129
ὅπερ ὁ προφήτης φυλακήν τε καὶ θύραν περιοχῆς κατωνό μασεν, ὅταν ἐν καιρῷ ἀνοίγηται τῷ λόγῳ τὸ στόμα καὶ κατὰ καιρὸν ἐπικλείηται. μέτρου δὲ ὄνομα τὸ σπαρτίον εἶναι παρὰ τῆς προφητείας Ζαχαρίου ἐμάθομεν, ὅτι σπαρτίον γεωμετρι κὸν ἐν χερσὶν εἶχεν ὁ ἐν αὐτῷ λαλῶν ἄγγελος. τότε δὲ μάλιστα τυγχάνει τοῦ μέτρου ὁ λόγος, ὅταν περικεχρωσμένος 6.455 τύχῃ τῷ ἐρυθήματι, ὅπερ τοῦ αἵματος τοῦ λυτρωσαμένου ἡμᾶς αἴνιγμα γίνεται. ἐὰν οὖν τις κατὰ τὸν Παῦλον λαλοῦντα ἔχῃ ἐν ἑαυτῷ τὸν Χριστὸν τὸν τῷ ἰδίῳ αἵματι ἡμᾶς λυτρωσά μενον, οὗτος ἔχει τὸ γεωμετρικὸν σπαρτίον ἐπὶ τοῦ στόματος τῇ βαφῇ τῇ αἱματώδει καλλωπιζόμενον. ὁ δὲ ἐφεξῆς λόγος ἑρμηνεία ἐστὶ τοῦ αἰνίγματος· λαλιὰν γὰρ ὡραίαν ὀνομάζει τὸ σπαρτίον τὸ κόκκινον, δι' οὗ πάλιν σημαίνει τὸ κάθ ωρον καὶ ἔμμετρον· τὸ γὰρ ἀκριβῶς ὡραῖον, ἐν τῷ ἰδίῳ τῆς ἀκμῆς καιρῷ προφαινόμενον, οὔτε ἄωρόν ἐστιν οὔτε ἔξωρον. τῷ δὲ λεπύρῳ τῆς ῥόας τὸ μῆλον τῆς παρειᾶς ὡραΐζων μεγάλην τινα προσμαρτυρεῖ τῇ νύμφῃ τὴν ἐν τοῖς ἀγαθοῖς τελειότητα· σημαίνει γὰρ μὴ ἐν ἄλλῳ τινὶ τὸν θησαυρὸν αὐτῇ παρεσκευάσθαι, ἀλλ' αὐτὴν εἶναι θησαυρὸν ἑαυτῆς παντὸς ἀγαθοῦ παρασκευὴν ἐν ἑαυτῇ περιέχουσαν. ὡς γὰρ τῷ λεπύρῳ περιέχεται τῆς ῥόας τὸ ἐδώδιμον, οὕτως ἐνδείκνυ τῷ φαινομένῳ κάλλει τοῦ βίου τὸν ἔνδον αὐτῆς θησαυρὸν περιέχεσθαι. οὗτος οὖν ἐστιν ὁ κρυπτὸς θησαυρὸς τῶν ἐλπίδων, ὁ ἴδιος καρπὸς τῆς ψυχῆς ὁ τῷ ἐναρέτῳ βίῳ 6.456 καθάπερ τινὶ ῥόας λεπύρῳ περικρατούμενος. τὸ δὲ Ἐκτὸς τῆς σιωπήσεώς σου ταύτην οἶμαι τὴν διάνοιαν ἔχειν, ὅτι ὁ ἔπαινος οὐκ ἐκ τῶν φαινομένων τοσοῦτόν ἐστιν ὅσα τῷ λόγῳ μηνύεται, ἀλλὰ μᾶλλον <ἐκ τῶν> ὅσα τῇ σιωπῇ ὑποκέκρυπται τὴν τοῦ λόγου διαφεύγοντα μήνυσιν· ὥσπερ γὰρ τὸ ἐκτὸς τοῦ λόγου ἡ σιωπὴ νοεῖται, οὕτω καὶ τὸ ἐκτὸς τῆς σιωπῆς τὸν λόγον νοῶν τις οὐχ ἁμαρτήσεται. ἐκεῖνο γὰρ σιωπῶμεν ὃ διὰ τῶν ῥημάτων ἐξαγγεῖλαι ἀδυνατοῦμεν. εἰ οὖν τὸ ἐκτὸς ἐκείνου ἡ σιωπὴ νοεῖται, τὸ ἐκτὸς τῆς σιωπῆς ἀκόλουθόν ἐστι πάντως τὸν λόγον οἴεσθαι. οὐκοῦν ὁ εἰπὼν τὸ Ἐκτὸς τῆς σιωπήσεως, τοῦτο σαφῶς τῷ λόγῳ παρίστησιν ὅτι καλὰ μέν ἐστι καὶ μεγάλα τὰ τῷ λόγῳ φανῆναι δυνάμενα, ὅσα ἐκτός ἐστι τῆς σιωπήσεως, τὰ δὲ τοῦ λόγου ἐκτός, τὰ τῇ σιωπῇ καλυπτόμενα, τὰ ἄρρητά τε καὶ ἀνεκφώνητα, μείζω πάντως καὶ θαυμασιώτερα τῶν ἐκφωνουμένων ἐστίν. Ἀκούσωμεν δὲ καὶ τῶν ἐφεξῆς ἐπαίνων, ὧν ἡ διάνοια τῷ τῆς ἱστορίας ἔοικε φρέατι οὗ βαρύς τις λίθος ἐπέχων τὸ στόμιον ἄπορον ἐποίει ταῖς ποιμαινούσαις τὴν μετουσίαν τοῦ ὕδατος. ἀλλ' ὁ Ἰακὼβ ἐπιστὰς ἀναμοχλίζει τε τοῦ στομίου τὸν λίθον καὶ πλήρη τὰ ποτιστήρια ποιήσας 6.457 τοῦ ὕδατος ἔδωκε τοῖς θρέμμασι κατ' ἐξουσίαν ἐντρυφῆσαι τῷ νάματι. τίνα τοίνυν ἐστὶν ἃ τῷ τοιούτῳ φρέατι προσεικάζο μεν; Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. μία ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. τίς οὖν ἡμῖν ἀποκυλίσει τῆς ἀσαφείας ταύτης τὸν λίθον; τίς ἐξαντλήσει τῶν νοημάτων τὸ ὕδωρ οὕτως ἐν βάθει κείμενον, ὡς ἀνέφικτον εἶναι τῷ ἡμετέρῳ λόγῳ; ἀλλά μοι καλῶς ἔχειν δοκεῖ τοῦτο ταῖς ἀκοαῖς ὑμῶν διαμαρτύρασθαι ὅτι τὸ ταῦτα γνῶναι μόνων ἐκείνων ἐστὶν πρὸς οὕς φησιν ὁ ἀπόστολος ὅτι Ἐν παντὶ ἐπλουτίσθητε, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. ἡ δὲ ἡμετέρα πενία τῶν προκειμένων τοῦ λόγου θησαυρῶν περιδράξασθαι ἀδυνάτως ἔχει. πλὴν ὡς ἂν τοῦ τῆς ἀργίας κατακρίματος ἔξω γενοίμεθα, διὰ τὸν ἐρευνᾶν τὰς γραφὰς ἡμῖν νομοθετήσαντα μικρόν τινα καὶ τούτοις ἱδρῶτα προσθεῖναι οὐ κατοκνήσομεν. φαμὲν τοίνυν δόγμα τι τῶν ἀστειοτέρων τὴν ἐν τοῖς ῥητοῖς τούτοις φιλοσοφίαν διὰ τῶν ἐπαίνων τῆς νύμφης ἡμῖν παρατίθεσθαι. τὸ δὲ δόγμα τοιοῦτόν ἐστιν· οὐ μετὰ τῆς αὐτῆς ἀκολουθίας καὶ τάξεως κτίζεται τὰ ὄντα καὶ ἀνακτί ζεται· ὅτε μὲν γὰρ κατ' ἀρχὰς διὰ τῆς θείας δυνάμεως ἡ τῆς κτίσεως ὑφίσταται φύσις, ἐφ' ἑκάστου τῶν ὄντων 6.458 ἀδιαστάτως τῇ ἀρχῇ συναπηρτίσθη τὸ πέρας πᾶσι τοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγομένοις ὁμοῦ τῇ ἀρχῇ συνανασχούσης τῆς