1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

2

ἀλλὰ καὶ τὸ μέτρον τῆς περὶ τὴν πίστιν δια θέσεως, καὶ τὸ συμφέρον αὐτοῦ τε τοῦ ὑποδεχομένου τὴν χάριν, καὶ τῶν κατὰ καιρὸν ἀκουόντων, ἢ καὶ εἰς ὕστερον μεθεξόντων τῆς ἐκ τῶν Προφητῶν ὠφελείας. ∆ίδοται γὰρ (φησὶν) ἑκάστῳ ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμ φέρον· καὶ πάλιν· Κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Ἀνέ φικτον μέντοι τὸ τῇ ἀνθρωπίνῃ φύσει, παρατῆσαι τὸν λόγον τῆς διαφόρου ἐνεργείας παρὰ τοῦ θείου Πνεύματος τοῖς ἀξίοις ἐγγινομένης. Καθ' ὃν ὁ μὲν προφητείαν πιστεύεται, καὶ ταύτην ἐπὶ τοσόνδε· ὁ δὲ χαρίσματα ἰαμάτων λαμβά νει, καὶ ταῦτα τηλικάδε· καὶ ἄλλος ἐνεργήματα δυνάμεων, μειζόνων ἢ μικροτέρων. Ταῦτα γὰρ μόνος οἶδεν ὁ τῇ ἑκάστου ψυχῆς ἀξίᾳ ἐνατενίζων, καὶ τοῖς ἀθεωρήτοις τῆς δικαιο σύνης μέτροις διαιρῶν ἑκάστῳ τὰ πρὸς ἀξίαν. p.3 Πῶς προεφήτευον αἱ καθαραὶ καὶ διαυγεῖς ψυχαί; Οἱονεὶ κάτοπτρα γινόμενα τῆς θείας ἐνεργείας, τὴν ἔμφασιν τρανὴν καὶ ἀσύγχυτον καὶ οὐδὲν ἐπιθολουμένην ἐκ τῶν παθῶν τῆς σαρκὸς ἐπεδείκνυντο. Πᾶσι μὲν γὰρ πάρεστι τὸ ἅγιον Πνεῦμα, ἀλλὰ τοῖς μὲν καθαρεύουσι τῶν παθῶν τὴν ἰδίαν ἐμφαίνει δύναμιν· τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν τῆς ἁμαρτίας σπίλων, οὐκέτι. ∆εῖ δὲ πρὸς τῇ καθαρότητι καὶ τὸ ὁμαλὸν τῆς εὐσταθοῦς κατα στάσεως ἐπιδείκνυσθαι· οὐ γὰρ ὁ ἀνωμάλως ἔχων περὶ σωφροσύνην, καθαρός· ἀλλ' ὁ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας τῷ Πνεύματι. Ὥσπερ γὰρ αἱ τῶν προσώπων ἐμφάσεις οὐκ ἐν πάσαις ταῖς ὕλαις γίγνονται, ἀλλὰ ἐν ταῖς λειότητά τινα καὶ διαφάνειαν κεκτημέναις, οὕτως οὐκ ἐν πάσαις ταῖς ψυχαῖς ἡ τοῦ Πνεύματος ἐνέργεια, ἀλλ' ἐν ταῖς μηδὲν σκολιὸν ἐχούσαις, μηδὲ στραγγαλιῶδες. Ἡ χιὼν λαμπρά· ἀλλ' εἰκόνας τῶν ἐγκυπτόντων οὐ δείκνυσι, διότι τραχεῖά ἐστιν ἐκ πεπηγότων ἀφρῶν συγκειμένη. Τὸ γάλα λευκόν· ἀλλ' οὐ παραδέχεται τὰς εἰκόνας, διότι καὶ αὐτῷ μικραί τινές εἰσι πομφόλυγες. Ὕδατι δὲ, καὶ μέλανι, μορφὴ ἐμφαίνεται, διὰ λειότητα. Οὕτως ἄρα τὸ ἀνώμαλον τοῦ βίου πρὸς ὑποδοχὴν θείας ἐνεργείας ἀνεπιτήδειον. Ὅταν οὖν ψυχὴ πάσῃ ἀσκήσει ἀρε τῆς ἑαυτὴν ἐπιδοῦσα, τῷ σφοδρῷ περὶ Θεὸν φίλτρῳ διηνε κῶς μνήμην Θεοῦ ἐντυπωθεῖσαν αὐτῇ διασώζῃ, καὶ τούτῳ τῷ τρόπῳ οἱονεὶ ἔνοικον αὐτῇ τὸν Θεὸν εἶναι κατασκευάσῃ, ἐκ τῆς πρὸς τὸν Θεὸν σφοδροτάτης ἐνατενίσεως, καὶ τοῦ ἀῤ ῥήτου φίλτρου θεοφορουμένη, ἀξία τοῦ κατὰ τὴν προφη τείαν χαρίσματος γίνεται, διδόντος θείαν δύναμιν τοῦ Θεοῦ, καὶ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διανοίγοντος εἰς κατανόησιν ὧν βούλεται θεαμάτων. ∆ιὸ καὶ οἱ Προφῆται ἔμπροσθεν βλέ ποντες ἐκαλοῦντο· παρὰ τὸ ὡς παρόντα τὰ μέλλοντα προορᾷν. Προσαχθησόμεθα δὲ μᾶλλον εἰς τὸ ἰδεῖν τὸ προφητικὸν κί νημα, ἐκ τῶν κατ' ὄναρ φαντασμάτων. Ὥσπερ γὰρ ἐν ταῖς καθ' ὕπνον φαντασίαις τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς ἡμῶν τυπου μένου, πόλεων ἢ τόπων μεγέθει καὶ κάλλει διαφερόντων, ἢ ζώων ὑπὲρ τὴν φύσιν γινόμεθα θεαταί, ἢ καὶ λόγων τινῶν μνήμην διὰ τῆς ἀκοῆς ἐμπεσόντων, πολλάκις παρακατέχομεν (καὶ τοσούτων περὶ ἡμᾶς θεαμάτων τε παραδόξων καὶ ἀκουσμά των ὄντων, οὔτε τι εἴδομεν κατὰ ἀλήθειαν σωματικῇ αἰσθήσει, οὔτε ἠκούσαμεν) οὕτω καὶ τὸν τῶν θείων καὶ μακαρίων ἀν δρῶν νοῦν, ποτὲ μὲν ὕπαρ, ἄλλοτε δὲ ὄναρ τυπούμενον, λόγων τε θείων καὶ θεαμάτων πληροῦσθαι· οὔτε δι' ὀφθαλμῶν τὰς εἰκόνας τῶν ὁρωμένων ἀναμαξάμενον, οὔτε δι' ὤτων ἀέρος πληγὴν ἐκ τῶν φωνητικῶν ὀργάνων προελθοῦσαν ὑποδεξά μενον. Οὐ γὰρ ἔξωθέν τι ὑποκείμενον ἦν ὑψηλὸς θρόνος καὶ ἐπηρμένος, οὐδὲ ὁ ἐπ' αὐτοῦ καθήμενος, ὃν εἶδεν ὁ Ἡσαΐας· οὐδὲ ἀνθρωποειδὴς ὁ ἠλέκτρινος μὲν τὰ ἀπὸ ὀσφύος ἄνω, πυρινὸς δὲ ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω, ὁ παρὰ τῷ Ἰεζεκιήλ. Ἀλλ' ὁ μὲν νοῦς αὐτῶν, δυνάμει κρείττονι, ἐν θεωρίᾳ τούτων ἐγένετο, δι' αἰνιγμάτων τοῦ Πνεύματος τὴν θείαν φύσιν παραδεικνύντος. p.4 Ὁρῶσι δὲ οἱ Προφῆται οὐ τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ τῶν παρόντων τὰ λανθάνοντα, ὥς φησι Παῦλος· Ἐὰν δὲ προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, τὰ κρυπτὰ τῆς