1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

114

ἑνὸς πάντες. ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς καλεῖν ἀδελφοὺς, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. 8.218 Καὶ ἔσται (φησὶ) σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰακώβ. Παρὰ τούτων τῶν παιδίων τῶν ἀναγεννηθέντων ὑπὸ Χριστοῦ, δυνατὰ σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰακὼβ ἐπιτελεσθήσεται. Παιδία ἦσαν οἱ Ἀπόστολοι, τῇ κακίᾳ νη πιάζοντες· οἱ πρῶτον μὲν γλώσσαις λαλοῦντες, ἰδιῶται ἄνθρωποι καὶ Γαλιλαῖοι, πᾶσι φανερὰν ἐποίησαν τὴν ἐπι δημίαν τοῦ Πνεύματος, καὶ τὴν γενομένην ἐπ' αὐτοὺς τῶν χαρισμάτων διαίρεσιν, καὶ τὸν μερισμὸν τῶν γλωσσῶν. Ἔπειτα γνωστὸν σημεῖον, ὁ ἐπὶ τῇ ὡραίᾳ πύλῃ καθεζό μενος χωλὸς, παρὰ Πέτρου καὶ Ἰωάννου, διὰ τῆς ἐπικλή σεως τοῦ ὀνόματος τοῦ Χριστοῦ, ἀρτίπους γενόμενος, στε ρεωθεισῶν αὐτῷ τῶν βάσεων. Ἐφ' ᾧ καὶ ἐπληρώθη ἡ παλαιὰ προφητεία, ὅτι Τότε ἁλεῖται, ὡς ἔλαφος, ὁ χωλός. Σημεῖον ἦν ἡ ∆ορκὰς, ἐκ νεκρῶν ἐγειρομένη. Σημεῖον ἦν αἱ σιδηραῖ πύλαι τῆς φυλακῆς, αὐτομάτως ὑπανοιγόμεναι τῇ ἐξόδῳ τοῦ Πέτρου, τὰ δεσμὰ λυόμενα, καὶ ὅσα ἄλλα διὰ τῶν Ἀποστόλων ἐγίνετο εἰς φανέρωσιν τῆς θεότητος τοῦ Μονογενοῦς. Ταῦτα δὲ πάντα τὰ σημεῖα καὶ τέρατα παρὰ Θεοῦ ἐστι Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Θεὸν Σαβαὼθ τὸν Θεὸν τῶν στρατιῶν νοεῖν προσῆκε. Τίς δὲ ἄλλος τῶν στρατιῶν Κύριος, ἢ ὁ λεγόμενος ἀρχι στράτηγος τῆς δυνάμεως τοῦ Θεοῦ, παρ' οὗ δέδοται τὰ σημεῖα τοῖς παιδίοις; Ὅτι δὲ παιδία οἱ εἰς Χριστὸν πεπιστευκότες, δῆλον μὲν καὶ ἐκ τοῦ εἰρηκέναι τὸν Κύριον (περὶ τῶν αἰνούν των αὐτὸν καὶ λεγόντων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, πρὸς τοὺς Ἰουδαίους, τοὺς εἰπόντας αὐτῷ· Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν;) Ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρ τίσω αἶνον. Νηπίους γὰρ ἐκεῖ εἶπε τοὺς τέμνοντας τὰ βάϊα τῶν φοινίκων καὶ τὰ ἱμάτια στρωννύντας ἐν τῇ ὁδῷ, καὶ τοὺς κράζοντας καὶ δοξολογοῦντας αὐτόν. Ἀλλὰ καὶ ἑτέρωθι· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις, νηπίους λέγων τοὺς μαθητευθέντας τῷ λόγῳ καὶ διὰ τοῦ Πνεύματος τῆς ἀποκαλύψεως τῶν μυστηρίων ἀξιωθέντας. Ἰδοὺ οὖν ἐγὼ καὶ τὰ παιδία, δείκνυσι τοὺς ἐκλεκτοὺς ἑαυτοῦ, διότι Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Πᾶς οὖν ὁ ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης καὶ ἐνδυσάμενος τὸν νέον, τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος, παιδίον ἐστὶ κατὰ τὸ μυστικὸν τοῦ Χριστοῦ. 8.219 Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἐγγα στριμύθους καὶ τοὺς ἀπὸ τῆς φωνοῦντας, τοὺς κενολογοῦν τας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Καὶ ἥξει ἐφ' ὑμᾶς σκληρὰ λιμὸς καὶ ἔσται, ὡς ἂν πεινάσητε· λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται. Καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, θλίψις καὶ στενοχωρία, καὶ σκότος, ὥστε μὴ βλέ πειν. Καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν, ἕως καιροῦ. Οἱ μὴ καταδεχόμενοι τὸν λόγον τοῦ Εὐαγγελίου, οἱ ἐξου θενοῦντες τὸ κήρυγμα ὡς μωρίαν, καὶ ἐπὶ τῷ σταυρῷ σκαν δαλιζόμενοι, ὅταν αὐτοῖς συμβουλεύωμεν ἐπανελθεῖν πρὸς τὴν ἐπίγνωσιν, ἀντιπροτείνονται ἡμῖν τὰς ἐκ τῆς ἰδίας πλάνης παραινέσεις, λέγοντες· ζητήσατε μὴ τὸν Κύριον, ἀλλὰ τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς φωνοῦντας, τοὺς κενολογοῦντας. Καὶ τούτου μάρτυς ἡ πεῖρα. Οἱ γὰρ προστετηκότες τοῖς εἰδώλοις, ὀνείροις καὶ κληδόσι καὶ μαντείαις δαιμόνων προσ έχοντες, καὶ αὐτοὶ τὴν ἀλήθειαν ἐξουδενοῦσι καὶ ἡμῖν συμ βουλεύουσι τὰ τοιαῦτα ἐξαιτεῖν. ∆ιότι ἐνέργειαι πλάνης ἐπὶ καταστροφῇ τῶν πεπειραμένων αὐτοῖς ἐνεργοῦνται παρὰ τῶν δαιμόνων· νῦν μὲν ἐν τοῖς ὕπνοις