1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

57

τὰ ἔργα πρὸς ἀπαλλαγὴν τοῦ ἐχθροῦ, καὶ μὴ ἀναμένειν ποτὲ ἀχθῶμεν, ὁπότε ἔλθῃ ἡ τελευταία ὥρα· ἐν ᾗ ἐπιστὰς ὁ ἄρχων διερευνήσεται ἡμᾶς· ὃς ἐὰν πολλὰ τῶν ἑαυτοῦ ἐν τῷ βίῳ ἡμῶν εὕρῃ, παραδώσει ἡμᾶς τῷ Κριτῇ, ἐλέγχων ἡμᾶς καὶ τὴν ἄρνησιν μὴ συγχωρῶν, ὑπομιμνήσκων ἡμᾶς τοῦ τόπου, ἐν ᾧ ἐποιοῦμεν τὴν ἁμαρτίαν, ὡς μεθ' ἡμῶν ὑπάρχων καὶ συνεργῶν ἡμῖν τὸ κακὸν, τοῦ τρόπου ὃ ἐπετη δεύσαμεν, τῆς διαθέσεως μεθ' ἧς ἡμάρτομεν. Ἕως οὖν ἐσμεν κύριοι τοῦ ἐργάζεσθαι, δῶμεν ἐργασίαν ἀπηλλάχθαι τοῦ ἀντιδίκου. Καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Οἱ τοὺς πένητας πολλοῖς ὀφλήμασιν ὑποκειμένους ἀπαιτοῦντες, ἕλκουσιν εἰς δουλείαν. Καλὸν μὲν οὖν, μὴ ὀφλισκάνειν· δεύτερον δὲ τὸ μὴ ἀπορεῖν πρὸς τὴν διάλυσιν τοῦ ὀφλήματος. Εἰ δὲ μὴ, πᾶσα ἀνάγκη δοῦλον εἶναι τῶν ἐπαγομένων αὐτῷ ἀπαιτή σεων. Ταῦτα διὰ τὸ Οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. 3.118 Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Οἱ ὑπὸ νεανίσκων ἀρχόμενοι καὶ ὑπὸ ἐμπαικτῶν κυριευόμε νοι, οἱ ὑπὸ τῶν πρακτόρων καλαμώμενοι καὶ διὰ τὸ ἀπορεῖν πρὸς τὴν διάλυσιν εἰς δουλείαν ἀγόμενοι καὶ τὴν ἐλευθερίαν ὑπὸ τῆς ἄγαν πενίας ἀπολωλεκότες, τοῦ ἐλεεῖσθαι ἀξίως πράσσουσι μᾶλλον, ἢ τοῦ μακαρίζεσθαι. Ὁ οὖν μακαρίζων τοὺς τοιούτους, κόλακος ποιῶν ἔργον, καταχαριζόμενος παρὰ τὸ προσῆκον, πλανᾷ βλάπτων οὐ μέτρια, τὴν ἐπὶ τοῖς ἁμαρ τήμασιν αἴσθησιν ἀφαιρούμενος· τῶν δὲ ἀπατωμένων ἐπὶ τῷ παρὰ τὴν ἀξίαν μακαρισμῷ καὶ ἡ τρίβος τῶν ποδῶν συνταράσσεται. ∆ιότι αἱ μὲν θλίψεις ἐπὶ ταπείνωσιν προκα λοῦνται, ὁ δὲ μακαρισμὸς φυσίωσιν ἐμποιεῖ. Καθόλου δὲ εἶπεν, Λαός, δηλῶν ὅτι οὐχὶ οὗτος μόνον ταπει νῶς διακείμενος, ὡς ἐν τοῖς ἀπηριθμημένοις εἶναι παθήμασιν, ἀλλὰ πᾶς οὖν ὁ καθόλου λαὸς, τῷ ἄθροισμα εἶναι ἀνθρώ πων, ἐκ διαφόρων ἐπιτηδευμάτων καὶ ἡλικιῶν καὶ βίων συνει λεγμένος, ὑφ' ἕνα πίπτειν μακαρισμὸν ὁμοτίμως οὐ δύναται. Ἄλλαι γὰρ ἄλλως ἴδιαι ἕκαστον συμφοραὶ κατατρύχουσι· τὸν μὲν τὰ τοῦ γήρως ἐπίπονα, τὸν δὲ τὰ τῆς δουλείας κακά· ἄλλον πενία, ἑτέρους οἰκείων ἀποβολή· ἄλλους νόσοι. Πῶς οὖν οὐκ ἀπατηλός ἐστιν ὁ μακαρισμὸς ὁ λαῷ παντὶ προσαγόμενος; Ὁ μέντοι Κύριος, εἰ καὶ πλῆθος ἐμφαίνει διὰ τοῦ μα καρισμοῦ (Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, καὶ Μα κάριοι οἱ πεινῶντες, καὶ Μακάριοι οἱ κλαίοντες) ἀλλὰ τῷ πρὸς παρόντας ἀποτείνεσθαι δείκνυσι τὸ εὐαρίθμητον τῶν μακαριζομένων. ∆ῆλον γὰρ, ὅτι περὶ τῶν μαθητῶν ἐποιεῖτο τὸν λόγον, τῶν δεδιδαγμένων τὴν ἐπαινετὴν τα πεινοφροσύνην, καὶ κατὰ τὴν πρὸς αὐτὸν ἐξομοίωσιν, τὸν δι' ἡμᾶς πτωχεύσαντα, τὴν ἐν τῷ φρονήματι πτωχείαν ἀνει ληφότων. ∆ιὰ τοῦτό φησιν, ὅτι Ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ τὸ Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι αὐτοὶ χορτασθήσονται. Εἰ δὲ στενὴ ἡ ὁδὸς καὶ ὀλίγοι οἱ εὑρίσκοντες αὐτὴν, ποῦ δυνατὸν πολλοὺς εἶναι τοὺς μακα ριζομένους; Ὥστε πάντως ὁ λαὸν ὅλον μακαρίζων, πλανᾷ καὶ ταράσσει αὐτὸν, μὴ ἐῶν ὁδεύειν εἰρηνικῶς. Ἔστι δὲ ῥᾴδιον ἁλῶναι τῷ πάθει τῶν ἐπαίνων τοὺς μὴ προσέχοντας, ὑπὸ φιλαυτίας ἑκάστου ῥᾳδίως ταῖς ἐκ τῶν κο λακειῶν ἀπάταις ὑπαγομένου. Ἀνδρὸς δὲ ὠφελημένου, μήτε ταῖς κακηγορίαις τινῶν ὑποπίπτοντα ταπεινοῦσθαι, μηδὲ συστέλλεσθαι παρὰ τοῦτο, μήτε ὑπὸ ἐπαίνων ἀγνοίᾳ τῶν καθ' ἑαυτὸν ἐξοιδαίνειν ῥᾳδίως καὶ φυσιοῦσθαι. Ἐπεὶ δὲ τρί βος ἐστὶν ἡ προτετριμμένη καὶ διωδευμένη ὑπὸ τῶν προλα βόντων ὁδός, ὁ μὴ ἐῶν εἰς αἴσθησιν ἐλθεῖν λυπηρὰν τοὺς ἀπολειπομένους τοῦ ζήλου τῶν προαγόντων, ἀλλ' ὡς κατ ορθοῦντας μακαρίζων τοὺς ἁμαρτάνοντας, τὴν τρίβον τῶν ποδῶν αὐτῶν συνταράσσει. 3.119 Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ. Πάντα κρίσει θείᾳ καὶ συνέσει κατὰ τὴν δυσδιήγητον σο φίαν ἐπιμερίζεται ἑκάστῳ πρὸς τὴν ἀξίαν, τά τε νῦν ἐπα γόμενα, τά τε κατὰ τὸν μέλλοντα αἰῶνα. Ἐπεὶ οὖν τοι αῦτα (φησὶν)