1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

155

σκληρὸν πνεῦμα. Ὁ τραχηλιάσας ἐνώπιον τοῦ Παντοκράτορος καὶ σκληρύνας ἑαυτοῦ τὴν καρδίαν, οὗτος φέρει αὐτοῖς καπνὸν, δακρύων ὑπόθεσιν· ὃν καὶ ἐπιδέξιόν τινες ὀνομάζουσι. Τίνες δὲ, ἢ οἱ διεφθαρμένον τοῦ νοῦ τὸ κριτήριον ἔχοντες, καὶ ἐνηλλαγμένως τὰς περὶ τῶν πραγμάτων δόξας ἀποφαινόμενοι; οἱ φάσκοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν; οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς; Οὗτοι, ἀπατώμενοι ὑπὸ τοῦ μετασχηματιζομένου εἰς ἄγγελον φωτὸς, ἐπιδέξιον αὐτὸν λέγουσι τὸν σκαιὸν καὶ ἀπόπεμπτον. Ὅτι δὲ ὁ βοῤῥᾶς ἐπὶ τῆς ἀντικειμένης ἐνεργείας τέτακται, δῆλον ἐκ τοῦ Ἀπὸ προσώπου βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακά· ὃ εἴρηται ἐν τῇ ὁράσει τοῦ λέβητος τοῦ ὑποκαιομένου. Οἱ δὲ τοιοῦτοι ἐξ έπεσαν τοῦ εἶναι. Ἐπειδὴ οὐκ ἔστιν ὁ ὄντως Ὢν ἐν αὐτοῖς, διὰ τοῦτο εἴρηται· Καὶ οὐκ ἔστι τοῦ εἶναι. 14.292 Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι Κύ ριος ἐθεμελίωσε Σιὼν, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπει νοὶ τοῦ λαοῦ. Ἐπεὶ οὖν οὐδείς ἐστι τῶν ἀλλοφύλων παρ' οἷς τὸ εἶναι, ἀλλὰ γεγόνασιν ὡς μὴ ὄντες, διὰ τὴν ἑαυτῶν κακίαν (Ἐκλείποισαν γὰρ (φησὶν) ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς· οὐχ ὡς εἰς ἀφανισ μὸν χωρῆσαι, ἀλλ' ὡς τῆς ἐπισκοπῆς τοῦ Θεοῦ χωρι σθῆναι, ὅστις ἐστὶν ὁ ἀληθινῶς ὤν) τί ἐροῦσιν οἱ βασιλεῖς αὐτῶν, τοσαύτην διαφορὰν βλέποντες τῶν τε ἐθνῶν καὶ τῆς Σιών; Ἢ δηλονότι εἰς συναίσθησιν ἥξουσιν, ὅτι οἱ μὲν κατὰ τὰ ἔθνη περιπατοῦντες, ἐν σάλῳ εἰσὶ διὰ τὴν ἑαυτῶν κακίαν, οἱ δὲ τὸν νοῦν ἑαυτῶν κεκαθαρμένον ἔχοντες; ὃς ὀνομάζεται Σιών, ἐπειδὴ ἐκεῖθέν ἐστι τὸ σκοπευτήριον πά σης φύσεως. Οἷον γὰρ ἀπό τινος ἀκρωρείας τῆς τοῦ νοῦ ὑψηλότητος θεωρεῖται μὲν ὁ κόσμος, καὶ ἡ περὶ τὸν αὐτὸν εὐταξία, καὶ διὰ τούτων ὁ Θεός. Θεωρεῖται δὲ τὰ τοῦ βίου πράγματα καὶ ἡ ἐν τούτοις εὐτέλεια. Ὡς οὖν ὁ νοῦς, ὁ βε βαπτισμένος τῷ οἴνῳ καὶ τοῖς λοιποῖς πάθεσι, πίπτει ὑπὸ τῆς μέθης, οὕτως ὁ καθαρὸς ἔχει θεμελιωτὴν ἑαυτοῦ τὸν Θεόν. Καὶ δι' αὐτοῦ οἱ ταπεινοὶ τοῦ λαοῦ σωθήσονται· Μακάριοι γὰρ οἱ πτωχοί, καὶ οὐαὶ τοῖς πλουτοῦσιν, ὅτι ἀπέχουσι τὴν παράκλησιν αὐτῶν.

15.t ΚΕΦΑΛΑΙΟΝ ιεʹ

15.293 Τὸ ῥῆμα τῆς Μωαβίτιδος. Συνάγαγε τὰ περὶ τοῦ Μωὰβ, ἵνα δυνηθῇς

πάσης τῆς κατ' αὐτὸν προφητείας τὸν νοῦν ἐκλαβεῖν. Ἀπὸ μὲν τῆς Γενέσεως, τὰ περὶ Λὼτ, ἐκ τῆς θυγατρὸς τῆς πρεσβυτέρας γεννῶντος τὸν Μωὰβ, πατέρα Μωαβιτῶν· ἀπὸ δὲ τῶν Ἀριθμῶν, τὰ μετὰ τὸν χαλκοῦν ὄφιν· Ἀπῆραν γὰρ οἱ υἱοὶ Ἰσραὴλ, καὶ παρενέβαλον ἐν Ὠβώθ· καὶ ἐξάραντες ἐξ Ὠβὼθ, παρενέβαλον ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωάβ. Ἔτι καὶ τὰ περὶ τοῦ Βαλὰκ, ὃς ἦν υἱὸς Σεπφὼρ, βασιλεὺς Μωάβ. Βουλόμενος διὰ τῆς κατάρας ἐξολο θρεῦσαι τὸν Ἰσραὴλ, ἐξαπέστειλε πρὸς Βαλαὰμ, υἱὸν Βεὼρ Παθουρᾶ, τὸν οἰωνοσκόπον, τῆς πορνείας καὶ εἰδωλολα τρείας σύμβουλον, δι' ὃν Ἐβεβηλώθη (φησὶν) ὁ λαὸς εἰς τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ θυσίαις τῶν εἰδώλων αὐτῶν. Ἐξέτασον καὶ τὰ περὶ τῆς Ῥοὺθ, τῆς ἐκ τοῦ Μωαβιτικοῦ σπέρματος προστιθεμένης τῷ Ἰσραὴλ, καὶ ἐπὶ τοσοῦτον ἐξευγενιζομένης, ὡς οὐ μόνον τὸν ∆αβὶδ, ἀλλὰ καὶ τὸν Κύριον ἡμῶν ἀπ' αὐτῆς ἀνατεῖλαι. Καὶ πειράθητι παντα χόθεν εὑρεῖν τὸ ῥῆμα τῆς Μωαβίτιδος, ἐν ᾧ τὰ μὲν ἀπει λητικῶς, τὰ δὲ κατ' ἐπαγγελίαν ἐσχημάτισεν ὁ λόγος. Μετ' ἐπικαλύψεως δὲ εἴρηται πάντα, ἵνα τὸ κάλυμμα τὸ ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς ∆ιαθήκης κείμενον, ἐὰν λυπηθῶ μεν ἀληθινῶς ἐπιστρεφόμενοι πρὸς Κύριον, περιαιρεθῇ ἡμῶν. 15.294 Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις· νυκτὸς γὰρ ἀπο λεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Πικροτέρα ἡ κόλασις ἡ ἐν νυκτὶ προσαγομένη. Ὁ μὲν γὰρ ἐν ἡμέρᾳ πάσχων τι τῶν περιστατικῶν, αὐτὸ τὸ φῶς ἔχει πα ραμυθίαν τῶν γινομένων· ἡ δὲ νὺξ καὶ καθ'