1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

119

πρώτην ἐντολὴν εἶναι, τὸ δὲ τὸν πλησίον ὡς ἑαυτὸν 6.419 ἰσοδυναμεῖν τῇ πρώτῃ. ἀλλὰ καὶ ὁ Παῦλος οἷόν τινα οἶκον δεκτικὸν τοῦ θεοῦ κατασκευάζων τὸν μέγαν Τιμόθεον τοὺς δύο τούτους ἐν αὐτῷ ἵστησι στύλους, τῷ μὲν ὄνομα θέμενος πίστιν τῷ δὲ ἑτέρῳ συνείδησιν, διὰ μὲν τῆς πίστεως τὴν εἰς θεὸν ἀγάπην τὴν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως σημαίνων, διὰ δὲ τῆς ἀγαθῆς συνειδήσεως τὴν ἀγαπητικὴν εἰς τὸν πλησίον διάθεσιν. τάχα δὲ οὐκ ἐναντιοῦται τῷ προτέρῳ νοήματι ἡ νῦν ἐφευρεθεῖσα διάνοια· δι' ἀμφοτέρων γὰρ τούτων ἐστὶ τὸ γενέσθαι στύλους τοὺς κατὰ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ εἰ δή τις ἄλλος κατ' ἐκείνους τοῦ τοιούτου ὀνόματος ἄξιος ἢ γέγονεν ἢ γενήσεται· ὁ γὰρ ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς τελειωθεὶς στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας κατασκευάζεται κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, ὥστε τοῖς δύο τούτοις κατορθώμασιν ὅλον τὸ σῶμα τῆς ἀληθείας καθάπερ κνήμαις τισὶν ἐπερεί δεσθαι, τοῦ χρυσοῦ θεμελίου τῆς κατὰ τὴν πίστιν βάσεως τὸ ἀκλινές τε καὶ ἀμετάθετον καὶ τὸ ἐν παντὶ ἀγαθῷ πάγιον τοῖς λογισμοῖς ἐμποιοῦντος. Μετὰ δὲ τοὺς ἐπαίνους τούτους καθάπερ ἀνακεφαλαιου μένη ὅλον τοῦ νυμφίου τὸ κάλλος φησίν· Εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός, ὡς κέδροι· φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία, οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον 6.420 μου, θυγατέρες Ἰερουσαλήμ. ἐν τούτῳ γὰρ οἶμαι σαφέστε ρον αὐτὴν διασημαίνειν ὅτι περὶ τὸ βλεπόμενον τοῦ νυμφίου κάλλος ἐστὶν ὁ ἔπαινος (ἐκεῖνό φημι τὸ βλεπόμενον, ὃ διὰ τῶν καθ' ἕκαστον μελῶν τῶν συμπληρούντων τὴν ἐκκλησίαν σωματοποιεῖ ὁ ἀπόστολος)· ἓν γὰρ εἶδος αὐτοῦ φησιν εἶναι τὰς μυριάδας τῶν κέδρων, αἷς διείληπται πανταχόθεν ὁ Λίβανος, δηλοῦσα διὰ τῶν λεγομένων ὅτι οὐδὲν ταπεινὸν καὶ χαμαίζηλον συντελεῖ πρὸς τὴν εὐμορφίαν τοῦ σώματος, ἐὰν μή τι κατὰ τὴν κέδρον ὑψηλὸν ᾖ καὶ πρὸς τὸ ἄνω τῇ κορυφῇ ἐπειγόμενον. Μᾶλλον δὲ τὸ παρατεθὲν ἐν τοῖς εἰρημένοις πρῶτον κατανοήσωμεν· Εἶδος αὐτοῦ, φησίν, ὡς Λίβανος ἐκλεκτός. ἐκλογὴ δὲ παντὸς πράγματος διὰ τῆς τοῦ ἐναντίου παραθέσεως γίνεται. ἐπεὶ οὖν ὁμώνυμόν ἐστι τὸ ἀγαθὸν ἐπί τε τοῦ ὄντως ὄντος τοιούτου καὶ ἐπὶ τοῦ μὴ ὄντος μέν, ὑποκρινομένου δὲ δι' ἀπάτης καὶ δοκοῦντος εἶναι ὃ οὐκ ἔστιν, ὁ μὴ διαμαρτὼν τῆς τοῦ καλοῦ κρίσεως τὸ ἐξειλεγμένον ἀγαθὸν ἀντὶ τοῦ ἠπατημένου προείλετο. ἐπεὶ οὖν ἐνταῦθα τῷ ἐκλεκτῷ Λιβάνῳ τὸ εἶδος τοῦ νυμφίου προσείκασε, δύο κατὰ τὸ ἀκόλουθον Λιβάνους ὁ λόγος νοεῖν ὑποτίθεται· ἕνα μὲν τὸν 6.421 πονηρὸν καὶ ἀπόβλητον, τὸν ἴσα τῷ μόσχῳ κατὰ τὴν προφητείαν μετὰ τῶν κέδρων τῶν ἐφ' ἑαυτοῦ συντριβόμενον, ἕτερον δὲ τὸν ἐκλεκτόν τε καὶ τίμιον, οὗ τὸ κάλλος θεοπρεπές ἐστι καὶ θεοείκελον. ὃ δὲ νοοῦμεν διὰ τῶν εἰρημένων τοιοῦτόν ἐστιν· εἷς βασιλεὺς κυρίως τε καὶ ἀληθινῶς καὶ πρώτως ἐστὶν ὁ βασιλεὺς πάσης τῆς κτίσεως. ἀλλ' ὅμως καὶ ὁ κοσμοκράτωρ τοῦ σκότους σεμνύνει ἑαυτὸν τῷ τῆς βασιλείας ὀνόματι. λεγεῶνες ἀγγέλων παρὰ τῷ ἀληθινῷ βασιλεῖ καὶ λεγεῶνες δαιμόνων παρὰ τῷ ἄρχοντι τῆς ἐξουσίας τοῦ σκότους. ἀρχαὶ καὶ ἐξουσίαι καὶ δυνάμεις ὑπὸ τὸν βασιλέα τῶν βασιλευόντων καὶ κύριον τῶν κυριευόντων. ἔχει κἀκεῖνος κατὰ τὴν τοῦ ἀποστόλου φωνὴν ἀρχάς τε καὶ ἐξουσίας καὶ δυνάμεις τὰς καταργουμένας, ὅταν μέλλῃ τὸ κακὸν εἰς τὸ μὴ ὂν ἀφανίζεσθαι (Ὅταν γὰρ καταργήσῃ, φησί, πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν). ἐπὶ θρόνου βλέπει ὁ προφήτης τὸν βασιλέα τῆς δόξης καθήμενον ὑψηλοῦ τε καὶ ἐπηρμένου. κἀκεῖνος ἐπαγγέλλεται θήσειν ἐπάνω τῶν ἄστρων τὸν ἴδιον θρόνον, ὥστε εἶναι ὅμοιον τῷ ὑψίστῳ. σκεύη ἐκλογῆς ἐν τῇ μεγάλῃ ἑαυτοῦ οἰκίᾳ ὁ τοῦ παντὸς ἔχει δεσπότης. ἔχει κἀκεῖνος σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν. πάλιν ζωὴν καὶ εἰρήνην δι' ἀγγέ 6.422 λων χορηγεῖ τοῖς ἀξίοις ὁ τῶν ἀγγέλων κύριος. κἀκεῖνος θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν ἀποστέλλει διὰ τῶν ἀγγέλων τῶν πονηρῶν. καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγειν, δι' ὧν κατὰ τὸ ἐναντίον ἀντεπαίρεται πρὸς τὴν τοῦ ἀγαθοῦ φύσιν ὁ ἀντικείμενος; ἐπεὶ οὖν κατὰ τὸ αἰσθητὸν περιφανές ἐστι θέαμα τὸ ὄρος ὁ Λίβανος πανταχόθεν ταῖς ὑψηλαῖς κέδροις