1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

132

προτεινάμενος ὁ δεδοικὼς τὴν ὀγδόην ἐν αἰσθήσει τῆς τοῦ ἐλέου γίνεται μετουσίας λέγων ὅτι Εἰσήκουσε κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. πολλῶν δὲ μακαρίων φόβων ὑπὸ τῆς ἁγίας δηλουμένων γραφῆς εἴη ἂν καὶ ἐπὶ τούτων ἀναλόγως ταῖς 6.465 ἓξ ἐντολαῖς ἡ ἐπὶ τὸ δεκαπλάσιον αὔξησις, ὥστε τὸν διδαχθέντα παρὰ τῆς ψαλμῳδίας, πῶς κατορθοῦται τοῦ κυρίου ὁ φόβος ἐκ τοῦ ἐκκλῖναι μὲν ἀπὸ τοῦ κακοῦ ποιεῖν δὲ τὸ ἀγαθόν, οἷόν τινα μνᾶν ἢ τάλαντον δεκαπλασιάσαι διὰ τῆς ἐργασίας τὸ χρῆμα τοῦ φόβου καὶ οὕτω τὴν δευτε ρεύουσαν μετὰ τὴν βασιλίδα ψυχήν, ἣ φόβῳ καὶ οὐκ ἀγάπῃ τὸ καλὸν κατεργάζεται, πρὸς τὸν ἀριθμὸν τῶν ὀγδοήκοντα πλατυνθῆναι ἕκαστον εἶδος τῶν διὰ φόβου κατορθουμένων ἐπὶ τοῦ βίου ἑαυτῆς ἀσυγχύτως τε καὶ διακεκριμένως δεικνύουσαν, ὡς καὶ ἐπὶ ταύτης τὸν τῆς ὀγδόης λόγον τῇ πρὸς τὸ δεκαπλάσιον αὐξήσει συμπλατυνθῆναι καὶ οὕτω γενέσθαι ἐν φόβῳ δουλικῷ καὶ οὐχὶ ἔρωτι νυμφικῷ τῷ ἀγαθῷ προσεγγίζουσαν παλλακὴν ἀντὶ τῆς βασιλίδος διὰ τὸν τῆς ὀγδόης φόβον, ὃν δεκαπλασίως ἐν τοῖς κατορθώμασιν ηὔξησεν, εἰς τὸν ἀριθμὸν συντελοῦσαν τῶν ὀγδοήκοντα. ἣν κελεύει καὶ ὁ τῆς ἱστορίας λόγος νόθῳ πρὸς καιρὸν καὶ οὐκ εὐγενεῖ τόκῳ ὑπηρετήσασαν μὴ συνοικεῖν εἰς τέλος τῇ βασιλίδι, ὡς οὐκ οὔσης ἐκ τοῦ ἴσου τῆς βασιλικῆς κληρονομίας τῇ δουλικῇ γονῇ πρὸς τὸν ἐλεύθερον τόκον· Ἔκβαλε γάρ, φησί, τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονο μήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. εἰ δέ τινι βιαιοτέρα φαίνεται ἡ εἰς τὸν προκείμενον τοῖς 6.466 ῥητοῖς ἀριθμὸν θεωρία, ἀναμνησθήτω ὅτι καὶ κατ' ἀρχὰς τὸ μὴ δύνασθαι τυχεῖν τῆς ἐν τούτοις ἀληθείας ἐμαρτυράμεθα τοσοῦτον μόνον ἁψάμενοι ὅσον μὴ ἀγύμναστα καθόλου παραδραμεῖν τὰ αἰνίγματα. Πλὴν εἰ ἔξω βάλοι τελείως ἡ ἀγάπη τὸν φόβον κατὰ τὸ γεγραμμένον καὶ μεταποιηθεὶς ὁ φόβος ἀγάπη γένοιτο, τότε εὑρίσκεται μονὰς τὸ σῳζόμενον ἐν τῇ πρὸς τὸ μόνον ἀγαθὸν συμφυΐᾳ πάντων ἀλλήλοις ἑνωθέντων διὰ τῆς κατὰ τὴν περιστερὰν τελειότητος. τοιοῦτον γάρ τι νοοῦμεν ἐκ τοῦ ἐφεξῆς λόγου ὅς φησιν ὅτι Μία ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. ὅπερ ἐν τῷ εὐαγγελίῳ διὰ τῆς τοῦ κυρίου φωνῆς σαφέστερον ἡμῖν ἑρμηνεύεται· πᾶσαν γὰρ τοῖς μαθηταῖς ἑαυτοῦ ἐναποτιθέμενος διὰ τῆς εὐλογίας δύναμιν τά τε ἄλλα διὰ τῶν πρὸς τὸν πατέρα λόγων ἀγαθὰ τοῖς ἁγίοις χαρίζεται καὶ προστίθησι τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ μηκέτι αὐτοὺς ἐν διαφορᾷ τινι προαιρέσεων ἐν τῇ περὶ τοῦ καλοῦ κρίσει πολλαχῇ διασχίζεσθαι, ἀλλ' ἓν γενέσθαι τοὺς πάντας τῷ ἑνὶ καὶ μόνῳ ἀγαθῷ συμφυέντας, ὥστε διὰ τῆς τοῦ πνεύματος τοῦ ἁγίου ἑνότητος, καθώς φησιν ὁ ἀπόστολος, τῷ συνδέσμῳ τῆς εἰρήνης διασφιγχθέντας 6.467 ἓν σῶμα γενέσθαι τοὺς πάντας καὶ ἓν πνεῦμα διὰ μιᾶς ἐλπίδος εἰς ἣν ἐκλήθησαν. βέλτιον δ' ἂν εἴη αὐτὰς ἐπὶ λέξεως παραθέσθαι τὰς θείας τοῦ εὐαγγελίου φωνάς· Ἵνα πάντες ἓν ὦσι καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. τὸ δὲ συνδετικὸν τῆς ἑνότητος ταύτης ἡ δόξα ἐστίν· δόξαν δὲ λέγεσθαι τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἄν τις τῶν ἐπεσκεμμένων ἀντείποι πρὸς αὐτὰς βλέπων τὰς τοῦ κυρίου φωνάς· Τὴν δόξαν γάρ, φησίν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς. ἔδωκε γὰρ ὡς ἀληθῶς τοῖς μαθηταῖς τοιαύτην δόξαν ὁ εἰπὼν πρὸς αὐτούς· Λάβετε πνεῦμα ἅγιον. ἔλαβε δὲ ταύτην τὴν δόξαν ἣν πάντοτε εἶχε πρὸ τοῦ τὸν κόσμον εἶναι ὁ τὴν ἀνθρωπίνην φύσιν περιβαλόμενος, ἧς δοξασθείσης διὰ τοῦ πνεύματος ἐπὶ πᾶν τὸ συγγενὲς ἡ τῆς δόξης τοῦ πνεύματος διάδοσις γίνεται ἀπὸ τῶν μαθητῶν ἀρξαμένη. διὰ τοῦτό φησι· Τὴν δόξαν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς τὸ ἕν. ὁ τοίνυν ἐκ μὲν νηπίου πρὸς ἄνδρα τέλειον ἀναδραμὼν διὰ τῆς αὐξήσεως καὶ φθάσας εἰς τὸ μέτρον τῆς νοητῆς ἡλικίας, ἐκ δὲ τῆς δούλης τε καὶ τῆς παλλακίδος τὴν τῆς βασιλείας ἀξίαν μεταλαβών, δεκτικὸς δὲ τῆς τοῦ πνεύματος δόξης γενόμενος 6.468 δι' ἀπαθείας καὶ καθαρότητος, οὗτός ἐστιν