1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

133

ἡ τελεία περιστερὰ πρὸς ἣν ὁ νυμφίος ὁρᾷ λέγων ὅτι Μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. τίς οὖν ἡμῖν ἀποκυλίσει τῆς ἀσαφείας ταύτης τὸν λίθον; τίς ἐξαντλήσει τῶν νοημάτων τὸ ὕδωρ οὕτως ἐν βάθει κείμενον, ὡς ἀνέφικτον εἶναι τῷ ἡμετέρῳ λόγῳ; ἀλλά μοι καλῶς ἔχειν δοκεῖ τοῦτο ταῖς ἀκοαῖς ὑμῶν διαμαρτύρασθαι ὅτι τὸ ταῦτα γνῶναι μόνων ἐκείνων ἐστὶν πρὸς οὕς φησιν ὁ ἀπόστολος ὅτι Ἐν παντὶ ἐπλουτίσθητε, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. ἡ δὲ ἡμετέρα πενία τῶν προκειμένων τοῦ λόγου θησαυρῶν περιδράξασθαι ἀδυνάτως ἔχει. πλὴν ὡς ἂν τοῦ τῆς ἀργίας κατακρίματος ἔξω γενοίμεθα, διὰ τὸν ἐρευνᾶν τὰς γραφὰς ἡμῖν νομοθετήσαντα μικρόν τινα καὶ τούτοις ἱδρῶτα προσθεῖναι οὐ κατοκνήσομεν. φαμὲν τοίνυν δόγμα τι τῶν ἀστειοτέρων τὴν ἐν τοῖς ῥητοῖς τούτοις φιλοσοφίαν διὰ τῶν ἐπαίνων τῆς νύμφης ἡμῖν παρατίθεσθαι. τὸ δὲ δόγμα τοιοῦτόν ἐστιν· οὐ μετὰ τῆς αὐτῆς ἀκολουθίας καὶ τάξεως κτίζεται τὰ ὄντα καὶ ἀνακτίζεται· ὅτε μὲν γὰρ κατ' ἀρχὰς διὰ τῆς θείας δυνάμεως ἡ τῆς κτίσεως ὑφίσταται φύσις, ἐφ' ἑκάστου τῶν ὄντων 6.458 ἀδιαστάτως τῇ ἀρχῇ συναπηρτίσθη τὸ πέρας πᾶσι τοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγομένοις ὁμοῦ τῇ ἀρχῇ συνανασχούσης τῆς τελειότητος. ἓν δὲ τῶν κτισθέντων καὶ ἡ ἀνθρωπίνη φύσις ἐστίν, οὐδὲ αὐτὴ καθ' ὁμοιότητα τῶν ἄλλων ἐκ προαγωγῆς προελθοῦσα ἐπὶ τὸ τέλειον, ἀλλ' ἀπὸ τῆς πρώτης ὑπάρξεως συμπλασθεῖσα τῇ τελειότητι· ἐγένετο γὰρ ὁ ἄνθρωπος, φησί, κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. ὅπερ ἐνδείκνυται τὸ τῶν ἀγαθῶν ἀκρότατόν τε καὶ τελειότατον. τί γὰρ ἂν ὑπέρτερον εὑρεθείη τῆς πρὸς τὸν θεὸν ὁμοιώσεως; ἐπὶ μὲν οὖν τῆς πρώτης κτίσεως ἀδιαστάτως τῇ ἀρχῇ συνανεφάνη τὸ πέρας καὶ ἀπὸ τῆς τελειότητος ἡ φύσις τοῦ εἶναι ἤρξατο. ἐπειδὴ δὲ τῷ θανάτῳ διὰ τῆς πρὸς τὴν κακίαν σχέσεως οἰκειωθεῖσα τῆς ἐν τῷ ἀγαθῷ διαμονῆς ἀπερρύη, οὐκ ἀθρόαν καθ' ὁμοιότητα τῆς πρώτης συστάσεως ἐπαναλαμβάνει τὴν τελειότητα, ἀλλ' ὁδῷ τινι πρόεισιν ἐπὶ τὸ μεῖζον διά τινος ἀκολουθίας καὶ τάξεως κατ' ὀλίγον ἀποσκευαζομένη τὴν πρὸς τὰ ἐναντία προσπάθειαν· ἐπὶ μὲν γὰρ τῆς πρώτης κατασκευῆς οὐδὲν ἦν τὸ κωλῦον συνδραμεῖν τῇ γενέσει τὸ τῆς φύσεως τέλειον κακίας οὐκ οὔσης, ἐπὶ δὲ τῆς δευτέρας ἀναστοιχειώσεως ἀναγκαίως ἡ διαστηματικὴ παράτασις συμπαρομαρτεῖ τοῖς πρὸς τὸ πρῶτον ἀγαθὸν 6.459 ἀνατρέχουσιν. διότι τῇ ὑλικῇ προσπαθείᾳ συνδεθεῖσα διὰ κακίας ἡμῶν ἡ διάνοια κατ' ὀλίγον ὥσπερ φλοιοῦ τινος τοῦ περιέχοντος διὰ τῆς ἀστειοτέρας ἀγωγῆς περιξύεται τὴν συμφυΐαν τοῦ χείρονος. τούτου χάριν πολλὰς εἶναι παρὰ τῷ πατρὶ μονὰς μεμαθήκαμεν κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ πρὸς τὸ καλὸν σχέσεως καὶ τῆς τοῦ χείρονος ἀποστάσεως, ἑτοιμαζομένης πᾶσι τῆς ἀντιδόσεως· ὁ μὲν γάρ τις ἐν ἀρχῇ τῆς τοῦ βελτίονός ἐστι κληρώσεως ἄρτι καθάπερ ἐκ βυθοῦ τινος τοῦ κατὰ κακίαν βίου πρὸς τὴν μετουσίαν τῆς ἀληθείας ἀνανηξάμενος, τῷ δέ τις γέγονεν ἤδη δι' ἐπιμελείας καὶ προσθήκη τοῦ κρείττονος, ἄλλος ἐπὶ πλεῖον διὰ τῆς ἐπιθυμίας τῶν ἀγαθῶν ἐπηυξήθη, ὁ δὲ μέσως ἔχει τῆς τῶν ὑψηλῶν ἀναβάσεως, ἕτερος καὶ τὸ μέσον παρέδραμεν, εἰσὶ δέ τινες οἱ καὶ τούτων ἑαυτοὺς ὑπεράραντες, ἄλλοι κἀκείνους παρήλασαν καὶ ὑπὲρ τούτους ἕτεροι πρὸς τὸν ἄνω δρόμον συντείνονται. καὶ ὅλως κατὰ τὴν ποικίλην τῶν προαιρέσεων διαφορὰν ἕκαστον ὁ θεὸς ἐν τῷ ἰδίῳ προσδέχεται τάγματι τὰ πρὸς ἀξίαν ἀποκληρῶν 6.460 τοῖς πᾶσι, καὶ συνάγων τοῖς ὑψηλοτέροις τὰς τῶν ἀγαθῶν ἀμοιβὰς καὶ συμμετρῶν τοῖς ἐλάττοσιν. ταῦτα διὰ τῶν προκειμένων ῥητῶν φιλοσοφεῖν τὸν λόγον ὑπενοήσαμεν τὴν διαφορὰν τῶν ψυχῶν, αἳ πρὸς τὸν νυμφίον ὁρῶσιν, ἐν τοῖς εἰρημένοις ἡμῖν διαστείλαντα· τὰς μὲν γὰρ ὀνομάζει νεάνιδας τὴν τοῦ ἀριθμοῦ φύσιν διὰ τοῦ πλήθους νικώσας, ἄλλας δὲ παλλακίδας καὶ ἄλλας βασιλίδας εἶναί φησιν, ὀκτὼ δεκάσι τῶν παλλακίδων τὸν ἀριθμὸν περιγράψας, τὰς δὲ βασιλίδας συντελεῖν εἰπὼν εἰς ἑξήκοντα, ὑπερτίθησι δὲ πασῶν τὴν ἐν τῇ μονάδι θεωρουμένην τελείαν