1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

127

ἐν ταῖς πτέρυξιν ἔχοι πρὸς τὸ θεῖον ὁμοίως. δῆλον δὲ ὅτι τὸ τῶν πτερύγων ὄνομα διά τινος τροπικῆς θεωρίας εἴς τι θεοπρεπὲς μεταληφθήσεται νόημα, δυνάμεώς τε καὶ μακαριότητος καὶ ἀφθαρσίας καὶ τῶν τοιούτων διὰ τοῦ ὀνόματος τῶν πτερύγων σημαινομένων. ἐπεὶ οὖν ταῦτα καὶ περὶ τὸν ἄνθρωπον ἦν, ἕως ὅτε τῷ θεῷ διὰ πάντων ὅμοιος ἦν, μετὰ ταῦτα δὲ ἡ πρὸς τὴν κακίαν ῥοπὴ τῶν τοιούτων πτερύγων ἡμᾶς ἀπεσύλησεν (ἔξω γὰρ τῆς σκέπης τῶν τοῦ θεοῦ πτερύγων γενόμενοι καὶ τῶν ἰδίων πτερύγων ἐγυμνώθημεν), διὰ τοῦτο ἐπεφάνη ἡ τοῦ θεοῦ χάρις φωτίζουσα ἡμᾶς, ἵνα ἀποθέμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας πάλιν δι' ὁσιότητός τε καὶ δικαιοσύνης πτεροφυήσωμεν. οὐκοῦν εἰ ταῦτα τῆς ἀληθείας οὐκ ἀπεσχοίνισται, πρέπει παρὰ τῆς νύμφης ὁμολογεῖσθαι τὴν ἐπ' αὐτῆς γεγενημένην παρὰ 6.449 τῶν θείων ὀφθαλμῶν χάριν· ὁμοῦ τε γὰρ ἐπεῖδεν ἡμᾶς τοῖς τῆς φιλανθρωπίας ὀφθαλμοῖς ὁ θεὸς καὶ ἡμεῖς κατὰ τὴν ἀρχαίαν χάριν ἀνεπτερώθημεν. ταὐτὰ οὖν οἶμαι διὰ τῶν εἰρημένων τὸν λόγον ἐνδείκνυσθαι, ἃ προσευχόμενος ὁ ∆αβὶδ ἐν ἑξκαιδεκάτῃ ψαλμῳδίᾳ φησὶ πρὸς τὸν κύριον ὅτι Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας, τὰς ἐμὰς δηλονότι· Ἐδοκίμασας γάρ, φησί, τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός, ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. ἴσον οὖν ἐστιν εἰπεῖν ὅτι Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας, καὶ ὅτι οἱ ὀφθαλμοί σου τὸ ἐναντίον μὴ θεασάσθωσαν· ὁ γὰρ τὸ εὐθὲς ἰδὼν σκολιὸν οὐκ εἶδε καὶ ὁ σκολιὸν μὴ ἰδὼν τὸ εὐθὲς πάντως τεθέαται. οὐκοῦν διὰ τῆς τοῦ ἐναντίου ὑπεξαιρέσεως τὸ ἀγαθὸν τοῖς θείοις ὀφθαλμοῖς ὑποδείκνυσι, δι' ὧν ἀναπτε ροῦται πάλιν ἡ ψυχή, ἡ διὰ τῆς παρακοῆς τῶν πρωτοπλάστων πτερορρυήσασα. τοῦτο τοίνυν διὰ τῶν εἰρημένων κατενοήσαμεν ὅτι· οἱ ὀφθαλμοί σου, ὅταν ἐπ' ἐμὲ ἐπιβλέπωσιν, ἀποστρέ φονται ἀπὸ τοῦ ἐναντίου· οὐ γὰρ ὄψονταί τι ἐν ἐμοὶ τῶν ἐναντιουμένων μοι. διὰ τοῦτο γίνεταί μοι ἀπὸ τῶν ὀφθαλμῶν σου τὸ πάλιν πτερωθῆναι καὶ ἀναλαβεῖν διὰ τῶν ἀρετῶν τὰς πτέρυγας τῆς ὡσπερεὶ περιστερᾶς, δι' ἧς γίνεταί μοι ἡ τῆς 6.450 πτήσεως δύναμις, ὥστε πετασθῆναι καὶ καταπαῦσαι, ἐκείνην δηλαδὴ τὴν κατάπαυσιν ἣν κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ. Πάλιν δὲ μετὰ τὰς φωνὰς ταύτας ἡ τοῦ κάλλους τῆς νύμφης ὑπογραφὴ διαδέχεται τῶν εἰς τὴν ὥραν αὐτῆς συντελούντων ἕκαστον διά τινος προσφυοῦς ὁμοιώσεως τοῦ λόγου σεμνύνοντος· ἐπαινεῖται γὰρ αὐτῆς τῶν τε τριχῶν τὸ κάλλος καὶ τῶν ὀδόντων ἡ θέσις καὶ τὸ ἐπὶ τοῦ χείλους ἄνθος καὶ τὸ ἡδὺ τῆς φωνῆς τῆς τε παρειᾶς τὸ ἐρύθημα. ὁ δὲ περὶ ἑκάστου τῶν εἰρημένων ἔπαινος διά τινος καταλλήλου συγκρίσεώς τε καὶ παραθέσεως πληροῦται τῇ νύμφῃ. αἱ μὲν γὰρ τρίχες ἀγέλαις αἰγῶν ταῖς ἀναφανείσαις ἀπὸ τοῦ Γαλαὰδ ὡμοιώθησαν, αἱ δὲ τῶν κεκαρμένων ἀγέλαι αἱ διδύμοις τόκοις ἐπαγαλλόμεναι τὸ τῶν ὀδόντων ἐγκώμιον πληροῦσι διὰ τῆς ὁμοιώσεως, σπαρτίῳ δὲ κοκκο βαφεῖ τὸ χεῖλος εἰκάζεται καὶ τῷ λεπύρῳ τῆς ῥόας ἡ παρειὰ καλλωπίζεται. ἔχει δὲ ἡ λέξις οὕτω· Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ, ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς, ὡς σπαρτίον κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία, ὡς λέπυρον ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. ὧν ἁπάντων ἐν τοῖς φθάσασιν ἱκανῶς ἐξητασμένων περιττὸν ἂν εἴη διὰ τῆς τῶν αὐτῶν θεωρημάτων παλιλλογίας ὄχλον 6.451 ἐπεισάγειν τῷ λόγῳ. εἰ δέ τις καὶ νῦν τὸν περὶ τῶν αὐτῶν λόγον ἐπιζητοίη γενέσθαι διὰ τοὺς ἀνηκόους τῶν πρώην εἰς τὰ ῥητὰ ταῦτα θεωρηθέντων, δι' ὀλίγων τὴν διάνοιαν τῶν αἰνιγμάτων ἐπιδραμούμεθα· αἱ τρίχες τοῦ σώματος ἰδιάζουσαν ἔχουσι παρὰ τὸ λοιπὸν σῶμα τὴν φύσιν· παντὸς γὰρ τοῦ σώματος αἰσθητικῇ δυνάμει διοικουμένου, ἧς ἄνευ ἐν τῷ ζῆν εἶναι φύσιν οὐκ ἔχει (ζωὴ γὰρ τοῦ σώματός ἐστιν ἡ αἴσθησις), μόνας ὁρῶμεν τὰς τρίχας καὶ μέρος οὔσας τοῦ σώματος καὶ ἀμοιρούσας αἰσθήσεως. δείκνυσι δὲ ταύτην ἐπὶ τοῦ μέρους τούτου τὴν ἰδιότητα τὸ μήτε διὰ καύσεως μήτε διὰ τομῆς καθ' ὁμοιότητα τοῦ ἄλλου σώματος