οἱ ὀφθαλμοὶ γίνονται ἀεὶ ἑαυτῶν καθαρώτεροι· οἷον πηγὴ τοῦ καθαρσίου ὕδατός ἐστιν ἡ σωφροσύνη, ἄλλη τοιαύτη πηγὴ ἡ ταπεινοφροσύνη ἡ ἀλήθειά τε καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρεία καὶ ἡ τοῦ ἀγαθοῦ ἐπιθυμία καὶ ἡ τοῦ κακοῦ ἀλλοτρίωσις. 6.396 ταῦτα καὶ τὰ τοιαῦτα ὕδατά ἐστιν ἐκ μιᾶς μὲν πηγῆς, διαφόρων δὲ ῥείθρων εἰς ἓν ἀθροιζόμενα πλήρωμα, δι' ὧν πάσης ἐμπαθοῦς λήμης γίνεται τοῖς ὀφθαλμοῖς τὰ καθάρσια. ἀλλ' εἰσὶ μὲν ἐπὶ τὰ πληρώματα τῶν ὑδάτων οἱ ὀφθαλμοί, οἱ διὰ τῆς ἀκεραιότητός τε καὶ ἀκακίας ταῖς περιστεραῖς ὡμοιωμένοι, λουτρὸν δὲ αὐτῶν εἶναι τὸ γάλα φησὶν οὕτως εἰπόντος τοῦ