134
περιστεράν, ἣν καὶ μόνην τῇ μητρὶ καὶ ἐκλεκτὴν εἶναι τῇ τεκούσῃ αὐτὴν ἀποφαίνεται. ταῦτα οὖν διὰ τῶν θείων τούτων λογίων νοεῖν ἐναγόμεθα ὅτι οἱ μὲν ἄρτι καθάπερ νηδύος τινὸς τῆς ἐν βάθει κειμένης ἀπάτης ἔξω γενόμενοι, ἀρτιγενεῖς τινες ὄντες καὶ οὔπω διηρθρωμένον ἐν ἑαυτοῖς τὸν λόγον χωρήσαντες τῇ ἀλογωτέρᾳ συγκαταθέσει τῆς πίστεως ἐν ἀπείρῳ θεωροῦνται πλήθει, σωτήριον μὲν εἶναι πεπιστευκότες τοῦ μυστηρίου τὸν λόγον, οὐ μὴν ἐν ἐπιστήμῃ τινὶ καὶ τῇ διὰ τοῦ λόγου πληροφορίᾳ καθιδρυμένην ἔχοντες ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. αὗταί εἰσιν αἱ ὀνομασθεῖσαι νεάνιδες διὰ τὸ ἔτι νέαν ἄγειν τὴν πνευματικὴν ἡλικίαν, αἳ γεννηθεῖσαι τῷ λόγῳ τῆς πίστεως οὐδέπω διὰ τῆς καθηκούσης αὐξήσεως τοιαῦται γεγόνασιν ὡς ἐπὶ γάμου ἀκμὴν προελθεῖν καὶ φθάσαι εἰς ἄνδρα τέλειον, εἰς μέτρον γαμικῆς ἡλικίας, ὥστε τῷ φόβῳ 6.461 τοῦ κυρίου δύνασθαι κυοφορῆσαι καὶ πνεῦμα σωτηρίας παιδοποιήσασθαι, ἀλλ' ἔτι τῷ νηπίῳ τε καὶ ἀτελεῖ τῆς διανοίας ἀλογωτέρᾳ πως συζῶσι τῇ διαθέσει. πλὴν ἀλλὰ καὶ οὗτοι τῶν σῳζομένων εἰσί, καθώς φησιν ὁ προφήτης ὅτι Ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε, κτήνη λέγων τὸ ἀλογώτερον μέρος τῶν σῳζομένων. Τῶν δὲ διὰ τῆς καθηκούσης ἐπιμελείας αὐξηθέντων τῇ διανοίᾳ καὶ καταλελοιπότων ἤδη τὴν νηπιότητα διπλῆν ὑπὸ τοῦ λόγου τὴν διαφορὰν διδασκόμεθα· γίνονται μὲν γὰρ αἱ ψυχαὶ σύσσωμοι τῷ λόγῳ καὶ αὗται κἀκεῖναι, ἀλλ' αἱ μὲν ἐρωτικῇ τινι διαθέσει προσκολλῶνται (οἵα ἦν ἡ τοῦ ∆αβὶδ καὶ ἡ τοῦ Παύλου ψυχή, ἡ μὲν λέγουσα τὸ Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν, ἡ δὲ τὸ Οὐδεὶς χωρίσει ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ· οὐ ζωή, οὐ θάνατος, οὐ τὸ παρόν, οὐ τὸ μέλλον, οὐκ ἄλλο τι τῶν ὄντων οὐδέν), αἱ δὲ φόβῳ κολάσεως τὰς μοιχικὰς ἀποφεύγουσι πείρας· μένουσι γὰρ ἐν ἀφθαρσίᾳ καὶ ἁγιασμῷ καὶ αὗται, ἀλλὰ τῷ φόβῳ μᾶλλον ἢ τῷ πόθῳ μόνῳ παιδαγωγούμεναι τὸ κακὸν οὐ προσδέχονται. αἱ μὲν οὖν 6.462 διὰ τῆς τελειοτέρας διαθέσεως πόθῳ τῆς ἀφθαρσίας ἀνακραθεῖσαι τῇ τοῦ θεοῦ καθαρότητι βασίλισσαι διὰ τὴν κοινωνίαν τῆς βασιλείας κατονομάζονται, τὰς δὲ τῷ τῆς ἀπειλῆς φόβῳ τὴν ἀρετὴν ἐκπονούσας παλλακίδας ὀνομάζει ὁ λόγος· οὔπω γάρ τις αὐτῶν μήτηρ βασιλέως καὶ κοινωνὸς τῆς ἀξίας γενέσθαι δυνατῶς ἔχει. πῶς γὰρ ἂν δυνηθείη ἡ μηδέπω ἀναλαβοῦσα ἐν ἑαυτῇ τὸ ἀδέσποτον καὶ αὐτοκρατὲς τοῦ ἐναρέτου φρονήματος, ἀλλὰ δουλικῷ φόβῳ τῆς τῶν κακῶν κοινωνίας ἀφισταμένη; ὑποδείγματα δὲ τῶν εἰρημένων ἐστὶν ἐπὶ μὲν τῶν βασιλίδων τὸ κατὰ τοὺς τῆς δεξιᾶς στάσεως ἠξιωμένους, πρὸς οὓς ὁ βασιλεὺς λέγει· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· τοῦ δὲ δευτέρου καὶ ὑφειμένου τάγματος εἶεν ἂν ἐκεῖνοι, πρὸς οὓς λέγει ὁ κύριος· Φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν τοῦ πυρός. ταύτην δέ μοι δοκεῖ τὴν διαστολὴν τῶν δύο ταγμάτων ἡ κατὰ τοὺς ἀριθμοὺς διαφορὰ παραδηλοῦν δι' αἰνίγματος. πῶς τοῦτό φημι; ἕξ εἰσιν ἐντολαὶ δι' ὧν ἡ βασιλεία τοῖς δεξιοῖς ἑτοιμάζεται. λογισώμεθα τούτων ἑκάστην τὸ δεσποτικὸν εἶναι τάλαντον, ὃ προσήκει παρὰ τοῦ ἀγαθοῦ καὶ 6.463 πιστοῦ οἰκέτου δεκαπλασιασθῆναι διὰ τῆς ἐργασίας, ἵνα οὕτως εἰσέλθῃ εἰς τὴν χαρὰν τοῦ κυρίου αὐτοῦ ἐν ὀλίγοις πιστὸς εὑρεθεὶς καὶ ἐπὶ πολλῶν καθιστάμενος. εἰ τοίνυν διὰ τῶν ἓξ τούτων ἐντολῶν ἡ τῆς βασιλείας γίνεται τῇ ψυχῇ κοινωνία, τὸ δὲ τέλειον τῆς ἐργασίας ἐφ' ἑκάστης ἐστὶ τὸ δεκαπλασιάσαι τὴν ἐντολήν, καθὼς ἔφη ὁ ἀγαθὸς δοῦλος ἐκεῖνος ὅτι ∆έκα τάλαντα τὸ ἕν σου τάλαντον κατειργάσατο, εὑρίσκομεν ἐκ τοῦ ἀκολούθου τὴν μίαν βασίλισσαν εἰς ἑξήκοντα πλατυνομένην, τὴν διὰ τοῦ δεκαπλασιασμοῦ τῶν ἓξ ἐντολῶν εἰς κοινωνίαν τῆς βασιλείας παραδεχθεῖσαν, ὡς πολλὰς εἶναι τὴν μίαν τῷ πολυτρόπῳ χαρακτῆρι τῶν ἐντολῶν ἐμμερισθεῖσαν καὶ ἑκάστῳ τῶν κατορθωμάτων ἰδιαζόντως ἐμμορφωθεῖσαν. οὕτως οὖν εἰς ἑξήκοντα βασιλίδας ἡ μία καταμερίζεται πρὸς τὰ εἴδη τῶν ἐντολῶν διαιρουμένη τε καὶ ἀριθμουμένη καὶ γίνεται κοινωνὸς τῆς τοῦ Χριστοῦ βασιλείας ἡ νύμφη, δῆμος