1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

8

καταπεφόρτισται. 1.15 Καὶ βοῦς μὲν τὸν κτησάμενον ἔγνω, Ἰσραὴλ δέ με οὐκ ἔγνω, τὸν Κτίσαντα· καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ ἐπέγνω, Ἰσραὴλ δέ με οὐ συνῆκε. Καὶ φάτναι μὲν πολ λαὶ, ἀλλ' ὅμως ὁ ὄνος τῆς τοῦ κεκτημένου αὐτὸν φάτνης οὐκ ἀποσφάλλεται. Θεὸς δὲ εἷς, καὶ ὁ ἀγνώμων λαὸς ἐπὶ τοὺς μὴ ὄντας θεοὺς ἀποπλανᾶται. Ἐμὲ οὐ συνῆκε, τὸν δι' οὐ ρανοῦ γνωριζόμενον· τὸν διὰ γῆς καὶ θαλάσσης δεικνύ μενον, τὸν διὰ ἡλίου, καὶ σελήνης, τὸν διὰ τῶν ἀστέρων, τὸν διὰ πάσης τῆς κτίσεως καταμηνυόμενον. Οἰκείως δὲ τῇ μὲν τοῦ βοὸς εἰκόνι ὁ Ἰσραὴλ ἀποδέδοται, τῇ δὲ τοῦ ὄνου ὁ ἁπλῶς λαός. Ὅσῃ γὰρ βοῒ πρὸς ὄνον ἡ διαφορὰ, τοσοῦ τον τοῦ Ἰσραὴλ, ὃς ἑρμηνεύεται ὁ ὁρῶν Θεὸν, πρὸς τὸν ἁπλῶς λαὸν χρηματίζοντα τὸ διάφορον. 1.16 Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Ἔθνος καὶ λαὸς πολλαχοῦ συνεζευγμένως λέγεται· ὡς τὸ Ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυ νάστου. Καὶ τὸ Ἵνα τὶ ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; Νυνὶ δὲ ἀπὸ τοῦ ἔθνος εἶναι ἁμαρτωλὸν ἀρξάμενοι, κατὰ τὴν ἐν πονηρίᾳ αὔξησιν γίνονται λαὸς πλήρης ἀνομιῶν, καὶ ἀπὸ τοῦ σπέρμα πονηρὸν εἶναι, ἐπὶ τὸ γενέσθαι υἱοὶ ἄνομοι. Ὡς γὰρ ἡ κατ' ἀρετὴν προκοπὴ ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζω τὴν αὔξησιν ἔχει, οὕτως ἡ τῆς κακίας χύσις ἀπὸ τῶν ὑποδεεστέρων τῶν ἐξ ἀρχῆς ἐπὶ τὸ ἀνήκεστον φέρεται. Σπέρμα δὲ πρὸς υἱοὺς πολὺ τὸ ἀκόλουθον καὶ κατ' αὐτὴν τὴν φύσιν ἔχει· ἀπὸ τοῦ σπέρματος γὰρ εἰς τὸ υἱοὺς γε νέσθαι προκόπτει, οὐ μόνον κατὰ τὰς σωματικὰς γενέσεις, ἀλλὰ καὶ κατὰ τὴν ἐν ψυχῇ αὔξησιν, ἐκ τῶν τῆς διδασκαλίας σπερμάτων, εἰς τὴν πρὸς τοὺς διδάξαντας ἐξομοίωσιν τῶν ὑποδεξαμένων τὰ διδάγματα προκοπτόντων, καὶ διὰ τοῦτο υἱῶν χρηματιζόντων, ἤτοι υἱῶν τῆς βασιλείας, ὅταν τὰ σωτήρια δεξάμενοι σπέρματα, κατ' αὐτὰ τελειοῦνται· ἢ τῆς γεέννης υἱῶν, ἐὰν ἐκ πονηρῶν διδαγμάτων τῇ ἀπωλείᾳ προσοικειῶνται. Μεγάλη δὲ κατηγορία, ὅλον ἔθνος ἁμαρ τωλὸν χρηματίζειν, ὡς μηδένα ἐν αὐτῷ κατορθοῦν· καὶ λαὸν πλήρη ἁμαρτιῶν, ὡς πᾶν εἶδος ἀνομίας ἐπιτηδεύεσθαι παρ' αὐτῶν, ἀλλὰ καὶ τὰ τῆς κακίας πρὸς ἑαυτὴν ἐναντιώ ματα εὑρίσκεσθαι, καθὼς εἴρηται· Πεπληρωμένους πάσης ἀδικίας· καὶ τὸ Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων· καὶ παρὰ τοῦ Σωτῆρος δέ· Πληρώσατε καὶ ὑμεῖς τὸ μέτρον τῶν πατέρων ὑμῶν. 1.17 Σπέρμα πονηρόν. Τὸ παρὰ τοῦ ἐχθροῦ ἀνθρώπου τῷ καθαρῷ σίτῳ ἐπισπα ρὲν ζιζάνιον, ὃ, εἰς τελείωσιν ἐλθὸν, υἱὸς ἐγένετο ἄνομος, υἱὸς ὢν ἀπωλείας καὶ υἱὸς γεέννης. ∆ιὰ τοῦτο καὶ θρήνου ἀξιοῦνται οἱ, ἀντὶ τοῦ υἱοὶ Ὑψίστου εἶναι, υἱοὶ γενόμενοι ἄνομοι· καὶ ἀντὶ τοῦ μεῖναι ἐν τῇ θειοτέρᾳ γεννήσει, σπέρμα γενόμενοι πο νηρόν. Πλὴν ὅτι ἡ ἐν ἔθει πονηρία αὐτῶν πρῶτον τῶν ἐχόντων ἐστὶ φθαρτική· τὸ γὰρ ἔσχατον ἐν πονηρίᾳ καὶ πρὸς ἑαυτό ἐστιν ἀσύμφωνον. Ἐγκαταλίπατε τὸν Κύριον καὶ παρωξύ νατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τίς μείζων κακίας ἀπόδειξις, ἣ ἡ τοῦ ἀγαθοῦ ἐγκατάλειψις; καὶ πονηρίας ὑπερβολὴ, τὸ παροξῦναι τὸν ἀγαθὸν καὶ πρᾶον; Τὸ αὐτὸ δὲ καὶ παρὰ τῷ Ἱερεμίᾳ κατηγοροῦνται· Ἐμὲ γὰρ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος. Κατὰ δὲ τὴν ποσότητα τῆς ἐγκαταλείψεως τὸ μέτρον ἕκαστος ἑαυτῷ θησαυρίζει τῆς ἐν τῇ ἀνταποδόσει ὀργῆς. Ἀπηλλοτριώθησαν εἰς τὰ ὀπίσω. Τοῦτο ἀπὸ τοῦ Θεο δοτίωνος προσετέθη, οἱονεὶ ἑρμηνεία τοῦ ἐγκαταλιπεῖν, τὸ ἀπαλλοτριοῦσθαι τοῦ Θεοῦ διὰ τῆς ἐπὶ τὸ χεῖρον ἀποπτώ σεως. Ὥσπερ γὰρ ὁ τελειούμενος τοῖς ἔμπροσθεν ἐπεκτεί νεται, οὕτως ὁ ἁμαρτάνων εἰς τὸ κατόπιν ἀναποδίζει, μακρύνων ἑαυτὸν τοῦ Κυρίου καὶ διὰ τοῦτο ἀπολλύμενος. Ἰδοὺ γὰρ (φησὶν) οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπο λοῦνται. Οὕτως οὖν βιώσωμεν, ὡς μηδέποτε τὰ παρελ θόντα κρείττονα εἶναι τῶν μελλόντων, ἢ τῶν ἐνεστηκότων. Τοῦτο γὰρ καὶ ὁ Ἐκκλησιαστὴς ἀπαγορεύει· Μὴ εἴπῃς, ὅτι ἡμέραι αἱ πρότεραι ἀγαθαὶ ἦσαν ὑπὲρ ταύτας· ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου. Ἐὰν γὰρ αἱ προάγουσαι ἡμέραι βελτίους ὦσι τῶν μετὰ