1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

123

Ναθαναὴλ τὴν τοῦ νόμου συκῆν, ἧς ἡ σκιὰ πρὸς τὴν μετουσίαν τοῦ φωτὸς διεκώλυε, καταλαμβάνει τὸν τὰ φύλλα τῆς συκῆς διὰ τὴν τῶν ἀγαθῶν ἀκαρπίαν 6.434 ἀποξηραίνοντα. διὸ καὶ μαρτυρεῖται παρὰ τοῦ λόγου γνήσιος εἶναι καὶ οὐχὶ νόθος Ἰσραηλίτης ἐν τῷ ἀδόλῳ τῆς προαιρέσεως καθαρὸν ἐφ' ἑαυτοῦ δεικνὺς τοῦ πατριάρχου τὸν χαρακτῆρα· Ἴδε γάρ, φησίν, ἀληθινὸς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. Πρὸς ὅ τι δὲ βλέπει τὸ ἐν τῷ προοιμίῳ διήγημα, φανερόν ἐστι πάντως τοῖς εὐμαθεστέροις ἀκροαταῖς ἐκ τῆς προτεθείσης κατὰ τὸ ἀκόλουθον ἡμῖν ἀναγνώσεως τῶν ἐκ τοῦ Ἄισματος τῶν Ἀισμάτων· ὡς γὰρ ὁ μὲν Ἀνδρέας τῇ φωνῇ τοῦ Ἰωάννου πρὸς τὸν ἀμνὸν ὡδηγήθη, ὁ δὲ Ναθαναὴλ φωταγωγηθεὶς παρὰ τοῦ Φιλίππου καὶ τῆς περιεχούσης αὐτὸν τοῦ νόμου σκιᾶς ἔξω γενόμενος ἐν τῷ φωτὶ τῷ ἀληθινῷ γίνεται, οὕτω καὶ αἱ νεάνιδες πρὸς τὴν εὕρεσιν τοῦ μηνυθέντος αὐταῖς ἀγαθοῦ καθηγεμόνι χρῶνται τῇ τελειωθείσῃ διὰ τοῦ κάλλους ψυχῇ λέγουσαι πρὸς αὐτήν· Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ. ἀκολούθως δὲ προσάγουσι τῇ διδασκάλῳ τὴν πεῦσιν αἱ παρθένοι ψυχαί· πρῶτον γὰρ τὸν περὶ τοῦ τί ἐστιν ἐποιήσαντο λόγον ἐν τῷ πρὸ ταύτης τῆς ῥήσεως ἐρωτήματι λέγουσαι· Τί ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; ὅπερ διδαχθεῖσαι διὰ τῶν εἰρημένων σημείων ὅτι λευκὸς καὶ πυρρὸς καὶ τὰ λοιπά, δι' ὧν ὑπεγράφη τὸ εἶδος 6.435 τοῦ ζητουμένου, περὶ τοῦ ποῦ πυνθάνονται. διὸ λέγουσι· Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου; ἢ Ποῦ ἀπέβλεψεν; ἵνα πάντως ὅπου μέν ἐστι μαθοῦσαι προσκυνήσωσιν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ, ὅπου δὲ ἀποβλέπει διδα χθεῖσαι οὕτω στήσωσιν ἑαυτάς, ὥστε καὶ αὐταῖς ἐποφθῆναι τὴν δόξαν αὐτοῦ, οὗ ἡ ἐπιφάνεια σωτηρία τῶν ἐποπτευόντων γίνεται, καθώς φησιν ὁ προφήτης ὅτι Ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα. καὶ ἡ διδάσκαλος καθ' ὁμοιότητα Φιλίππου τοῦ εἰπόντος· Ἔρχου καὶ ἴδε καθηγεῖται τῶν παρθένων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν ἀντὶ τοῦ εἰπεῖν τὸ Ἴδε τὸν τόπον ὑποδεικνύουσα ἐν ᾧ ἐστιν ὁ ζητού μενος καὶ ὅπου βλέπει· φησὶ γὰρ ὅτι Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος. ἕως τούτου τὸ ἐν ᾧ ἐστιν ὑπὸ τοῦ λόγου σημαίνεται, τὸ δὲ ἀπὸ τούτου, τί ὁρᾷ καὶ ὅπου βλέπει, τῷ λόγῳ δείκνυσιν ἡ διδάσκαλος εἰποῦσα ὅτι Ποιμαίνει ἐν κήποις καὶ συλλέγει κρίνα. αὕτη μὲν οὖν ἡ σωματικὴ τοῦ λόγου πρὸς τὰς νεάνιδάς ἐστιν ὁδηγία, δι' ὧν μανθάνουσι καὶ ὅπου ἐστὶ καὶ ὅπου βλέπει. 6.436 Χρὴ δὲ πάντως καὶ τὸ ὠφέλιμον τῆς θεοπνεύστου ταύτης ἐπιγνῶναι γραφῆς διὰ τῆς πνευματικῆς θεωρίας. οὐκοῦν ὅταν ἀκούσωμεν ὅτι Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ, τὸ εὐαγγελικὸν μυστήριον διὰ τῶν εἰρημένων μανθάνομεν ἑκάστου τῶν ὀνομάτων τούτων τὸν μυστικὸν λόγον ἡμῖν σαφηνίζοντος· ὁ ἐν σαρκὶ φανερωθεὶς θεὸς διὰ τὸ ἐξ Ἰούδα μὲν ἀνατεῖλαι, λάμψαι δὲ τοῖς ἔθνεσι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις καλῶς καὶ προσφυῶς τῷ ὀνόματι τοῦ ἀδελφιδοῦ παρὰ τῆς μνηστευθείσης αὐτῷ πρὸς ἀΐδιον συζυγίαν κατονομάζεται ἀδελφῆς οὔσης τοῦ ἐξ Ἰούδα λαοῦ, τὸ δὲ Κατέβη δηλοῖ ὅτι διὰ τὸν ἀπὸ Ἱεροσολύμων εἰς Ἱεριχὼ καταβάντα καὶ ἐν τοῖς λῃσταῖς γενόμενον ἄνθρωπον καὶ αὐτὸς τῇ καθόδῳ τοῦ ἐμπεσόντος τοῖς πολεμίοις συγκατέρχεται, δι' ὧν σημαίνει τὴν ἐκ τῆς ἀφράστου μεγαλειότητος γενομένην ἐπὶ τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν συγκατάβασιν· διὰ δὲ τοῦ κατὰ τὸν κῆπον αἰνίγματος τοῦτο μανθάνομεν ὅτι ἀναφυτεύει τὸ ἑαυτοῦ γεώργιον ὁ ἀληθινὸς γεωργός, ἡμᾶς τοὺς ἀνθρώπους (ἡμεῖς γάρ ἐσμεν αὐτοῦ τὸ γεώργιον κατὰ τὴν τοῦ Παύλου φωνήν. 6.437 ἐπεὶ οὖν ἐκεῖνός ἐστιν ὁ κατ' ἀρχὰς ἐν τῷ παραδείσῳ γεωργήσας τὴν ἀνθρωπίνην φυτείαν ἣν ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος, διὰ τοῦτο τοῦ μονιοῦ τοῦ ἀγρίου κατανεμηθέντος ἡμᾶς, τὸν κῆπον, καὶ λυμηναμένου τὸ θεῖον γεώργιον κατέβη τοῦ πάλιν ποιῆσαι κῆπον τὴν ἔρημον τῇ τῶν ἀρετῶν φυτείᾳ καλλωπιζόμενον τὴν καθαρὰν καὶ θείαν τῆς διδασκαλίας πηγὴν ἐπὶ τὴν τῶν τοιούτων φυτῶν ἐπιμέλειαν ὀχετηγήσας τῷ