1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

116

μᾶλλον δὲ ὁ στυγητός τε καὶ ἀποτρόπαιος, ὃς οἰκονομίαν 6.409 πτωχῶν πεπιστευμένος τὸν τῆς φιλοχρηματίας λίθον οὐκ ἀπεξύσατο, ἀλλὰ φύλαξ ὢν τοῦ γλωσσοκόμου διὰ τοὺς κλέπτοντας αὐτὸς ἑαυτοῦ κλέπτης ἐγένετο, ὃ ἐν ταῖς ἑαυτοῦ χερσὶν εἶχε διὰ τῶν ἰδίων χειρῶν ὑφαιρούμενος καὶ οὐ πρὸς τὴν ἐντολὴν ἀλλὰ πρὸς τὰ χρήματα βλέπων. ὧν ἡ ἀπόλαυσις ἐγένετο τίς; ἀγχόνη ἑκούσιος, ζωῆς ἀλλοτρίωσις, πανωλεθρία ψυχῆς, μνημόσυνον πονηρὸν παντὶ τῷ μετ' αὐτὸν χρόνῳ συνεκτεινόμενον. οὐκοῦν χρὴ τορευτὰς εἶναι καὶ διαγλύφους τὰς χεῖρας, ἵνα περιαιρεθέντων τῶν κακῶς συμπεφυκότων τὸ λειπόμενον χρυσὸς ᾖ τῷ τῆς κεφαλῆς κάλλει κατὰ τὸ εἶδος συμβαῖνον. Ἡ δὲ τοῦ θαρσεῖς λέξις πολύσημός ἐστιν ἐν τῇ γραφικῇ συνηθείᾳ οὐ κατὰ τῆς αὐτῆς πάντοτε διανοίας εὑρισκομένη· ἀλλὰ πολλάκις μὲν πρὸς τὸ κατεγνωσμένον, πολλάκις δὲ πρὸς τὸ θεῖόν τε καὶ μακάριον ἡ σημασία μεταλαμβάνεται. οἷον ὅτε φεύγει ἀπὸ προσώπου τοῦ θεοῦ Ἰωνᾶς ὁ προφήτης, ζητεῖ πλοῖον ἐπὶ θαρσεῖς πορευόμενον· καὶ ὁ μέγας ∆αβὶδ πλοῖα θαρσεῖς βιαίῳ πνεύματι λέγει συντρίβεσθαι, βίαιον πνεῦμα ὡς οἶμαι λέγων τὸ τοῖς μαθηταῖς ἐπιφανέν, τοῖς 6.410 ἐν τῷ ὑπερῴῳ συνειλεγμένοις, ὃ πρότερον μὲν δι' ἀκοῆς προεγνώσθη ὥσπερ φερομένης πνοῆς βιαίας, μετὰ ταῦτα δὲ καὶ τοῖς ὀφθαλμοῖς ἐφανερώθη εἰς γλωσσῶν σχῆμα τυπούμενον καὶ τῇ ἐκλαμπτικῇ φύσει τοῦ πυρὸς ὁμοιούμενον, δι' οὗ συντρίβεται ἡ πολυσχιδῶς ἐπιπολάζουσα τῇ ἀνθρωπίνῃ φύσει κακία, ἣν πλοῖα θαρσεῖς ὁ προφήτης ὠνόμασεν. ταῦτα μὲν οὖν ἐστι δι' ὧν τῷ ὀνόματι τούτῳ τὰ χείρω σημαίνεται, ὁ δὲ μέγας Ἰεζεκιὴλ εἰς ὑπογραφὴν ἄγων τῆς γενομένης αὐτῷ ποτε θεοφανείας τὴν ὀπτασίαν ἑνὸς τῶν θείων θεαμάτων τὸ εἶδος τῇ λέξει ταύτῃ διασημαίνει λέγων· Καὶ τὸ εἶδος αὐτῶν ὡς εἶδος θαρσεῖς. φασὶ δὲ οἱ δι' ἀκριβείας τῶν Ἑβραϊκῶν λέξεων τὰς ἐμφάσεις ἐπεσκεμμένοι τὸ ἀχρω μάτιστόν τε καὶ νοητὸν καὶ ἀσώματον διὰ τῆς λέξεως ταύτης ἐν τῇ προφητείᾳ σημαίνεσθαι. διπλῆς τοίνυν οὔσης ἐν τῇ λέξει ταύτῃ τῆς σημασίας, ἐπειδὴ πρόδηλόν ἐστιν ὅτι πρὸς τὸ κρεῖττον νῦν παρελήφθη τὸ ταύτης τῆς φωνῆς σημαινό μενον (οὐ γὰρ ἂν εἰς ἔπαινον ἐλαμβάνετο τὸ ὑπαίτιον), ἀκόλουθον ἂν εἴη τοῦτο περὶ τῶν ἐγκωμιαζομένων ἐννοῆσαι χειρῶν ὅτι ἀκριβῶς ἀφ' ἑαυτῶν πᾶν τὸ περιττόν τε καὶ σωματῶδες ἀποτορεύσασαι πρὸς τὸ θεῖόν τε καὶ νοητὸν μεταβαίνουσι τὴν ὑλώδη πᾶσαν καὶ βαρεῖαν περὶ τὰ πράγματα σχέσιν ἐκτιναξάμεναι. οἷον δή φασι καὶ ἐπὶ τῆς 6.411 σμαραγδίνης βώλου τοὺς λιθογλύφους ἐργάζεσθαι· τὸ γὰρ ἀφεγγὲς καὶ γεῶδες διὰ τῆς ἀκόνης ἐκδαπανήσαντές τε καὶ ἀποψήξαντες ἐκεῖνο μόνον καταλείπουσιν ἀδαπάνητον, ᾧ καθορᾶταί τις αὐγὴ χλοερά τε ἅμα καὶ ἐλαιάζουσα. ὅπερ μοι δοκεῖ σαφέστερον ἑρμηνεύων ὁ θεῖος ἀπόστολος τοῦτο συμβουλεύειν ἔν τινι τῶν ἑαυτοῦ λόγων ὅτι χρὴ ἀποσκευά ζεσθαι τὴν περὶ τὰ βλεπόμενα σχέσιν, πρὸς δὲ τὸ ἀόρατον ταῖς ἐπιθυμίαις ὁρμᾶν· Μὴ σκοπούντων γὰρ ἡμῶν, φησί, τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. ταῦτα μὲν οὖν ἐν τῷ ἐπαίνῳ τῶν χειρῶν ἐνοήσαμεν, πῶς τῆς ὑλώδους προσπα θείας ἐκτορευθεῖσαι ἀκήρατοι γίνονται πρὸς τὸ ἄϋλόν τε καὶ νοητὸν ἀλλοιούμεναι διὰ τῆς προαιρέσεως· Χεῖρες γὰρ αὐτοῦ, φησί, τορευταί, χρυσαῖ, πεπληρωμέναι θαρσεῖς. Ἀκόλουθον δ' ἂν εἴη καὶ τὸν ἐφεξῆς λόγον διασκοπῆσαι, ὃν περὶ τῆς κοιλίας πεποίηται. ἔχει δὲ οὕτως ὁ λόγος· Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου. ὅτε τῷ Μωϋσῇ τὸν ταῖς λιθίνοις δέλτοις ἐγχαραχθέντα νόμον ὁ τῆς φύσεως δίδωσι νομοθέτης, πυξία λίθινα τὰς πλάκας ὠνόμασεν, αἷς ἐνετυπώθη τὰ θεῖα χαράγματα, 6.412 οὕτως εἰπόντος τοῦ πρὸς τὸν Μωϋσέα περὶ αὐτῶν χρηματίσαν τος ὅτι Ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ, καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς. μετὰ ταῦτα δέ, ἐπειδὴ πᾶν τὸ σωματικὸν καὶ γεῶδες ἀπεξύσατο διὰ τῆς εὐαγγελικῆς σαφηνείας ὁ νόμος, οὐκέτι λίθινον τὸ δεχόμενον τὰ γράμματα πυξίον ἐστὶν ἀλλ' ἐκ τοῦ λαμπροῦ τε καὶ νεοξύστου ἐλέφαντος· τὸ γὰρ