1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

95

μεῖζον καὶ ὑπὲρ αὐτὸν τὸ ἐπάγγελμα. Ὅπερ οὐκ ἔλαβεν ἑαυτῷ, τοῦτο ὁ Κύριος ἐχαρίσατο. Εἶπε γὰρ αὐτῷ· Πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ. Ὁ μέντοι λέγων· Ἰδού εἰμι ἐγὼ, τεθαῤῥηκὼς ἤδη, ὡς μεταλαβὼν τοῦ Ὄντος, ἐν τοῖς οὖσιν ἀριθμεῖν ἑαυτὸν ἀποτολμᾷ· καὶ τοῦτο εἶπε μετὰ, τὸ καθαρθῆναι αὐτοῦ τὰ χείλη. Ὁ δὲ ἐν ἀνομίαις τυγχάνων καὶ τῆς ἐπιγνώσεως τοῦ Ὄντος μὴ καταξιούμενος, οὐ δύναται ἑαυτῷ μαρτυρεῖν τὸ Ἰδού εἰμι ἐγώ. Ἐπειδὴ δὲ ἔθετο ὁ Θεὸς πρῶτον Ἀποστόλους, δεύτερον Προφήτας, διὰ τοῦτο καὶ ὁ Ἡσαΐας πρῶτον τὸ τῆς ἀποστολῆς δέχεται χάρισμα. Καὶ Μωϋσῆς δὲ τῶν Ἀποστόλων ἐστί· ∆εῦρο γὰρ (φησὶν) ἀποστελῶ σε πρὸς Φαραὼ, βασιλέα Αἰγύπτου. Καὶ Ἱερεμίας δὲ ἀκούει, ὅτι Πρὸς πάντας, οὓς ἂν ἐξαποστείλω σε, πορεύσῃ. 6.186 Πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκού σετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυ σαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκού σωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσο μαι αὐτούς. Τοῦτο τὸ ῥητὸν ἀνέγραψεν ὁ Λουκᾶς ἐν ταῖς Πράξε σι. Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ. Ὅτι δύναμίς τίς ἐστιν ὑπερκόσμιος, καθαρτικὴ ἀνομιῶν, διακο νίαν πεπιστευμένη, τὸ Σεραφεὶμ τὰ γεγραμμένα παρίστησιν. Ἀπέσταλται οὖν ταῦτα τὰ λειτουργικὰ πνεύματα πρὸς ἡμᾶς, τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Ἔρχεται δὲ οὐκ αὐθεντικῶς, οὐδὲ αὐτεξουσίως ἐπισκεπτόμενα ἡμᾶς· καὶ γὰρ προηγουμένη μὲν αὐτῶν ζωὴ καὶ κατὰ φύσιν, τῷ κάλλει τοῦ Θεοῦ ἐνατενίζειν καὶ αὐτὸν δοξάζειν διηνεκῶς· περι στατικὴ δέ τίς ἐστιν ἐνέργεια ἡ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἐπιστροφὴ καὶ ἐπιμέλεια. ∆ιὰ τοῦτο Ἀπεστάλη (φησὶ) πρός με ἓν τῶν Σεραφίμ. Ἔοικε δὲ ὁ Προφήτης, ὅτε εἶδε τῶν Σεραφὶμ τὴν ἐνέρ γειαν, οὐδὲν ἄλλο ποιούντων ἢ ἁγιαζόντων τὸν Θεὸν, τότε εἰς συναίσθησιν τῆς ἐν τοῖς ἰδίοις χείλεσιν ἀκαθαρσίας ἐληλυθέναι, ὅτι καὶ ἀνθρώπινα λαλεῖ, καὶ ἐμόλυνεν ἑαυτοῦ τὴν γλῶσσαν πολλάκις τοῖς περὶ τῆς ματαιότητος τοῦ κόσμου ῥήμασι. Τῇ οὖν πρὸς ἐκεῖνα συγκρίσει κατανυγεὶς (καὶ ὅτι τὰ μὲν οὐδὲν ἕτερον φθέγγεται, ἢ τὸν ἁγιασμὸν τῆς θεότητος ἐκβοᾷ, αὐτὸς δὲ τὸ πλεῖστον τοῖς ἀνθρωπίνοις πράγμασι τὴν ἑαυτοῦ φωνὴν ἐνασχολουμένην ἔχει) διὰ τοῦτο εἶπεν· Ὢ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ οἰκῶ, ἀκάθαρτα χείλη ἔχοντος. Οὕτω καὶ Μωϋσῆς τέως οὐκ ᾐσθάνετο ἑαυτοῦ ἰσχνοφώνου ὄντος καὶ βραδυ γλώσσου, ὅς γε πάσῃ σοφίᾳ Αἰγυπτίων πεπαίδευτο καὶ διέβαινε πάντας αὐτοὺς τῇ εὐφυΐᾳ καὶ τῇ συνέσει· ὅτε δὲ ἤκουσε τοῦ χρηματίζοντος, τότε εἶδεν ἑαυτοῦ τὴν ἀσθέ νειαν. Καὶ Ἀβραὰμ, ὅτε ὤφθη αὐτῷ ὁ Θεὸς, τότε εἶπεν ἑαυτὸν γῆς καὶ σποδόν. Παραπλησίως οὖν τούτοις καὶ ὁ Ἡσαΐας, μετὰ τὸ ἰδεῖν τὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ θεωρῆσαι τὴν δόξαν τὸν σύμπαντα οἶκον τοῦ κόσμου πεπληρωκυῖαν καὶ τὰ κύκλῳ αὐτοῦ Σεραφὶμ, μετὰ ἐκπλήξεως ἐκείνην τὴν φωνὴν ἀναφέροντα, τότε ἑαυτὸν ταλαίπωρον προσηγόρευσε, τότε τὴν ἐν τοῖς χείλεσιν ἑαυτοῦ ἀκαθαρσίαν ἐπέγνω, διὸ καὶ ἠξιώθη τῆς διὰ τῶν Σεραφὶμ καθάρσεως. Παρατήρει δὲ, ὅτι οὐκ ἐπὶ πᾶσαν πρᾶξιν καὶ ἐνέργειαν ἦν αὐτοῦ τὰ παραπτώματα κεχυμένα, ἀλλὰ μέχρι χειλέων καὶ λόγων ὑπῆρχε μόνον συνεσταλμένα. 6.187 Καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἥψατο τοῦ στόματός μου. Ἔοικε μὲν, ὡς πρὸς τὸ ῥητὸν, περὶ τοῦ ἐν τῷ ναῷ θυσιασ τηρίου ὁ λόγος εἶναι, ἀφ' οὗ ἔλαβε τὸ Σεραφεὶμ εἰς τὴν χεῖρα ἑαυτοῦ ἀπὸ τοῦ θυσιαστηρίου τῶν ὁλοκαρπωμάτων ἄνθρακα· ὡς δὲ πρὸς τὴν ἀλήθειαν, διὰ τὸ τὴν Ἰουδαϊκὴν λατρείαν ὑποδείγματι καὶ σκιᾷ τῶν ἐπουρανίων λατρεύειν, ἐπουρά νιόν τι χρὴ νοεῖν θυσιαστήριον, τουτέστι χωρίον καθα ρισμοῦ ψυχῶν, ὅθεν ἐκπέμπεται ταῖς ἁγιαζομέναις δυνάμεσι τὸ καθάρσιον πῦρ. Τοιούτῳ πυρὶ Κλεόπα καὶ Σίμωνος ἐκαίετο ἡ καρδία, ὅτε διήνοιγεν αὐτοῖς ὁ Κύριος τὰς Γρα