1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

78

κατάληψιν τῶν ὁρατῶν ὑποφαίνει· τὸ δὲ Κατανοεῖν τὴν διὰ τοῦ νοῦ θεω ρίαν τῶν ἀοράτων παρίστησιν. Ἐπεὶ οὖν τὰ ἀόρατα τοῦ Θεοῦ, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα, καθο ρᾶται, ὁ μὴ ἐμβλέπων τοῖς ἔργοις, οὐδὲ πρὸς τὴν διὰ τοῦ νοῦ νόησιν ὁδηγεῖται. 5.157 Τί οὖν ἐστι τὸ λεγόμενον; Ὅτι μέθη ἀθεότητός ἐστιν ἀρχὴ, σκότωσις οὖσα τοῦ διανοητικοῦ, δι' οὗ μά λιστα ὁ Θεὸς ἐπιγινώσκεσθαι πέφυκεν. Ἔργα δὲ χειρῶν καὶ ἡ προσδοκωμένη ἀντίδοσις, τὸ πῦρ ἐκεῖνο καὶ ἡ ἐν ᾅδου κόλασις, γλῶσσα κατάξηρος μικρᾶς ῥανίδος παραμυθίαν ἐπιθυμοῦσα· φλὸξ πανταχόθεν, οὐδὲ ἀέρος ἀναπνοὴν ἀνα ψύχειν τὸν καύσωνα, τὸν ἐν τοῖς σπλάγχνοις ἐῶσα. Ἄνθ' ὧν αὐληταὶ, ὁ στεναγμός· ἀντὶ τῆς ἀμέτρου μέθης, ἐπιθυμία σταγόνος, τῆς σαρκὸς τῶν μεθυόντων ἀποτηγανιζομένης ἐν τῇ καμίνῳ· ἀντὶ τῶν ἀσελγῶν θεαμάτων, τὸ σκότος τὸ βαθύ· ἀντὶ τῆς ἀκοιμήτου ἐπιθυμίας, ὁ ἀκοίμητος σκώληξ. Οἱ οὖν ἐν τῇ μέθῃ τὸν νοῦν ἑαυτῶν καταβυ θίσαντες, κατανοεῖν ταῦτα τὰ ἔργα τῶν χειρῶν ἀδυνατοῦσι· καὶ διὰ τὸ μὴ προβλέπειν τὰ ἀναμένοντα αὐτοὺς, εἰκότως ὡς ἤδη ἐν αὐτοῖς ὄντας τοῖς δεινοῖς ὁ λόγος ὀδύρεται. Ἀκουέτωσαν τούτων οἱ ἀντὶ τῶν Εὐαγγελίων τὰς κιθάρας καὶ τὰς λύρας ἐπὶ τῶν οἴκων φυλάσσοντες, ὅτι ὡς ἤδη ἀπολωλότας ὁ Προφήτης ἀνακαλεῖται, ἐκ τῆς κατ' ἀγάπην συμπαθείας θρηνῶν αὐτῶν τὴν ἀπώλειαν. 5.158 Οὐαὶ (φησὶν) οἱ μετὰ κιθάρας καὶ αὐλῶν καὶ τυμ πάνων καὶ ψαλμῶν τὸν οἶνον πίνοντες. Σοὶ δὲ χρυσῷ καὶ ἐλέφαντι πεποικιλμένη ἡ λύρα, ἐφ' ὑ ψηλοῦ τινος βωμοῦ ὥσπερ τι ἄγαλμα καὶ εἴδωλον δαιμόνων ἀνάκειται· καὶ γυνή τις ἀθλία, ἀντὶ τοῦ τὰς χεῖρας ἐρείδειν πρὸς ἄτρακτον διδαχθῆναι, διὰ τὴν ἐκ τῆς δουλείας ἀνάγκην ἐπὶ λύραν ἐκτείνειν ἐδιδάχθη παρὰ σοῦ, ἴσως καὶ μισθοὺς τελέ σαντος, τάχα καὶ προαγωγῷ τινι γυναικὶ παραδόντος, ἣ μετὰ τὸ πᾶσαν ἀσέλγειαν ἐν τῷ ἰδίῳ σώματι ἀπαθλῆσαι, ταῖς νέαις προκάθηται τῶν ὁμοίων διδάσκαλος. Ὑπὲρ ἧς σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως διπλοῦν τὸ κακὸν ἀπαντήσεται· ὧν τε αὐτὸς ἀσελγαίνεις, καὶ ὧν ἀθλίαν ψυχὴν διὰ πονηρῶν διδαγ μάτων ἀπηλλοτρίωσας τοῦ Θεοῦ. Εἶτα παρίσταται τῇ λύρᾳ καὶ ἐπιβάλλει τοῖς φθόγγοις τὰς χεῖρας· γυμνὸς ὁ πῆχυς, ἀναιδὲς τὸ πρόσωπον. Εἶτα ἐπέσ τραπται τὸ συμπόσιον ἅπαν, καὶ οἱ ὀφθαλμοὶ πάντων ἐκεῖ φέρονται, καὶ ὦτα ὑποσιωπᾷ τοῖς κρούμασι· καὶ κατα στέλλεται μὲν ὁ θόρυβος ἐκεῖ, κατασιγάζεται δὲ ὁ γέ λως καὶ τῶν ἀσελγῶν ῥημάτων ἡ ἅμιλλα. Ἐφησυχά ζουσι δὲ οἱ κατὰ τὸν οἶκον ἅπαντες τῇ ἀκολάστῳ με λῳδίᾳ κατακηλούμενοι ... οὐχ ἡσυχάζει δὲ ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ, οὔτε ὑποσιωπᾷ ταῖς τοῦ Εὐαγγελίου φωναῖς, ὁ ἐκεῖ σιωπῶν. Εἰκότως. Ὁ γὰρ ἐκεῖ σιωπὴν ἐπιτάσσων ἐχθρὸς, οὗτος ἐνταῦθα τὸν θόρυβον ὑποβάλλει. Ἐλεεινὸν θέαμα σώφροσιν ὀφθαλμοῖς μὴ ἱστουργεῖν γυναῖκα, ἀλλὰ λυρῳδεῖν· μὴ ὑπὸ ἰδίου γνωρίζεσθαι ἀνδρὸς, ἀλλ' ὑπὸ ἄλλων ἀποβλέπεσθαι· πάνδημον εἶναι· μὴ ψαλμὸν ᾄδειν ἐξομολογήσεως, ἀλλὰ ᾄσματα πόρνης· μὴ Θεὸν ἱκετεύειν, ἀλλ' ἐπὶ τὴν γέενναν ἐπείγεσθαι· μὴ εἰς ἐκκλησίαν Θεοῦ σπουδάζειν, ἀλλὰ συνεκβάλλειν ἑαυτῇ καὶ ἑτέρους. Ἐχθρὰ μὲν ταύτῃ ἔρια· στήμονα δὲ κατάγειν, ἢ κρόκην στρέφειν οὔτε οἶδεν, οὔτε θέλει. Μεθύουσι δὲ συνοῦσα, τὰ ἐκείνων ἐπιτηδεύει. Ὄντως ἱστὸν ἀράχνης ὑφαίνουσιν, οἷον ἐν στήμοσί τισι ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας ἑαυτῶν ἐπιβάλλουσαι, πυκνὰ δὲ τὸ κέντρον οἷον κερκίδα, ὧδε καὶ ὧδε μετα κομίσασαι, πέρας οὐδὲν τῆς ἐνεργείας ἐπιδεικνύουσι. Τῶν μὲν γὰρ τεχνῶν, ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι, καὶ τὸ τέλος ὀφθαλμοῖς ἐγκείμενόν ἐστιν, οἷον τεκτονικῆς τὸ βάθρον, οἰκοδομικῆς οἰκία, ναυπηγικῆς τὸ πλοῖον, ὑφαντικῆς τὸ ἱμάτιον, χαλκευτικῆς ἡ μάχαιρα· τῶν δὲ ματαιοτεχνιῶν, οἷον κιθαριστικῆς, ἢ ὀρχηστικῆς, ἢ αὐλητικῆς, ἢ ἄλλων τοιούτων, παυσαμένης τῆς ἐνεργείας, τὸ ἔργον συναφανί ζεται. Καὶ ὄντως, κατὰ τὴν ἀποστολικὴν φωνὴν, τὸ τέλος τούτων ἀπώλεια. Ταῦτα τοῖς διὰ πολλὴν ἄνεσιν τρυφῆς χρωμένοις παρὰ δεῖπνον, ἤτοι συνεχῶς, ἢ ἐν οἷς ὑπολαμβάνουσι