126
Ἰερουσαλὴμ ὡραιότητος ὁμοιότης ἐνδείκνυται, τὴν ἄνω δηλαδὴ Ἰερουσα λήμ, τὴν ἐλευθέραν, τὴν τῶν ἐλευθέρων μητέρα, ἣν πόλιν τοῦ μεγάλου βασιλέως εἶναι παρὰ τῆς τοῦ δεσπότου φωνῆς μεμαθήκαμεν· ἡ γὰρ χωρήσασα ἐν ἑαυτῇ τὸν ἀχώρητον, ὥστε ἐνοικεῖν αὐτῇ καὶ ἐμπεριπατεῖν τὸν θεόν, τῇ ὡραιότητι τοῦ ἐν αὐτῇ κατοικοῦντος καλλωπισθεῖσα Ἰερουσαλὴμ ἐπου ράνιος γίνεται τὸ ἐκείνης κάλλος ἐφ' ἑαυτῆς δεξαμένη. κάλλος δὲ τῆς πόλεως τοῦ βασιλέως καὶ ὡραιότης, αὐτοῦ πάντως ἐστὶ τοῦ βασιλέως τὸ κάλλος· ἐκείνου γάρ ἐστι κατὰ τὸν λόγον τῆς ψαλμῳδίας ἡ ὡραιότης καὶ τὸ κάλλος, πρὸς ὃν ἡ προφητεία φησὶ Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης· τούτοις γὰρ τὸ θεῖον κάλλος χαρακτηρίζεται, τῇ ἀληθείᾳ λέγω καὶ τῇ δικαιοσύνῃ καὶ τῇ 6.445 πραότητι. ἡ τοίνυν ἐν τοῖς τοιούτοις κάλλεσι μορφωθεῖσα ψυχὴ ὡραία γίνεται ὡς Ἰερουσαλὴμ τῇ τοῦ βασιλέως ὥρᾳ καλλωπισθεῖσα. Ἀλλὰ ταῦτα μὲν πρόδηλον ἔχει τοῦ τῆς νύμφης κάλλους τὸν ἔπαινον τῇ πρὸς τὴν εὐδοκίαν τε καὶ τὴν Ἰερουσαλὴμ συγκρίσει πληρούμενον, τὸν δὲ ἐφεξῆς λόγον ἐγκώμιον μὲν εἶναι τῆς νύμφης οὐκ ἀμφιβάλλομεν, τὴν δὲ διάνοιαν, καθ' ἣν τῷ τοιούτῳ ἐπαίνῳ σεμνύνεται ἡ τῆς εὐφημίας ταύτης ἀξιωθεῖσα, οὐκ ἔστιν ἐκ τοῦ προχείρου μαθεῖν. ἔχει γὰρ ἡ λέξις οὕτως· Θάμβος ὡς τεταγμέναι. τάχα δ' ἄν τις τοῖς προθεωρηθεῖσιν ἑπόμενος εἴποι διὰ τῆς πρὸς τὴν ὑπερκόσμιον φύσιν συγκρίσεως μεγαλύνεσθαι ὑπὸ τοῦ λόγου διὰ τῶν ἐπαίνων τὴν νύμφην· ἐκεῖ γάρ εἰσιν αἱ τεταγμέναι [δυνάμεις] ὅπου αἱ μὲν ἐξουσίαι διὰ παντὸς ἐν τῷ κυριεύειν εἰσί, κρατοῦσι δὲ διόλου αἱ κυριότητες, βεβήκασι δὲ παγίως οἱ θρόνοι, ἀδούλωτοι δὲ μένουσιν αἱ ἀρχαί, εὐλογοῦσι δὲ ἀδιαλείπτως τὸν θεὸν αἱ δυνάμεις, ἥ τε πτῆσις τῶν Σεραφὶμ οὐχ ἵσταται καὶ ἡ στάσις οὐ μετα βαίνει καὶ τὰ Χερουβὶμ ἀνέχοντα τὸν ὑψηλόν τε καὶ ἐπηρμένον θρόνον οὐκ ἀπολήγει, οἵ τε λειτουργοὶ ποιοῦντες τὸ ἔργον 6.446 καὶ ἀκούοντες τῶν λόγων οὐ παύονται. ἐπεὶ οὖν αἱ ἐξουσίαι αὗται ὑπὸ τοῦ θεοῦ τεταγμέναι εἰσὶ καὶ ἡ τάξις τῶν νοητῶν καὶ ὑπερκοσμίων δυνάμεων ἀσύγχυτος εἰς τὸ διηνεκὲς μένει μηδεμιᾶς κακίας ἀνατρεπούσης τὴν εὐταξίαν, διὰ τοῦτο καὶ ἡ πρὸς μίμησιν ἐκείνων [ψυχὴ] πάντα κατὰ τάξιν καὶ εὐσχημόνως ποιοῦσα τοιοῦτον ἐφ' ἑαυτῆς κινεῖ τὸ θαῦμα οἷον ἐν ταῖς δυνάμεσιν ἐκείναις ταῖς τεταγμέναις ἐστίν· ἔκπληξιν γὰρ ἡ τοῦ θάμβους ἑρμηνεύει διάνοια, διὰ δὲ τῆς ἐκπλήξεως τὸ θαῦμα νοοῦντες τῆς ἀληθείας οὐχ ἁμαρτάνομεν. Ἡ δὲ τούτοις ἐκ τοῦ ἀκολούθου προσκειμένη ῥῆσις ἀμφίβολα ποιεῖ τὰ πρόσωπα, παρ' οὗ τε εἴρηται καὶ πρὸς ὃν εἶπε τὸ Ἀπόστρεψον τοὺς ὀφθαλμούς σου ἀπεναντίον ἐμοῦ, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με· τοῖς μὲν γὰρ δοκεῖ παρὰ τοῦ δεσπότου πρὸς τὴν καθαρὰν εἰρῆσθαι ταῦτα ψυχήν, ἐγὼ δὲ τῇ νύμφῃ πρέπειν ὑπονοῶ μᾶλλον τὸ ῥητὸν ἐφαρμόζεσθαι. 6.447 ταύτῃ γὰρ κατάλληλον εὑρίσκω τὴν τῶν σημαινομένων ὑπὸ τοῦ λόγου διάνοιαν. τὰ δέ μοι παραστάντα δι' ὀλίγων ἐκθήσομαι· ἤκουσα πολλαχῆ τῆς θεοπνεύστου γραφῆς πτέρυγας εἶναι τῷ θεῷ διηγουμένης, νῦν μὲν τῆς προφητείας λεγούσης ὅτι Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, καὶ ὅτι Ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, πάλιν δὲ τοῦ Μωϋσέως ἐν τῇ μεγάλῃ ᾠδῇ τὸ αὐτὸ ὑπογράφοντος ἐν οἷς φησιν ὅτι ∆ιεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς. καὶ τὸ παρὰ τοῦ κυρίου πρὸς τὴν Ἰερουσαλὴμ εἰρημένον, ὅτι Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας αὐτῆς, οὐκ ἔξω τοῦ προκειμένου νοήματος εἴποι τις ἂν εἶναι πρὸς τὸ ἀκόλουθον βλέπων. εἰ τοίνυν κατά τινα λόγον ἀπόρρητον πτέρυγας εἶναι περὶ τὴν θείαν φύσιν ὁ θεόπνευστος διορίζεται λόγος, ἡ δὲ πρώτη τοῦ ἀνθρώπου Κατασκευὴ τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγενῆσθαι τὴν φύσιν ἡμῶν μαρτύρεται, 6.448 ὁρίζεται πάντως ὅτι διὰ πάντων εἶχεν ὁ κατ' εἰκόνα γενόμενος τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα. ἀλλὰ μὴν ἐπτέρωται κατὰ τὴν ἁγίαν γραφὴν τὸ πρωτότυπον. οὐκοῦν πτερόεσσα καὶ ἡ τοῦ ἀνθρώπου κατεσκευάσθη φύσις, ὡς ἂν καὶ