1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

156

ἑαυτὴν σκυθρω πόν τι πρᾶγμα· ἐὰν δὲ καὶ πάθη προσλάβῃ καὶ συμφορὰς, πολλὴν ποιεῖ τῶν ἀλγεινῶν τὴν ἐπίδοσιν. Νόησον οὖν μοι νυκτερινὴν ἔφοδον πολεμίων, ἀπροσδόκητον καταδρομὴν, γυναικῶν καὶ παίδων ἐξανδραποδισμὸν, χρημάτων διαρπα γὴν, φόνον τῶν εἰς χεῖρας ἀφικνουμένων, τείχους κατα στροφὴν, ἐμπρησμὸν πόλεως. Νυκτὸς οὖν ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Τῆς γὰρ τῶν τειχῶν περιβολῆς ἐρη μωθέντες, ἀναγκαίως καὶ οἱ τὴν ἀπ' αὐτῶν ἀσφάλειαν προ βαλλόμενοι συναπολοῦνται. Λυπεῖσθε οὖν ἐφ' ἑαυτοῖς (φησίν). Ἀπολεῖται γὰρ καὶ ∆εηβὼν, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀνα βήσεσθε κλαίειν. Λυπεῖσθε ἐφ' ἑαυτοῖς. Μακάριος μὲν ὅστις καθαρὰν ἔχων τὴν ψυχὴν ἑαυτοῦ, μὴ ἔχει οἰκείαν ὑπόθεσιν λύπης· διὰ δὲ τὸ τὴν ἀγάπην μὴ ζητεῖν τὸ ἑαυτῆς, πάσχοντος μέλους, συμπάσχων καὶ αὐτὸς καὶ συλλυπούμενος καὶ κλαίων μετὰ κλαιόντων, κατὰ τὸν Ἀπόστολον, τὸν πενθοῦντα πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων. Ὃς πάλιν λέγει· Ὅτι λύπη μοί ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα. Εἰ δέ τις μὴ τοιοῦτός ἐστιν, ἀλλὰ ταῖς ἰδίαις ἁμαρτίαις ἐγκαλιν δεῖται, οὗτος ἐφ' ἑαυτῷ λυπείσθω, νικωμένῳ ὑπὸ τοῦ ἐχθροῦ, πρὸς ὅν ἐστιν ἡ πάλη. Ἡ τούτου λύπη εὐφραίνει τὸν τοῖς διδασκαλικοῖς λόγοις ἐνάγοντα αὐτὸν εἰς συναίσθησιν. Ὡς γὰρ τὰ καίοντα καὶ κολάζοντα φάρμακα ἀνακαθαίρει τὰ ἕλκη καὶ τὴν ἀπὸ τῶν πύων δυσωδίαν καὶ τὰ διεφθαρμένα τραύματα καὶ σώματα ἐπιτηδειότερα ποιεῖ πρὸς τὴν κατὰ τόπον συνούλωσιν, τοιοῦτον ἔχειν μοι δοκεῖ νοῦν τὸ Λυ πεῖσθε ἐφ' ἑαυτοῖς, λεγόμενον πρὸς τοὺς μέγα φρονοῦντας ἐπί τινι σοφίᾳ, ὁποῖοί εἰσιν οἱ τῶν αἱρέσεων προεστῶτες, οἱ νυκτὸς ἀπολλύμενοι, διότι Πᾶς ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Καὶ ἐπειδὴ ἐν νυκτὶ ὄντες, νυκτὸς ἀπολοῦνται, νυκτὸς αὐτῶν καὶ τὸ τεῖχος πίπτει· τουτέστι τὰ σοφιστικὰ ὀχυρώματα, οἷς ὑποκαθή μενοι ἐδόκουν ἱκανὴν ἀπ' αὐτῶν ἀσφάλειαν προβεβλῆσθαι. Ἡ γὰρ διαλεκτικὴ τὰς αἱρέσεις τῆς ψευδωνύμου γνώσεως, ὥσπερ τεῖχος, συντηρεῖ· ἧς διαπεσούσης, ὀλολύζειν ἀνάγκη τοὺς ἑαλωκότας. Λυπεῖσθε οὖν ἐφ' ἑαυτοῖς, ἐπείπερ ἀπώ λοντο. 15.295 Ἀπωλείας δὲ ἄξιον καὶ τὸ ∆εηβὼν, ἔνθα ὁ ναὸς ὑμῶν ᾠκοδόμητο. Νοοῦμεν τὴν ∆εηβὼν, τῇ ἑρμηνείᾳ προσ έχοντες. Ἑρμηνεύεται δὲ ἡ ∆εηβὼν, ῥύσις αὐτῶν. Ὥσπερ οὖν ὁ τῆς ἀληθείας λόγος πάγιός ἐστι καὶ ἑδραῖος, τεθε μελιωμένος καὶ μὴ μετακινούμενος, καὶ ὁ τῇ πίστει ἐῤῥι ζωμένος παραβάλλεται ἀνθρώπῳ, θεμελιοῦντι ἐπὶ τὴν πέ τραν. Καὶ τὸ μάννα δὲ λέγεται εἶναι ὡσεὶ πάγος τῆς γῆς, τοῦ θείου λόγου τὸ συνεστὸς καὶ εὔτονον διὰ τῆς πήξεως παραδηλοῦντος. Οὕτω τὰ ἐναντία δόγματα καὶ αἱ συν ήγοροι αὐτῶν πιθανότητες, ῥευστὰ καὶ ἀβέβαιά ἐστιν, ἑστά ναι μὴ δυνάμενα· καὶ ὁ πατὴρ τοῦ ψεύδους ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε. Τὸ οὖν ἄστατον τοῦ ψεύδους, ῥύσις ὠνομάσθη. Λυπείσθωσαν οὖν οἱ τὰ τοιαῦτα οἰκοδομοῦντες, οἱ τοὺς περὶ Θεοῦ λόγους ἀστάτους ἔχοντες καὶ ἀστηρίκτους. Τοῦτο γάρ ἐστι τὸ θυσιαστήριον, ὃ καταδεδίκασται εἰς ἀπώλειαν τοῦ ∆εηβὼν, οὗ ὁ βωμὸς ᾠκοδόμητο. Ἀναβᾶτε οὖν κλαίοντες· οὐχὶ θύοντες, ἀλλὰ μεταμελόμενοι ἐφ' οἷς ποτε κακῶς προσηύξασθε, ὅτι ἐγένετο ὑμῖν ἡ προσευχῆ εἰς ἁμαρ τίαν. Ὁ γὰρ τῇ κτίσει λατρεύων παρὰ τὸν κτίσαντα καὶ μὴ προσκυνῶν μὲν Υἱὸν, μηδὲ διὰ τοῦ Υἱοῦ τὸν Πατέρα, ἴδια δὲ πηγνὺς δόγματα καὶ ἐπ' ἀλλοτρίων θυσιαστηρίων προσφέρων ἑαυτοῦ τὴν θυσίαν τῆς αἰνέσεως, ὁ τοιοῦτος κλαιέτω, τῆς κατὰ Θεὸν λύπης, σωτηρίαν αὐτῷ ἀμεταμέλητον προξενούσης. Οὐ μόνον δὲ τοῖς ἀπὸ αἱρετικῶν δογμάτων τὴν περὶ Θεοῦ δόξαν συνειληχόσι ταῦτα εἴρηται, ἀλλὰ καὶ ὅσοι τὰ ῥευστὰ πράγματα ἀποδεχόμενοι, ἐπὶ τούτοις ἔχουσι τὴν ἐλπίδα, πα ρακούοντες μὲν τοῦ λέγοντος· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προσ τίθεσθε καρδίαν· ἐπτοημένοι δὲ περὶ τὴν δόξαν τῆς σαρκὸς, ἥτις ἐστὶ χόρτος, καὶ ἡ δόξα αὐτῶν ὡς ἄνθος χόρτου. Τοιοῦτον δέ ἐστι καὶ τὸ ἐν σαρκὶ καὶ αἵματι κάλλος, ἐφ' ᾧ