1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

1

In Canticum canticorum

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΞΗΓΗΣΙΣ ΤΟΥ ΑΙΣΜΑΤΟΣ ΤΩΝ ΑΙΣΜΑΤΩΝ

Πρόλογος

Τῇ σεμνοπρεπεστάτῃ Ὀλυμπιάδι Γρηγόριος ἐπίσκοπος Νύσσης ἐν κυρίῳ

χαίρειν. Ἀπεδεξάμην ὡς πρέπουσαν τῷ σεμνῷ σου βίῳ καὶ τῇ καθαρᾷ σου ψυχῇ τὴν

περὶ τοῦ Ἄισματος τῶν Ἀισμάτων σπουδήν, ἣν καὶ κατὰ πρόσωπον καὶ διὰ γραμμάτων ἡμῖν ἐπέθου, ὥστε διὰ τῆς καταλλήλου θεωρίας φανερωθῆναι τὴν ἐγκεκρυμμένην τοῖς ῥητοῖς φιλοσοφίαν τῆς προχείρου κατὰ 6.4 τὴν λέξιν ἐμφάσεως ἐν ταῖς ἀκηράτοις ἐννοίαις κεκαθαρ μένην. διὸ προθύμως ἐδεξάμην τὴν περὶ τούτου φροντίδα, οὐχ ὡς σοί τι χρησιμεύσων εἰς τὸ σὸν ἦθος (πέπεισμαι γάρ σου καθαρεύειν τὸν τῆς ψυχῆς ὀφθαλμὸν ἀπὸ πάσης ἐμπαθοῦς τε καὶ ῥυπώσης ἐννοίας καὶ πρὸς τὴν ἀκήρατον χάριν διὰ τῶν θείων τούτων ῥητῶν ἀπαραποδίστως βλέπειν), ἀλλ' ἐφ' ᾧτε τοῖς σαρκωδεστέροις χειραγωγίαν τινὰ γενέσθαι πρὸς τὴν πνευματικήν τε καὶ ἄϋλον τῆς ψυχῆς κατάστασιν, πρὸς ἣν ἄγει τὸ βιβλίον τοῦτο διὰ τῆς ἐγκεκρυμμένης αὐτῷ σοφίας. ἐπειδὴ δέ τισι τῶν ἐκκλησιαστικῶν παρίστασθαι τῇ λέξει τῆς ἁγίας γραφῆς διὰ πάντων δοκεῖ καὶ τὸ δι' αἰνιγμάτων τε καὶ ὑπονοιῶν εἰρῆσθαί τι παρ' αὐτῆς εἰς ὠφέλειαν ἡμῶν οὐ συντίθενται, ἀναγκαῖον ἡγοῦμαι πρῶτον περὶ τούτων τοῖς τὰ τοιαῦτα ἡμῖν ἐγκαλοῦσιν ἀπολογήσασθαι, ὅτι οὐδὲν ἀπὸ τρόπου γίνεται παρ' ἡμῶν ἐν τῷ σπουδάζειν ἡμᾶς παντοίως θηρεύειν ἐκ τῆς θεοπνεύστου γραφῆς τὸ ὠφέλιμον· ὥστε εἰ μὲν ὠφελοίη τι καὶ ἡ λέξις ὡς εἴρηται νοουμένη, ἔχειν ἐξ ἑτοίμου τὸ σπουδαζόμενον, εἰ δέ τι μετὰ 6.5 ἐπικρύψεως ἐν ὑπονοίαις τισὶ καὶ αἰνίγμασιν εἰρημένον ἀργὸν εἰς ὠφέλειαν εἴη κατὰ τὸ πρόχειρον νόημα, τοὺς τοιούτους λόγους ἀναστρέφειν, καθὼς ὑφηγεῖται ὁ διὰ τῶν Παροιμιῶν ἡμᾶς παιδεύων λόγος, εἰς τὸ νοῆσαι ἢ ὡς παραβολὴν τὸ λεγόμενον ἢ ὡς σκοτεινὸν λόγον ἢ ὡς ῥῆσιν σοφῶν ἢ ὥς τι τῶν αἰνιγμάτων. ὧν τὴν διὰ τῆς ἀναγωγῆς θεωρίαν εἴτε τροπολογίαν εἴτε ἀλληγορίαν εἴτε τι ἄλλο τις ὀνομάζειν ἐθέλοι, οὐδὲν περὶ τοῦ ὀνόματος διοισόμεθα, μόνον εἰ τῶν ἐπωφελῶν ἔχοιτο νοημάτων· καὶ γὰρ ὁ μέγας ἀπόστολος πνευματικὸν εἶναι λέγων τὸν νόμον, ἐμπεριλαμβάνων δὲ τῷ ὀνόματι τοῦ νόμου καὶ τὰ ἱστορικὰ διηγήματα, ὡς πᾶσαν τὴν θεόπνευστον γραφὴν νόμον εἶναι τοῖς ἐντυγχάνουσιν, οὐ μόνον διὰ τῶν φανερῶν παραγγελμάτων ἀλλὰ καὶ διὰ τῶν ἱστορικῶν διηγημάτων παιδεύουσαν πρός τε γνῶσιν τῶν μυστηρίων καὶ πρὸς καθαρὰν πολιτείαν τοὺς ἐπιστατικῶς ἐπαΐοντας, κέχρηται μὲν τῇ ἐξηγήσει κατὰ τὸ ἀρέσκον αὐτῷ πρὸς τὸ ὠφέλιμον βλέπων, οὐ φροντίζει δὲ τοῦ ὀνό ματος, ᾧ χρὴ κατονομάζεσθαι τὸ εἶδος τῆς ἐξηγήσεως· ἀλλὰ νῦν μὲν ἀλλάσσειν φησὶ τὴν φωνήν, μέλλων μετάγειν τὴν ἱστορίαν εἰς ἔνδειξιν τῆς περὶ τῶν διαθηκῶν οἰκονομίας, 6.6 εἶτα μνησθεὶς τῶν δύο τοῦ Ἀβραὰμ τέκνων, τῶν ἔκ τε τῆς παιδίσκης καὶ τῆς ἐλευθέρας αὐτῷ γεγονότων, ἀλλη γορίαν ὀνομάζει τὴν περὶ αὐτῶν θεωρίαν, πάλιν δὲ πράγματά τινα διηγησάμενος τῆς ἱστορίας φησὶν ὅτι Τυπικῶς μὲν συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. καὶ πάλιν τὸ μὴ δεῖν κημοῦσθαι τὸν ἀλοῶντα βοῦν εἰπὼν προσέ θηκεν ὅτι Οὐ μέλει τῷ θεῷ περὶ τῶν βοῶν, ἀλλ' ὅτι ∆ι' ἡμᾶς πάντως ἐγράφη. ἔστι δὲ ὅπου τὴν ἀμυδροτέραν κατα νόησιν καὶ τὴν ἐκ μέρους γνῶσιν ἔσοπτρον ὀνομάζει καὶ αἴνιγμα. καὶ πάλιν τὴν ἀπὸ τῶν σωματικῶν πρὸς τὰ νοητὰ μετάστασιν πρὸς κύριον ἐπιστροφὴν λέγει καὶ κα λύμματος περιαίρεσιν. ἐν πᾶσι δὲ τούτοις τοῖς