117
δεκτικὸν τῶν ἐντολῶν καὶ τῶν νόμων, ὅπερ κοιλίαν ὠνόμασε, πυξίον εἶναί φησιν ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου. πρῶτον δὲ οἶμαι χρῆναι τὸ σωματικὸν ὑπόδειγμα φανερὸν τῷ λόγῳ ποιῆσαι, εἶθ' οὕτως ἐπὶ τὴν θεωρίαν τῶν εἰρημένων ἐλθεῖν. πυκνόν τι ξύλον ἡ πύξος ἐστὶ καὶ ὑπόλευκον, ἀφ' ἧς φιλοτε χνοῦσιν ἑαυτοῖς πίνακας οἷς τῶν γραμμάτων μέλει. τὸ τοίνυν τοιοῦτον πινάκιον τὸ πρὸς τὴν τῶν γραμμάτων χρείαν κατεσκευασμένον, κἂν ἀφ' ἑτέρας ὕλης τύχῃ γενόμενον, πυξίον καταχρηστικῶς ὀνομάζεται. οὐκοῦν πυξίον ἀκούσαντες λεῖόν τι σκεῦος ἐπιτήδειον πρὸς γραμμάτων ὑποδοχὴν ἐνοήσαμεν. ἐπεὶ τοίνυν γενικόν τι τῶν τοιούτων πινάκων ὄνομα τὸ πυξίον ἐστίν, ἐνταῦθα καὶ τὸ εἶδος τῆς ὕλης τῷ 6.413 ὑποδείγματι ὁ λόγος προστίθησι, οὐκ ἀπὸ ξύλου λέγων ἀλλ' ἐξ ἐλέφαντος εἶναι τὴν κατασκευὴν τοῦ πυξίου. φασὶ δὲ διὰ πολλὴν πυκνότητα καὶ στερρότητα τὸ τοιοῦτον ὀστέον ἀδιάφθορον διαμένειν ἐφ' ὅτι μήκιστον μηδεμίαν ἐκ χρόνου βλάβην παραδεχόμενον. ὁ δὲ σάπφειρος τῷ κυανοειδεῖ τῆς χρόας εἰς παραμυθίαν τοῦ καμάτου τῶν ὀφθαλμῶν ἐπινοεῖται, τοῖς φιλοπόνως προσανέχουσι τῷ καταγεγραμ μένῳ πυξίῳ φυσικῶς τῆς τοιαύτης αὐγῆς τὰς ὄψεις δι' ἑαυτῆς ἀναπαυούσης. τὸ μὲν οὖν ὑπόδειγμα, ᾧ διὰ συγκρίσεως ὁμοιοῦται ἡ ἐγκωμιαζομένη τῆς ἐκκλησίας κοιλία, τοιοῦτόν ἐστιν, ἐγὼ δὲ παρὰ τῆς προφητείας ἀκούσας τοῦτο διακελευο μένης ἐκ προσώπου τοῦ θεοῦ ὅτι Γράψον ὅρασιν καὶ σαφῶς εἰς πυξίον, ἔννοιαν λαμβάνω, τί διὰ τοῦ ὀνόματος τῆς κοιλίας ἐν τῷ ἐπαινουμένῳ σώματι τοῦ κυρίου προσήκει νοεῖν· εἰ γὰρ τὴν θείαν ὅρασιν σαφῶς ἐγγράφειν τῷ πυξίῳ ὁ λόγος διακελεύεται, τάχα τὸ καθαρὸν τῆς καρδίας, ᾧ διὰ τῆς μνήμης τὰς θείας ὁράσεις ἀπογραφόμεθα, τῷ τῆς κοιλίας ὀνόματι διασημαίνει. καθάπερ καὶ ὁ διαστείλας τὸ στόμα τοῦ μεγάλου Ἰεζεκιὴλ καὶ ἐνθεὶς αὐτῷ τὴν κεφαλίδα τοῦ βιβλίου πλήρη γραμμάτων καθ' ἑκάτερον οὖσαν, κατά τε τὸ ἔξωθεν αὐτοῦ καὶ τὸ ἔσωθεν, φησὶ πρὸς αὐτὸν ὅτι Τὸ στόμα σου φάγεται καὶ ἡ κοιλία σου πλησθήσεται, τὸ 6.414 διανοητικὸν καὶ τὸ λογιστικὸν τῆς ψυχῆς, ᾧ ἐναπέθετο τὰ θεῖα μαθήματα, κοιλίαν προσαγορεύσας. παραπλησίως δὲ καὶ τὸν μέγαν Ἰερεμίαν τὴν ὑπὸ τῶν σκυθρωπῶν ἐκείνων νοημάτων ὀδυνωμένην καρδίαν κοιλίαν ἔγνωμεν ὀνομάζοντα, δι' ὧν φησιν ὅτι Τὴν κοιλίαν μου ἀλγῶ καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει. εἰ δὲ χρὴ τὸ κυριώτερον τῶν εἰς τὴν διάνοιαν ταύτην ὁδηγούντων ἡμᾶς ἀπὸ τῆς θείας παραθέ σθαι φωνῆς, τοῦτό φαμεν ὅπερ πρὸς τοὺς πεπιστευκότας εἶπεν ὁ κύριος ποταμοὺς λέγων ἐκ τῆς κοιλίας ἀπορρέειν ὕδατος ζῶντος τῶν εἰς αὐτὸν πιστευόντων. ἔχει δὲ οὕτως ἡ λέξις· Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. διὰ πάντων τοίνυν τῶν εἰρημένων τὴν καθαρὰν καρδίαν διὰ τοῦ τῆς κοιλίας ὀνόματος νοεῖν ἐναγόμεθα, ἥτις πυξίον τοῦ θείου γίνεται νόμου, τῶν, καθώς φησιν ὁ ἀπόστολος, Ἐνδεικνυ μένων τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, Οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος ἐγχαρασσομένων τῇ ψυχῇ τῶν τοιούτων γραμμάτων, Οὐκ ἐν πλαξὶ λιθίναις, καθώς φησιν ὁ ἀπόστολος, ἀλλ' ἐν τῷ τῆς καρδίας πυξίῳ 6.415 καθαρῷ τε ὄντι καὶ λείῳ καὶ στίλβοντι· τοιοῦτον γὰρ εἶναι χρὴ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, ὥστε τρανὴν ἐν αὐτῷ καὶ ἀσύγχυτον τῶν θείων λογίων ἐντυποῦσθαι τὴν μνήμην οἷόν τισι γράμμασιν εὐσήμοις διηρθρωμένην. καλῶς δὲ συμπαρείληπται τῷ τοιούτῳ πυξίῳ πρὸς τὸν τῆς κοιλίας ἔπαινον καὶ ὁ σάπφειρος· οὐρανοειδὴς γὰρ ἡ τοῦ σαπφείρου αὐγή. τὸ δὲ τοιοῦτον αἴνιγμα σύμβολον γίνεται τοῦ τὴν καρδίαν ἡμῶν τὰ ἄνω φρονεῖν τε καὶ βλέπειν, ὅπου τὸν θησαυρὸν ἀποτίθεται, κἀκεῖ τὰς ὄψεις προσαναπαύειν, ὥστε μὴ κάμνειν ἐν τῇ προσοχῇ τῶν θείων παραγγελμάτων τῆς οὐρανίας ἐλπίδος τὸ ὀπτικὸν τῶν τῆς ψυχῆς ὀμμάτων ἀναπαυούσης. Εἶτα διαδέχεται τὸν τῆς κοιλίας ἔπαινον τὰ τῆς κνήμης ἐγκώμια· φησὶ γὰρ ὅτι Κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς. πολύστυλος μέν ἐστι τῆς σοφίας ὁ οἶκος ὃν ἑαυτῇ ᾠκοδόμησε,