1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

136

διασφιγχθέντας 6.467 ἓν σῶμα γενέσθαι τοὺς πάντας καὶ ἓν πνεῦμα διὰ μιᾶς ἐλπίδος εἰς ἣν ἐκλήθησαν. βέλτιον δ' ἂν εἴη αὐτὰς ἐπὶ λέξεως παραθέσθαι τὰς θείας τοῦ εὐαγγελίου φωνάς· Ἵνα πάντες ἓν ὦσι καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. τὸ δὲ συνδετικὸν τῆς ἑνότητος ταύτης ἡ δόξα ἐστίν· δόξαν δὲ λέγεσθαι τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἄν τις τῶν ἐπεσκεμμένων ἀντείποι πρὸς αὐτὰς βλέπων τὰς τοῦ κυρίου φωνάς· Τὴν δόξαν γάρ, φησίν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς. ἔδωκε γὰρ ὡς ἀληθῶς τοῖς μαθηταῖς τοιαύτην δόξαν ὁ εἰπὼν πρὸς αὐτούς· Λάβετε πνεῦμα ἅγιον. ἔλαβε δὲ ταύτην τὴν δόξαν ἣν πάντοτε εἶχε πρὸ τοῦ τὸν κόσμον εἶναι ὁ τὴν ἀνθρωπίνην φύσιν περιβαλόμενος, ἧς δοξασθείσης διὰ τοῦ πνεύματος ἐπὶ πᾶν τὸ συγγενὲς ἡ τῆς δόξης τοῦ πνεύματος διάδοσις γίνεται ἀπὸ τῶν μαθητῶν ἀρξαμένη. διὰ τοῦτό φησι· Τὴν δόξαν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς τὸ ἕν. ὁ τοίνυν ἐκ μὲν νηπίου πρὸς ἄνδρα τέλειον ἀναδραμὼν διὰ τῆς αὐξήσεως καὶ φθάσας εἰς τὸ μέτρον τῆς νοητῆς ἡλικίας, ἐκ δὲ τῆς δούλης τε καὶ τῆς παλλακίδος τὴν τῆς βασιλείας ἀξίαν μεταλαβών, δεκτικὸς δὲ τῆς τοῦ πνεύματος δόξης γενόμενος 6.468 δι' ἀπαθείας καὶ καθαρότητος, οὗτός ἐστιν ἡ τελεία περιστερὰ πρὸς ἣν ὁ νυμφίος ὁρᾷ λέγων ὅτι Μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. οὐκ ἀγνοοῦμεν δὲ πάντως τὴν μητέρα τῆς περιστερᾶς ἐκ τοῦ καρποῦ τὸ δένδρον γνωρίσαντες· ὡς γὰρ ἄνθρωπον θεασάμενοι ἐξ ἀνθρώπου αὐτὸν εἶναι οὐκ ἀμφιβάλλομεν, οὕτω καὶ τῆς ἐκλεκτῆς περιστερᾶς τὴν μητέρα ζητοῦντες οὐκ ἄλλην τινὰ ἐκείνην ἢ περιστερὰν ἐννοήσομεν· τῷ γὰρ τέκνῳ πάντως ἡ τοῦ γεγεννηκότος ἐπιθεωρεῖται φύσις. ἐπεὶ οὖν τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι, περιστερὰ δὲ τὸ τέκνον, περιστερὰ πάντως καὶ ἡ τοῦ τέκνου μήτηρ ἐστίν, ἡ ἐπὶ τὸν Ἰορδάνην ἐξ οὐρανῶν καταπτᾶσα, καθὼς Ἰωάννης μαρτύρεται. ταύτην μακαρίζουσι νεάνιδες, ταύτην αἰνοῦσι παλλακαὶ καὶ βασίλισσαι· κοινὸς γὰρ ἐκ παντὸς τάγματος πρόκειται πάσαις ταῖς ψυχαῖς δρόμος πρὸς τὴν τοιαύτην μακαριότητα. διό φησιν· Εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν· βασίλισσαι καὶ παλλακαὶ αἰνέσουσιν αὐτήν. φύσις δὲ πᾶσίν ἐστι πρὸς τὸ μακάριόν τε καὶ ἐπαινούμενον τῇ ἐπιθυμίᾳ συντείνεσθαι. ὥστε εἰ μακαρίζουσι τὴν περιστερὰν αἱ θυγατέρες, ἐπιθυμοῦσι 6.469 πάντως γενέσθαι περιστεραὶ καὶ αὐταί. καὶ τὸ αἰνεῖσθαι τὴν περιστερὰν παρὰ τῶν παλλακῶν τε καὶ βασιλίδων τεκμήριόν ἐστι τοῦ καὶ ταύτας πρὸς τὸ ἐπαινούμενον τὴν σπουδὴν ἔχειν, ἕως ἂν πάντων ἓν γενομένων τῶν πρὸς τὸν αὐτὸν σκοπὸν τῆς ἐπιθυμίας βλεπόντων, μηδεμιᾶς ἐν μηδενὶ κακίας ὑπολειφθείσης, γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσι, τοῖς διὰ τῆς ἑνότητος ἀλλήλοις ἐν τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ συγκεκραμένοις ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.