1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

112

λόγου ὅτι Λελουμέναι ἐν γάλακτι. πρέπων δὲ τοῖς τοιούτοις ὄμμασιν ἔπαινος τὸ τῷ γάλακτι τὴν τοιαύτην περιστερὰν λουομένην ἐνωραΐζεσθαι· ἀληθὴς γὰρ ἡ τοῦ γάλακτός ἐστι παρατήρησις ὅτι μόνον τῶν ὑγρῶν τοῦτο τοιαύτην ἔχει τὴν ἰδιότητα τὸ μὴ ἐμφαίνεσθαι αὐτῷ εἴδωλόν τινος καὶ ὁμοίωμα. πάντα γὰρ ὅσα τῆς ὑγρᾶς ἐστι φύσεως καθ' ὁμοιότητα τῶν κατόπτρων διὰ τοῦ λείου τῆς ἐπιφανείας τῶν εἰς αὐτὰ βλεπόντων ἀντιφαίνεσθαι παρασκευάζει τὰ ὁμοιώματα, ἐν μόνῳ δὲ τῷ γάλακτι ἡ τοιαύτη εἰδωλοποιΐα χώραν οὐκ ἔχει. οὗ χάριν τοιοῦτος τῶν τῆς ἐκκλησίας ὀφθαλμῶν ἐστιν ὁ τελεώτατος ἔπαινος τὸ μηδὲν ἀνυπόστατόν τε καὶ πεπλανημένον καὶ μάταιον παρὰ τὴν τῶν ὄντων ἀλήθειαν σκιαγραφεῖν ἐν ἑαυτοῖς δι' ἀπάτης ἀλλὰ τὸ ὄντως ὂν βλέπειν, τὰς δὲ ἠπατημένας τοῦ τῇδε βίου ὄψεις τε καὶ 6.397 φαντασίας μὴ παραδέχεσθαι. διὰ τοῦτο πρὸς τὴν καθαρότητα τῶν ὀμμάτων ὑπὸ τῆς τελείας ψυχῆς τὸ τοῦ γάλακτος λουτρὸν ἀσφαλὲς ἐκρίθη. Ὁ δὲ ἐφεξῆς λόγος νόμος ἐστὶ τοῖς ἐπαΐουσι περὶ ἃ χρὴ τοὺς ὀφθαλμοὺς τὴν σπουδὴν ἔχειν· Καθήμεναι γάρ, φησίν, ἐπὶ πληρώματα ὑδάτων. τὴν γὰρ διηνεκῆ προσεδρείαν τῆς περὶ τὰ θεῖα μαθήματα προσοχῆς ὁ τοιοῦτος ὑποτίθεται λόγος, δι' ὧν ἐπαινεῖ τοὺς καθαροὺς ὀφθαλμοὺς καὶ ἡμᾶς διδάσκων, ὅπως ἂν τὸ ἴδιον κάλλος τῶν ὀφθαλμῶν ἀναλάβοι μεν ἀεὶ προσκαθήμενοι τοῖς τῶν ὑδάτων πληρώμασιν, ὡς οἵ γε πολλοὶ τῶν εἰς ὀφθαλμοὺς τεταγμένων καταλιπόντες τὸ τοῖς τοιούτοις πληρώμασι προσεδρεύειν τοῖς Βαβυλωνίοις ποταμοῖς παρακάθηνται πληροῦντες τὴν ἐκ προσώπου τοῦ θεοῦ γενομένην ἐπὶ τῶν τοιούτων κατηγορίαν Ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ μὴ δύνωνται ὕδωρ συνέχειν. μάθημα τοίνυν ἐστίν, ὅπως ἂν γένοιτο καλὸς ὀφθαλμός, ἐμπρέπων τε καὶ ἐναρμόζων τῇ χρυσῇ κεφαλῇ, τὸ εἶναι αὐτὸν ἀκέραιον μὲν κατὰ τὴν περιστεράν, ἀπλανῆ τε καὶ ἀνεξαπάτητον κατὰ τὴν τοῦ γάλακτος φύσιν, μηδεμιᾷ 6.398 πλάνῃ τῶν ἀνυποστάτων φαντασιούμενον, προσκαθῆσθαι δὲ διὰ παραμονῆς καὶ προσεδρείας τοῖς πληρώμασι τῶν θείων ὑδάτων καθ' ὁμοιότητα τοῦ ξύλου τοῦ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένου καὶ μὴ μεθισταμένου· οὕτω γὰρ ὅ τε καρπὸς ἐπὶ τοῦ ἰδίου καιροῦ προβληθήσεται καὶ ὁ κλάδος ἀειθαλὴς φυλαχθήσεται τῇ εὐχροίᾳ τῶν φύλλων περισοβούμενος. νυνὶ δὲ πολλοὶ τῶν ὀφθαλμῶν τῶν πνευ ματικῶν τούτων ὑδάτων καταμελοῦντες καὶ τῆς τοῦ λόγου προσεδρείας μικρὰ φροντίζοντες ἤτοι τὸν τῆς φιλοχρηματίας ἑαυτοῖς λάκκον ὀρύσσουσιν ἢ τὴν κενοδοξίαν λατομοῦσιν ἢ τὴν ὑπερηφανίαν φρεωρυχοῦσιν ἢ ἄλλους τινὰς λάκκους ἀπάτης μετ' ἐπιμελείας ὀρύσσουσιν, οἳ συνέχειν εἰς τὸ διηνεκὲς τὸ σπουδαζόμενον αὐτοῖς ὕδωρ φύσιν οὐκ ἔχουσιν ἀεὶ τῆς ὧδε τιμῆς τε καὶ δυναστείας καὶ δόξης, περὶ ἥν ἐστιν ἡ σπουδὴ τοῖς πολλοῖς, ὁμοῦ τῷ συστῆναι διαρρεούσης καὶ οὐδὲν ἴχνος τῆς ματαίας σπουδῆς ἐν τοῖς ἠπατημένοις καταλειπούσης. τοιούτους εἶναι βούλεται τοὺς ὁρῶντάς τε καὶ ἐπισκοποῦντας ὁ λόγος ὧν χρὴ προβεβλῆσθαι μὲν οἷόν τινα ὀφρύων περιβολὴν τὴν τῶν θείων διδαγμάτων ἀσφάλειαν, ἐπικαλύπτεσθαι δὲ τῇ ταπεινοφροσύνῃ καθάπερ τινὶ βλεφάρων περιβολῇ τὸ καθαρόν τε καὶ στίλβον τῆς πολιτείας, μή ποτε ἡ τῆς οἰήσεως δοκὸς ἐμπεσοῦσα τῷ καθαρῷ τῆς κόρης ἐμποδὼν γένηται πρὸς τὴν ὅρασιν. τίς δὲ μετὰ τοὺς ὀφθαλμοὺς 6.399 τῶν μελῶν τοῦ νυμφίου ἐστὶν ὁ ἔπαινος, ἐν τοῖς ἐφεξῆς θεοῦ διδόντος ἐπελευσόμεθα χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Λόγος ιδʹ Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά, χείλη

αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη. Χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι θαρσεῖς, κοιλία αὐτοῦ πυξίον

ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου, Κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι