1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

125

διάθεσις οὐ φιλοχρηματία οὐ φιλοδοξία οὐ φιλοτιμία, οὐκ ἄλλο τι τῶν τὴν ψυχὴν διά τινος σχέσεως κηλιδούντων, ἀλλ' ἐκεῖνός μοι μόνος ἐστὶν ὃς οὐδὲν τούτων ἐστίν· πᾶν γὰρ τὸ ἔξω τῆς ἐκείνου φύσεως θεωρούμενον ἀποξυσάμενος οὐδὲν ἔχω ἐν ἐμαυτῷ τοιοῦτον 6.441 οἷον ἐν ἐκείνῳ οὐκ ἔστιν. οὗ χάριν Ἐμοὶ τὸ ζῆν Χριστός, ἤ, καθὼς ἡ νύμφη, Ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί, ὅς ἐστιν ἁγιασμὸς καὶ καθαρότης καὶ ἀφθαρσία καὶ φῶς καὶ ἀλήθεια καὶ τὰ τοιαῦτα ὅσα. ποιμαίνει τὴν ἐμὴν ψυχὴν οὐκ ἐν χόρτοις τισὶν ἢ φρυγάνοις ἀλλ' ἐν ταῖς λαμπρότησι τῶν ἁγίων· ἡ γὰρ τῶν κρίνων φύσις ἐν τῷ λαμπρῷ τῆς εὐχροίας ταύτην ὑπαινίσσεται ἡμῖν τὴν διάνοιαν. οὐκοῦν διὰ τοῦτο ἐπὶ τοὺς λειμῶνας τῶν κρίνων ἄγει τὸ ἑαυτοῦ ποίμνιον ὁ ἐν τοῖς κρίνοις ποιμαίνων, ἵνα γένηται Ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ' ἡμᾶς· τῷ γὰρ εἴδει τῆς τροφῆς συνδιατίθεται πάντως καὶ τὸ τρεφόμενον. οἷον τί λέγω; ἔστω καθ' ὑπόθεσιν κοῖλόν τι σκεῦος ἐξ ὑέλου πεποιημένον, ἐν ᾧ πᾶν τὸ βαλλόμενον διαφαίνεται οἱονδὴ ἂν ᾖ, εἴτε ἀσβόλη τὸ ἐγκείμενον εἴη εἴτε τι τῶν καθαρωτέρων τε καὶ λαμπροτέρων. οὐκοῦν τὴν λαμπρότητα τῶν κρίνων ταῖς ψυχαῖς ἐντιθεὶς λαμπρὰς δι' αὐτῶν τὰς ψυχὰς ἀπεργάζεται διαφαινομένου τοῦ ἐγκειμένου εἴδους ἐπὶ τὸ ἔξωθεν. ὡς δ' ἂν πρὸς τὸ σαφέστερον ἡμῖν προαχθείη τὸ νοητόν, τοῦτό φαμεν ὅτι τρέφεται μὲν διὰ τῶν ἀρετῶν ἡ ψυχή, κρίνα δὲ κατονομάζει τὰς ἀρετὰς δι' αἰνίγματος, 6.442 ὧν ὁ διὰ τῆς ἀγαθῆς πολιτείας ἐμφορηθεὶς ἐπίδηλον ποιεῖ διὰ τοῦ βίου ἑκάστης ἀρετῆς τὸ εἶδος διὰ τοῦ ἤθους ἐπιδεικνύ μενος. ἔστω κρίνον καθαρὸν ἡ σωφροσύνη τε καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ φρόνησις καὶ Ὅσα φησὶν ὁ ἀπόστολος ἀληθῆ καὶ ὅσα σεμνὰ καὶ ὅσα προσφιλῆ, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος· πάντα γὰρ ταῦτα ἐντὸς τῆς ψυχῆς γενόμενα τῷ καθαρῷ διαδείκνυται βίῳ, καλλωπίζοντά τε τὸν περιέχοντα καὶ αὐτὰ διὰ τοῦ εἰσδεξαμένου καλλωπιζόμενα. Ἡ τοίνυν ἀναθεῖσα ἑαυτὴν τῷ ἀδελφιδῷ καὶ δεξαμένη τοῦ ἀγαπηθέντος τὸ κάλλος ἐν τῇ ἰδίᾳ μορφῇ οἵων ἀξιοῦται παρὰ τοῦ τοὺς δοξάζοντας αὐτὸν δοξάζοντος, ἀκούσωμεν διὰ τῆς προσκειμένης τοῖς εἰρημένοις ἀκολουθίας· φησὶ γὰρ πρὸς τὴν νύμφην ὁ λόγος· Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἰερουσαλήμ, θάμβος ὡς τεταγμέναι. ὅτι μὲν οὖν ἡ δόξα παρὰ τῆς οὐρανίου στρατιᾶς ἀναπέμπεται τῷ ἐν ὑψίστοις θεῷ ὑπὲρ τῆς ἐν ἀνθρώποις εὐδοκίας ἐν ταῖς ἀκοαῖς τῶν ποιμένων, ὅτε εἶδον γεννηθεῖσαν ἐπὶ γῆς τὴν 6.443 εἰρήνην, καὶ ὅτι πόλις τοῦ μεγάλου βασιλέως ἡ Ἰερουσαλὴμ παρὰ τοῦ δεσπότου πάσης κτίσεως ὀνομάζεται, παντὶ δῆλον ἂν εἴη τῷ τοῖς εὐαγγελικοῖς καθομιλήσαντι λόγοις, ὡς διὰ τούτων μὴ ἀγνοῆσαι, ποῖον μαρτυρεῖ τῇ νύμφῃ κάλλος ὁ λόγος διὰ τῆς πρὸς τὴν Ἰερουσαλὴμ καὶ πρὸς τὴν εὐδοκίαν συγκρίσεως. δῆλον γὰρ ὅτι τοῦτο περὶ αὐτῆς ὁ λόγος ἐνδείκνυται τὸ διὰ τῆς κατορθουμένης ἀνόδου μέχρις ἐκείνου τὴν ψυχὴν ὑψωθῆναι, ὡς πρὸς τὰ τοῦ δεσπότου θαύματα ἑαυτὴν ἐπεκτεῖναι· εἰ γὰρ ὁ ἐν ὑψίστοις θεός, Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὑπὲρ τῆς ἐν ἀνθρώποις εὐδοκίας αἵματι καὶ σαρκὶ κατακίρναται, ἵνα γεννηθῇ ἐπὶ τῆς γῆς εἰρήνη, δῆλον ὅτι ἡ πρὸς ταύτην τὴν εὐδοκίαν τὸ ἑαυτῆς ὁμοιώσασα κάλλος τὸν Χριστὸν μιμεῖται τοῖς κατορ θώμασιν, ἐκεῖνο γινομένη τοῖς ἄλλοις ὅπερ ὁ Χριστὸς τῇ φύσει τῶν ἀνθρώπων ἐγένετο· καθάπερ καὶ ὁ μιμητὴς τοῦ Χριστοῦ Παῦλος ἐποίει ἑαυτὸν τῆς ζωῆς ἀφορίζων, ἵνα τοῦ ἰδίου πάθους τὴν σωτηρίαν τῷ Ἰσραὴλ ἀνταλλάξηται, λέγων· Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα. πρὸς ὃν εἰκότως εἰπεῖν ἁρμόζει τὸ εἰρημένον τῇ νύμφῃ ὅτι· 6.444 τοιοῦτόν ἐστι τῆς ψυχῆς σου τὸ κάλλος, οἵα ἡ τοῦ δεσπότου γέγονεν ὑπὲρ ἡμῶν εὐδοκία, ὃς Ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, καὶ ἔδωκεν ἑαυτὸν ἀντάλλαγμα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ ∆ι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς ἐν τῷ θανάτῳ αὐτοῦ ζήσωμεν καὶ ἐν τῇ πτωχείᾳ αὐτοῦ πλουτήσωμεν καὶ ἐν τῇ τῆς δουλείας αὐτοῦ μορφῇ βασιλεύσωμεν. τὸ δὲ αὐτὸ μέγεθος καὶ ἡ πρὸς