114
τοιαῦται εἶεν αἱ φιάλαι τοῦ λόγου, οὐκ ἐκ τῆς γηΐνης ὕλης δηλονότι συστήσονται, ἀλλ' ἐκ τοῦ ἀρώματος αὐτοῖς ἔσται ἡ φύσις, ἐκείνου λέγω τοῦ ἀρώματος ὃ ὑπὲρ πάντα τὰ ἀρώματά φησιν εἶναι ἡ νύμφη ἐν τοῖς προοιμίοις τοῦ Ἄισματος. τοιαύτη φιάλη ὁ Παῦλος ἦν, ὁ μὴ ἐν πανουργίᾳ τὸν λόγον 6.403 δολῶν ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας ἑαυτὸν συνιστάνων. οὗ ἡ ὕλη τὸ ἐκ γῆς εἶναι ἀπέθετο, ἀφ' οὗ διὰ τοῦ βαπτισμοῦ τὰς λεπίδας τῶν ὀφθαλμῶν τῇ σαρκὶ συναπέβαλεν, ἀλλ' ἐκ τοῦ εὐπνοοῦντος ἀρώματος ἀνεσκευάσθη τοῦ ἁγίου πνεύματος τέκνον γενόμενος· ὃς ἐπειδὴ διὰ τῆς τοιαύτης χαλκείας ἐκλογῆς σκεῦος κατεσκευάσθη, πρὸς τὴν οἰνοχοΐαν τοῦ λόγου φιάλη γενόμενος οὐκέτι χρείαν ἔσχεν ἀνθρώπου τὴν γνῶσιν αὐτῷ τῶν μυστηρίων ἐγχέοντος (Οὐ γὰρ προσανέθετο σαρκὶ καὶ αἵματι), ἀλλ' αὐτὸς ἔφυεν ἐν ἑαυτῷ καὶ ἀνέβρυε τὸ θεῖον ποτὸν διὰ τῆς τοῦ Χριστοῦ εὐωδίας τὰ ποικίλα τῶν ἀρετῶν ἄνθη μυρεψῶν τοῖς ἀκούουσιν, ὥστε κατὰ τὰς διαφοράς τε καὶ ἰδιότητας τῶν δεχομένων τὸν λόγον κατάλληλον εὑρίσκεσθαι πρὸς τὴν τοῦ ζητοῦντος χρείαν τὸ ἄρωμα τοῖς Ἰουδαίοις, τοῖς Ἕλλησι, ταῖς γυναιξί, τοῖς ἀνδράσι, τοῖς δεσπόταις, τοῖς δούλοις, τοῖς γονεῦσι, τοῖς τέκνοις, τοῖς ἀνόμοις, τοῖς ὑπὸ νόμον. οὕτως αὐτῷ πολυειδὴς ἦν διὰ πάσης ἀρετῆς κεκραμένη τῆς διδασκαλίας ἡ χάρις, διὰ τῶν ποικίλων διδαγμάτων καταλλήλως τῇ ἑκάστου χρείᾳ μυρεψούσης τῆς φιάλης τοῖς δεχομένοις τὸν λόγον. τὰς οὖν τοιαύτας ἐπαινεῖ σιαγόνας ἡ τὸ τοῦ σώματος τοῦ νυμφίου κάλλος διαζωγραφοῦσα τῷ λόγῳ. Καὶ ὅτι πρὸς τοῦτο βλέπει τῶν σιαγόνων ὁ ἔπαινος, ὁ ἐφεξῆς λόγος διὰ τῆς ἀκολουθίας μαρτύρεται· ἐπαινεῖται γὰρ μετὰ τὰς σιαγόνας τὰ χείλη δι' ὧν ὁ ἀρωματίζων 6.404 λόγος προέρχεται. οὕτω δὲ ὁ ἔπαινος ἔχει· Χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη. δύο κατὰ ταὐτὸν ἀρετὰς μαρτυρεῖ τῷ λόγῳ διὰ τοῦ διπλοῦ ὑποδείγματος, ὧν ἓν μέν ἐστιν ἡ ἀλήθεια λαμπρά τε καὶ φωτοειδὴς ἐν τοῖς λεγομένοις θεωρουμένη (τοιοῦτον γὰρ τοῦ κρίνου τὸ εἶδος, οὗ ἡ λαμπρότης αἴνιγμα τῆς τῶν λεγομένων καθαρότητός τε καὶ ἀληθείας ἐστίν), ἕτερον δὲ τὸ μόνην τὴν νοητήν τε καὶ ἄϋλον ζωὴν ὑπὸ τῆς διδασκαλίας προδείκνυσθαι, διὰ τῆς τῶν νοητῶν θεωρίας ἀπονεκρουμένης τῆς κάτω ζωῆς τῆς διὰ σαρκός τε καὶ αἵματος ἐνεργουμένης. ἡ γὰρ ἀπορ ρέουσα τοῦ στόματος σμύρνα καὶ πλήρη ποιοῦσα ἑαυτῆς τὴν τοῦ δεχομένου ψυχὴν τῆς τοῦ σώματος νεκρώσεως ἔμφασις γίνεται· πολλαχῆ γὰρ τὸ τοιοῦτον ἐν τῇ καταχρήσει τῶν θεοπνεύστων λόγων παρατετήρηται τὸ τοῦ θανάτου σημαντικὸν εἶναι τῆς σμύρνης τὸ ὄνομα. ὁ τοίνυν τέλειος καὶ καθαρὸς ὀφθαλμός, ὁ τὴν σιαγόνα φιάλην ποιῶν τὴν τὰ μύρα ἐξ ἑαυτῆς φύουσάν τε καὶ πηγάζουσαν οὗτος ἀνθεῖ τὰ κρίνα τῶν λόγων διὰ τοῦ στόματος τῶν τῇ θείᾳ κεκαλλω πισμένων λαμπρότητι· οὕτω γὰρ τοὺς καθαρούς τε καὶ δι' ἀρετῆς εὐπνοοῦντας ὀνομάζει ὁ λόγος, ἀφ' ὧν γίνεται ἡ τῆς σμύρνης σταγὼν ἀνελλιπῶς πληροῦσα τὴν τῶν δεχο μένων διάνοιαν, ὅπερ ἐστὶν ἡ τῆς ὑλικῆς ζωῆς ὑπεροψία πάντων τῶν τῇδε σπουδαζομένων διὰ τὴν τῶν ὑπερκειμένων ἀγαθῶν ἐπιθυμίαν ἀνενεργήτων τε καὶ νεκρῶν γινομένων. 6.405 τοιαύτην ὁ Παῦλός ποτε σμύρναν προέχει τοῦ στόματος μεμιγμένην τῷ καθαρῷ κρίνῳ τῆς σωφροσύνης ἐν ἀκοαῖς τῆς ἁγίας παρθένου (Θέκλα δὲ ἦν ἡ παρθένος), ἣ καλῶς τῇ ψυχῇ τὰς ἀπορρεούσας τοῦ κρίνου σταγόνας ἐν ἑαυτῇ δεξαμένη θανάτῳ διαλαμβάνει τὸν ἔξωθεν ἄνθρωπον πᾶσαν σαρκώδη διάνοιάν τε καὶ ἐπιθυμίαν ἑαυτῆς ἀποσβέσασα. ἧς μετὰ τὴν ἀγαθὴν διδασκαλίαν νεκρὰ μὲν ἦν ἡ νεότης, νεκρὸν δὲ τὸ ἐπιφαινόμενον κάλλος, νεκρὰ δὲ πάντα τὰ σωματικὰ αἰσθητήρια μόνου ζῶντος ἐν αὐτῇ τοῦ λόγου, δι' οὗ τεθνήκει μὲν αὐτῇ ἅπας ὁ κόσμος, τεθνήκει δὲ καὶ ἡ παρθένος τῷ κόσμῳ. οὕτω ποτὲ παρὰ Κορνηλίῳ καὶ ὁ μέγας Πέτρος τὰ λαμπρὰ τοῦ λόγου κρίνα φθεγγόμενος πλήρεις τῆς σμύρνης τὰς τῶν ἀκουόντων ψυχὰς παρε σκεύασεν, οἳ παραχρῆμα τὸν λόγον δεξάμενοι τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος συνετάφησαν νεκροὶ τῷ βίῳ γενόμενοι. καὶ μυρία πρὸς τούτοις ἔστιν τῶν ἁγίων εὑρεῖν ὑποδείγματα, πῶς τοῦ