1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

136

ποτιζόμενος, οὗτος ἀντλεῖ ὕδωρ μετ' εὐ φροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου. Τὴν δὲ εὐφροσύνην, ἡλίκη ἐγγίνεται τοῖς καταξιουμένοις ἐκεῖθεν ἀρύεσθαι, νοήσεις ἐκ τῆς εἰκόνος τῆς ὑπὸ τοῦ ∆αβὶδ παρειλημμένης, ὅτι Ἐδί ψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν, τὸν ἰσχυρὸν, τὸν ζῶντα. Τὸ γὰρ ὑπερβάλλον τῆς ἐπιθυμίας ἀμήχανόν τινα τὴν εὐ φροσύνην ἐμποιεῖ τοῖς ἐπιτυγχάνουσι τῶν περισπουδάστων. Καὶ ὁ μελετῶν τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς (περὶ οὗ εἴρηται, ὅτι Στόμα δικαίου μελετήσει σοφίαν) ἐρευνῶν τὰς Γραφὰς καὶ διὰ τοῦ ὀρθῶς ζητεῖν εὑρίσκων τὸν Κύριον, διὰ τὴν ἐπὶ τῇ εὑρέσει εὐφροσύνην συνιεὶς τὸ πνευματικὸν βούλημα τῶν Γραφῶν, ἀντλήσει ὕδωρ μετ' εὐφροσύνης. Ὅταν οὖν αὐτοὶ ἐμπλησθῶμεν τοῦ πόματος τῶν ἐκ τοῦ σωτηρίου πηγῶν, τότε καὶ ἑτέρους προσλαμβάνομεν, ἐγκε λευόμενοι αὐτοῖς καὶ λέγοντες· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ. Ἡ δὲ βοὴ φωνή ἐστι μέγεθος ἔχουσα, δυνάμενον διικνεῖσθαι καὶ πρὸς τοὺς πόῤῥω. Βοᾶτε οὖν· ἀντὶ τοῦ μὴ μικρὰ περὶ Θεοῦ φρονεῖτε, ἀλλὰ μεγάλῃ τῇ διανοίᾳ τὰ περὶ αὐτοῦ ἐννοοῦντες, οὕτω θεολογεῖτε, ὥστε καὶ τοῖς μακρὰν οὖσι τῆς σωτηρίας δυνηθῆναι ἐξάκουστον ὑμῶν τὸν λόγον, διὰ τὸ τρανὸν τῆς διδασκαλίας γενέσθαι. ∆ηλοῖ δὲ τὸν νοῦν τοῦτον τὰ ἐφεξῆς· Ἀναγγείλατε γὰρ (φησὶν) ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, εἴπατε αὐτοῦ τὰ θαυμάσια. ∆είξατε τοῖς ἀνοήτοις τὴν περὶ τὸν κόσμον διά ταξιν, ἵνα προσαχθῶσι τῇ ἀγάπῃ τοῦ Κτίσαντος τὰ ὅλα, Θεοῦ. Ὑμνήσατε τὸ ὄνομα αὐτοῦ, ὅτι ὑψηλὰ ἐποίησεν. Ἢπερὶ τῶν ἐν τῷ κόσμῳ θαυμάτων διηγήσασθε, ὅτι ὑψηλὰ καὶ ἀπρόσιτα, ἢ περὶ τῶν ἐν τοῖς οὐρανοῖς δυνάμεων, ὅτι αὐτὸς ἐποίησε τὰ ἐκεῖ ὑψηλά· ἢ περὶ τῆς ἐν ἡμῖν χρηστό τητος, ὅτι ὑψοῖ τοὺς τεταπεινωμένους καὶ συντεριμμένους τὴν καρδίαν. Κύριος γὰρ ὑψοῖ δικαίους. Ὑψηλὸν οὖν ἐποίησε καὶ, ταπεινωθέντα τῇ ἁμαρτίᾳ, τῇ ἰδίᾳ δόξῃ ὑπερύψωσεν.

13.t ΚΕΦΑΛΑΙΟΝ ιγʹ

13.255 Ὅρασις κατὰ Βαβυλῶνος, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμώς. Οὐκ αἰσθητή τίς ἐστιν, οὐδὲ διὰ σωματικῶν ὀφθαλμῶν θεωρουμένη αὕτη ἡ ὅρασις, ἀλλ' ὑπὸ τοῦ νοῦ κατανοου μένη, τοῦ Θεοῦ φωτίζοντος αὐτὸν καὶ χαριζομένου ὁρᾷν αὐτόν. Τίς ἡ Βαβυλὼν καὶ τίνα τὰ ἀπαντησόμενα αὐτῇ; ∆ῆλον δὲ, ὅτι οὐ κατ' ἔκστασιν ἐλάλουν οἱ Προφῆται. Οἱ μὲν γὰρ πονηροῖς πνεύμασι κάτοχοι, παραφερόμενοι τὸν νοῦν, τὰς ἐκ τῶν δαιμόνων αὐτοῖς ἐγγινομένας φαντασίας οὐχ ὁρῶσιν, ἀλλὰ παρορῶσιν. Ὥσπερ οἱ δαιμονῶντες πο ταμοὺς βλέπουσι καὶ ὄρη καὶ θηρία τὰ μὴ παρόντα· καὶ χρώματα δοκεῖ τινα αὐτοῖς παρεῖναι, καὶ ὄψεις ἀνθρώπων, φίλων ἢ ἀγνοουμένων, ἐμφαντάζεσθαι, ὧν οὐδέν ἐστιν ὅρασις, ἀλλὰ παραφορὰ καὶ ἔκστασις τοῦ νοῦ τεθολωμένου, καὶ τὴν ἰδίαν ἐνέργειαν ἀπολωλεκότος. Ἐπὶ μέντοι τῶν Ἁγίων οὐχ οὕτως. Αὐτὸς γάρ φησιν ὁ Θεός· Ἐγὼ ὁράσεις ἐπλήθυνα. Ὅρασιν δὲ χαριζόμενος ὁ Κύ ριος, οὐκ ἀποτυφλοῖ τὸν νοῦν, ὃν αὐτὸς κατεσκεύασεν, ἀλλὰ φωτίζει αὐτὸν καὶ διαυγέστερον ποιεῖ τῇ παρουσίᾳ τοῦ Πνεύματος. ∆ιὰ τοῦτο γὰρ καὶ οἱ Προφῆται ἐχρημάτιζον ὁρῶντες, διὰ τὸ οἱονεὶ ἐπιτετάσθαι αὐτοῖς τὴν τοῦ νοῦ διά βλεψιν ἐκ τῆς τοῦ φωτίζοντος αὐτοὺς Πνεύματος παρουσίας. Τίς οὖν ἐποίησε βλέποντα καὶ τυφλόν; βλέποντα δηλονότι τὸν Προφήτην, διὰ τὸ δύνασθαι αὐτὸν τῇ ὀξυωπίᾳ τῆς διανοίας προενατενίζειν τῷ μέλλοντι· τυφλὸν δὲ (τὸν διὰ τὴν κακίαν ἀποτυφλωθέντα) ἵνα μὴ ὀφθαλμοὶ βέβηλοι τὰ τῶν μακαρίων ἴδωσι θεάματα. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος, Εἰς κρίμα ἐγὼ (φησὶν) εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 13.256 Τίς οὖν ἡ Βαβυλὼν, καθ' ἧς ἡ ὅρασις ἑώραται; Κατὰ μὲν οὖν τὴν ἱστορίαν δοκεῖ Βαβυλὼν κεκλῆσθαι ὁ