1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

14

ἄρχοντας αὐτοὺς Σοδόμων καὶ λαὸν Γομόῤῥας προσ αγορεύει ὑπὲρ τὴν κακίαν τὴν τῶν ἀρχόντων, διὰ τὸ οἱονεὶ μητρόπολιν μὲν εἶναι τῆς πονηρίας τὰ Σόδομα, ταύτης δὲ αὐτῆς κατὰ κακίας ὑπερβολὴν ὑπερέχειν τοὺς ἄρχοντας. ∆ιὰ τί δὲ ἄρχοντες Σοδόμων; Ἢ διότι καθάπερ ἐκεῖνοι παρητοῦντο τὸν τὰ δίκαια κρίνοντα Λὼτ, ὅτε ἐξαιρεῖσθαι τοὺς παρ' αὐτῷ ἐπιξενωθέντας ἐσπούδαζε, λέγοντες· Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν, οὕτω καὶ οὗτοι τὸν δίκαιον Κριτὴν παρῃτοῦντο, κράζοντες· Σταυροῦ, σταυροῦ· αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον. Πολλῷ δὲ μείζων ἐνταῦθα ἡ μοχθη ρία· οἱ μὲν γὰρ εἰς ξένους καὶ μηδὲν ἠδικηκότας ἠσέλ γαινον· οἱ δὲ εἰς Τὸν τὰ μεγάλα αὐτοὺς καθ' ὑπερβολὴν εὐεργετήσαντα· κἀκεῖνοι μὲν εἰς ξένους, οὗτοι δὲ Τὸν εἰς τὰ ἴδια ἐλθόντα· κἀκεῖνοι μὲν εἰς Ἀγγέλους, οὗτοι δὲ εἰς τὸν Θεόν. ∆ιὰ τοῦτο δικαίως τῆς τῶν Σοδομιτικῶν ἀρχόντων προσηγορίας ἠξίωνται. Ἀλλ' ὅμως τούτους εὐεργετῶν ὁ Θεὸς εἰς τὴν τῶν ὠφελί μων αὐτοῦ λόγων ἀκοὴν προκαλεῖται, τὸν δὲ ὑπὸ τούτων ἀρ χόμενον λαὸν καὶ ἐκ τῶν πονηρῶν διδαγμάτων Γομόῤῥας λαὸν χρηματίζοντα, εἰς τὴν τοῦ νόμου προσοχὴν ἐπιστρέφει, τοῖς μὲν ἐντρεχεστέροις τὸ ἀκοῦσαι προστάσσων, τοῖς δὲ ἀσυνέτοις τὸ προσέχειν, ἢ τὸ ἐνωτίζεσθαι, ὅπερ ἕτεροι ἐκδεδώκασιν. Ὅση δὲ λόγου πρὸς νόμον διαφορὰ, τοσαύτη καὶ τοῦ ἀκούειν πρὸς τὸ ἐνωτίζεσθαι· ὁ μὲν γὰρ νόμος κανὼν δικαίων ἐστὶ καὶ ἀδίκων, προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον, οὗ φυλακτικός ἐστιν ὁ πολὺς, κἂν τὸ ἐν αὐτῷ ὠφέλιμον ἀγνοῇ· ὁ δὲ λόγος καὶ τῆς αἰτίας ἐστὶν ἀπο δοτικὸς, καθ' ἣν τάδε τινὰ διατέτακται. Καὶ μάλιστα ὁ καθ' ἡμᾶς λόγος, ὑψηλῶς τὸν νόμον καὶ πνευματικῶς ἐξηγού μενος, τιμιώτερός ἐστι τῆς ψιλῆς κατὰ τὸ γράμμα παρατη ρήσεως. Τί δὲ τὸ ἀκούειν τοῦ ἐνωτίζεσθαι διαφέρει; Ὅτι τὸ μὲν ἀκούειν διανοίας ἐστὶν, ὡς δηλοῖ ὁ Κύριος, διεγείρων εἰς τὸ συνετῶς κατακούειν τοῦ βουλήματος τῶν λεγομένων, Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω· τὸ δὲ ἐνωτίζεσθαι, ψιλὸν τὸν ἦχον ἐντίθεσθαι τοῖς ὠσί. ∆ιὸ καὶ ὁ λαὸς ἐν τῇ Ἐξόδῳ φησί· Πάντα, ὅσα ἐὰν εἴπῃ ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσό μεθα. (Καίτοιγε ἀκολουθότερον ἦν εἰπεῖν, ἀκουσώμεθα καὶ ποιήσωμεν). Ἀλλὰ τὸ μὲν ποιῆσαι παντός ἐστι τοῦ παχυτά του τὴν διάνοιαν, οἷον τηρῆσαι σωματικῶς τὸ σάββατον καὶ ἀπέχεσθαι βρωμάτων καὶ περιτεμεῖν τῇ ὀγδόῃ καὶ τὸ τρὶς τοῦ ἐνιαυτοῦ ὀφθῆναι ἐν τῷ ναῷ· τοῖς δὲ λόγοις τούτων ἐπιβαλεῖν, τοῦ τελείου ἤδη καὶ ἐπὶ πολὺ διαβεβηκότος τῇ γνώσει. Φασὶ δὲ μίαν ταύτην αἰτίαν εἶναι, τὴν κινήσασαν εἰς τὴν κατὰ τοῦ Προφήτου ἐπιβουλὴν τοὺς τότε. Οἱ δὲ ἄρχοντες Σοδόμων πότερον διὰ τὸ πονηρῶν ἀρχεῖν προσηγορεύθησαν, ἢ διὰ τὸ πονηροὶ εἶναι; ∆ύναται γάρ τις κακῶν ἄρχων αὐτὸς ἀπηλλάχθαι τῆς κακίας τῶν ἀρχομένων. Ἀλλ' εἰ μὲν περὶ τοῦ λαοῦ ἀπεσιωπήθη, τυχὸν ἂν εἶχέ τινα χώραν ἡ ἀμφιβολία· νῦν δὲ τῷ λαὸς Γομόῤῥας ὁ λαὸς ὠνο μάσθαι, τὸ ἧττον ψεκτὸν τοῦ λαοῦ παρὰ τοὺς ἄρχοντας αὐ τῶν, τοῦ λόγου δηλοῦντος διὰ τὸ προκαθέζεσθαι τὰ Σόδομα τῆς πενταπόλεως, καὶ αὐτὴν ἔχειν τὰ οἱονεὶ ἀρχεῖα τῆς πο νηρίας, καὶ τῆς ἐν πᾶσι κακοῖς ὑπεροχῆς ἠξιῶσθαι. Ἄρ χοντας δὲ Σοδόμων ἡ ἱστορία οὐ παραδέδωκε, πλὴν τῶν βασιλέων τῶν ἡττηθέντων· διὰ μέντοι τὸν πεπαῤῥησιασμένον τούτων τῶν ἀδικούντων ἔλεγχον, ὁ Ἀπόστολός φησι περὶ τοῦ Ἡσαΐου· Ἀποτολμᾷ καὶ λέγει. Χρήσεται δέ ποτε τούτοις ὁ ἐν δόγμασιν ὑγιέσι καὶ ἀνεπιλήπτῳ βίῳ τυγχά νων πρὸς ἄρχοντας Ἐκκλησιῶν παρανόμως βιοῦντας, καὶ λαὸν ἐκκλίνοντα καὶ ἀχρείως πολιτευόμενον. 1.24 Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Ἕν τῶν ὀφειλόντων ἀκουσθῆναι παρὰ τῶν ἀρχόντων καὶ παρὰ τοῦ λαοῦ φυλαχθῆναι, τὸ Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ. Πῶς δὲ διὰ θυσιῶν τῶν ἐν πλήθει προσαγομένων ἄνευ ἀξιολόγου μετανοίας ἐλπί ζετε εὑρήσειν τινὰ ἀπολύτρωσιν ταῖς ψυχαῖς ὑμῶν; Οὐ γὰρ ἐν αἵματι ζώων, οὐδὲ ἐν σφαγαῖς ἐπιβωμίοις, ἀλλ' ἐπὶ καρδίᾳ συντετριμμένῃ Θεὸς ἱλάσκεται. Θυσία γὰρ τῷ Θεῷ