1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

124

λόγῳ)· αἱ δὲ τοῦ ἀρώματος φιάλαι ἐν μὲν τῇ τοῦ κάλλους ὑπογραφῇ πρὸς τὸ τῶν σιαγόνων ἐγκώμιον παρελήφθησαν, δι' ὧν καταλεαίνεται τὰ πνευματικὰ σιτία τοῖς τρεφομένοις, ἐνταῦθα δὲ τόπος εἶναι τοῦ νυμφίου καὶ ἐνδιαίτημα παρὰ τοῦ λόγου μηνύεται τοῦτο μανθανόντων ἡμῶν ὅτι οὔτε ἐν ἐρήμῳ τῶν ἀρετῶν ψυχῇ ὁ νυμφίος αὐλίζεται καί, εἴ τις κατὰ τὸν προαποδοθέντα λόγον φιάλη ἀρώματος γένοιτο φύουσα τὰ μυρεψικά, ὁ τοιοῦτος κρατὴρ τῆς σοφίας γενόμενος δέχεται ἐν ἑαυτῷ τὸν θεῖόν τε καὶ ἀκήρατον οἶνον δι' οὗ γίνεται τῷ δεξαμένῳ ἡ εὐφροσύνη. ὁ δὲ ἐφεξῆς λόγος διδάσκει ἡμᾶς ποίαις νομαῖς τὰ ποίμνια τοῦ καλοῦ ποιμένος πιαίνεται· οὐ γὰρ εἰς ἐρήμους τινὰς καὶ ἀκανθοφόρους τόπους ἐξελαύνει 6.438 τὰ πρόβατα, ὥστε τὴν χορτώδη δρέψασθαι πόαν, ἀλλὰ τροφὴ πρόκειται αὐτοῖς τὰ ἐκ τῶν κήπων ἀρώματα, ἀντὶ δὲ χόρτου τὸ κρίνον γίνεται ὅπερ φησὶ παρὰ τοῦ ποιμένος εἰς διατροφὴν τῶν προβάτων συλλέγεσθαι, ταῦτα φιλοσοφοῦν τος ἡμῖν διὰ τούτων τοῦ λόγου ὅτι ἡ περιεκτικὴ τῶν ὄντων φύσις καὶ δύναμις πάντα ἐν ἑαυτῇ περιείρουσα τόπον ἑαυτῆς καὶ χώρημα ποιεῖται τῶν δεχομένων τὴν καθαρότητα, ἐν οἷς ὁ πολυειδῶς διὰ τῶν ἀρετῶν γεωργούμενος κῆπος κομᾷ μὲν τοῖς τῶν κρίνων ἄνθεσι, βρύει δὲ τῇ τῶν ἀρωμάτων καρπογονίᾳ· τὰ μὲν γὰρ κρίνα τοῦ λαμπροῦ καὶ καθαροῦ τῆς διανοίας αἴνιγμα γίνεται, ἡ δὲ τῶν ἀρωμάτων εὔπνοια τοῦ πάσης ἁμαρτιῶν δυσωδίας ἀλλοτρίως ἔχειν. τούτοις οὖν φησι τὸν τῶν λογικῶν ἐπιστάτην ποιμνίων ἐναναστρέφε σθαι, ἐν μὲν τοῖς κήποις νομεύοντα, τὰ δὲ κρίνα πρὸς τὴν τῶν προβάτων διατροφὴν κείροντά τε καὶ συλλέγοντα, ἅπερ διὰ τοῦ μεγάλου Παύλου τοῖς προβάτοις προτίθησι τοῦ ἐκ τῆς θείας ἀποθήκης προβάλλοντος ἡμῖν τὴν ἐκ τῶν κρίνων διατροφήν. ἔστι δὲ ταῦτα Ὅσα ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος. ταῦτά ἐστι κατά γε τὸν ἐμὸν 6.439 λόγον τὰ κρίνα οἷς διατρέφεται παρὰ τοῦ καλοῦ ποιμένος τε καὶ διδασκάλου τὰ ποίμνια. Ὁ δὲ ἐφεξῆς λόγος, ὃν ἡ καθαρὰ καὶ ἀκηλίδωτος νύμφη πεποίηται λέγουσα· Ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί, κανὼν καὶ ὅρος τῆς κατ' ἀρετήν ἐστι τελειότητος· μανθάνομεν γὰρ διὰ τούτων τὸ μὴ δεῖν πλὴν τοῦ θεοῦ μηδὲν ἐν ἑαυτῷ ἔχειν μηδὲ πρὸς ἄλλο τι βλέπειν τὴν κεκαθαρμένην ψυχήν, ἀλλ' οὕτως ἑαυτὴν ἐκκαθᾶραι παντὸς ὑλικοῦ πράγμα τός τε καὶ νοήματος, ὡς ὅλην διόλου μετατεθεῖσαν πρὸς τὸ νοητόν τε καὶ ἄϋλον ἐναργεστάτην εἰκόνα τοῦ ἀρχετύπου κάλλους ἑαυτὴν ἀπεργάσασθαι. καὶ ὥσπερ ὁ ἐπὶ τοῦ πίνακος ἰδὼν τὴν γραφὴν δι' ἀκριβείας πρός τι τῶν ἀρχετύπων μεμορφωμένην, μίαν ἀμφοτέρων εἶναι τὴν μορφὴν ἀποφαίνε καὶ τὸ ἐπὶ τῆς εἰκόνος κάλλος τοῦ πρωτοτύπου λέγων εἶναι καὶ τὸ ἀρχέτυπον ἐναργῶς ἐν τῷ μιμήματι καθορᾶσθαι, τὸν αὐτὸν τρόπον ἡ εἰποῦσα ὅτι Ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί, συμμεμορφῶσθαι λέγει τῷ Χριστῷ τὸ ἴδιον κάλλος ἀπολαβοῦσα, τὴν πρώτην τῆς φύσεως ἡμῶν μακαριότητα, κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ πρώτου καὶ μόνου καὶ ἀληθινοῦ κάλλους ὡραϊσθεῖσα. 6.440 καὶ οἷον ἐπὶ τοῦ κατόπτρου γίνεται, ὅταν τεχνικῶς τε καὶ καταλλήλως τῇ χρείᾳ κατεσκευασμένον ἐν καθαρᾷ τῇ ἐπιφανείᾳ δι' ἀκριβείας ἐν ἑαυτῷ δείξῃ τοῦ ἐμφανέντος προσώπου τὸν χαρακτῆρα, οὕτως ἑαυτὴν ἡ ψυχὴ προσφόρως τῇ χρείᾳ κατασκευάσασα καὶ πᾶσαν ὑλικὴν ἀπορριψαμένη κηλῖδα καθαρὸν τοῦ ἀκηράτου κάλλους ἑαυτῇ τὸ εἶδος ἐνετυπώσατο. λέγει οὖν τὴν φωνὴν ταύτην τὸ προαιρετικόν τε καὶ ἔμψυχον κάτοπτρον ὅτι· ἐπειδὴ ἐγὼ ὅλῳ τῷ κύκλῳ τὸ τοῦ ἀδελφιδοῦ πρόσωπον βλέπω, διὰ τοῦτο ὅλον τῆς ἐκείνου μορφῆς τὸ κάλλος ἐν ἐμοὶ καθορᾶται. ταύτας ἄντικρυς μιμεῖται τὰς φωνὰς ὁ Παῦλος λέγων τῷ θεῷ ζῆν ὁ νεκρὸς τῷ κόσμῳ γενόμενος καὶ ὅτι ζῇ ἐν αὐτῷ ὁ Χριστὸς μόνος· ὁ γὰρ εἰπὼν ὅτι Ἐμοὶ τὸ ζῆν Χριστός, τοῦτο διὰ τοῦ λόγου βοᾷ ὅτι οὐδὲν τῶν ἀνθρωπίνων τε καὶ ὑλικῶν παθημάτων ἐν αὐτῷ ζῇ, οὔτε ἡδονὴ οὔτε λύπη οὔτε θυμὸς οὔτε φόβος οὔτε δειλία οὔτε πτόησις οὔτε τῦφος οὔτε θράσος, οὐ μνησικακία οὐ φθόνος οὐκ ἀμυντική τις