1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

4

γείρων αὐτοῦ τὴν ἐνέργειαν, ἐπετήδευσε. Πρῶτον μὲν, ἵνα τούτοις ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται· ἔπειτα ὅτι τὰ πόνῳ κτηθέντα μᾶλλόν πως ἀγαπᾶται, καὶ τὰ διὰ μακροῦ χρόνου προσγενόμενα μονιμώτερον παραμένει· ὧν δὲ ῥᾳδία ἡ κτῆσις, οὐ περισπούδαστος ἡ ἀπόλαυσις. Εὐ καταφρόνητος γὰρ ἡ τῶν προχείρων παρουσία, καὶ οὐδε μιᾶς φυλακῆς ἀξιουμένη τοῖς ἔχουσι. ∆ιὰ τοῦτο καὶ ἡ τῶν ὀνείρων φύσις ἀσαφὴς καὶ πλαγία, καὶ οὐ μικρᾶς δεομένη τῆς ἐκ τοῦ νοῦ ἐντρεχείας· καὶ πολλὴ συγ γένεια πρὸς τὰ ἐκ τῶν ὀνείρων αἰνίγματα τοῖς κατὰ ἐπίκρυψιν ἐν τῇ Γραφῇ δηλουμένοις. Ὅθεν καὶ Ἰωσὴφ καὶ ∆ανιὴλ τῷ προφητικῷ χαρίσματι τὰ ὀνείρατα διεγίνωσκον, ἐπειδὴ οὐκ αὐτάρκη τὰ τῶν ἐννοιῶν πρὸς τὴν θήραν τῆς ἀληθείας. Πρὸς δὴ τοῦτο χρεία τῆς ἐν τῷ βίῳ καθαρότητος, ὥστε καὶ πρὸς τὴν τῆς ἠθικῆς ἀρετῆς ἐπιτήδευσιν τὸ ἐν ταῖς Γραφαῖς κεκαλυμμένον διαγνωσθῆναι. Χρεία δὲ πρὸς τῇ καθαρότητι τοῦ βίου καὶ τῆς ἐν ταῖς Γραφαῖς διατριβῆς, ἵνα τὸ σεμνο πρεπὲς καὶ μυστικὸν τῶν θείων λογίων ἐκ τῆς συνεχοῦς μελέτης ἐντυπωθῇ τῇ ψυχῇ. Ὅτι δὲ βίου ὅλου δεῖται ἡ τῶν θείων λόγων μελέτη, συνίστη σιν ὁ Μωϋσέως βίος, ὃς ἐπὶ μὲν τῇ πρώτῃ τεσσαρακονταετηρίδι ἐπαιδεύθη τὰ Αἰγυπτίων, ἐπὶ δὲ τῇ δευτέρᾳ τεσσαρακονταετη ρίδι ἐπὶ προφάσει τοῦ ποιμαίνειν ἐπὶ τὰς ἐρημίας ἀναχωρήσας, τῇ θεωρίᾳ τῶν ὄντων ἀπεσχόλασε. Καὶ οὕτω λοιπὸν τῆς τοῦ Θεοῦ ἐπιφανείας ἀξιωθεὶς μετὰ τὴν δευτέραν τεσσαρακον ταετηρίδα, ἄκων, ὑπὸ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, πρὸς τὴν τῶν ἀνθρώπων ἐπιμέλειαν κατηνέχθη. Καὶ οὐδὲ τότε διηνεκῶς τῷ πρακτικῷ παρέμενε βίῳ, ἀλλὰ καὶ πρὸς τὸν ἐποπτικὸν ἐπανῄει πολλάκις. Ὅθεν καὶ εἰς τὴν Αἰγυπτια κὴν εἰδωλομανίαν ὅλα ὑπηνέχθη τὰ πλήθη, τῷ Θεῷ συν όντος τοῦ ἁγίου ἀνδρὸς ἐν τῷ ὄρει. Τοιοῦτος δέ τις καὶ ὁ Ἠλίας, τὸν τῶν ἀνθρώπων ὄχλον ἀποδιδράσκων καὶ περὶ τὰς ἐρημίας φιλοχωρῶν. p.7 Εἰ τοίνυν τοῖς Ἁγίοις μετὰ πάσης εὐσταθείας τοῦ ἡγεμο νικοῦ ἐπονεῖτο τῆς ἀληθείας ἡ ζήτησις, πῶς οὐκ ἄλογον τοὺς καρποὺς τῶν μυρίων καμάτων ἄνευ τινὸς πραγματείας ἐπιζητεῖν; Τήρει γὰρ καὶ Ἠλίαν, μεθ' ὅσας ἀναχωρήσεις καὶ ἡσυχίας καὶ καμάτους ἰδεῖν Θεὸν ἠξιώθη. Ὑπόθεσις τοῦ βιβλίου ἡ φανερὰ καὶ αὐτόθεν ληπτή. Ἐπειδὴ κατὰ χρόνους γέγονεν ὁ Προφήτης, ἐν οἷς ἐπλεόνασεν ἡ κα κία, τὰ μεγέθη τῶν ἀποκειμένων αὐτοῖς κακῶν διηγεῖται καὶ τὴν αἰτίαν τῆς ὀργῆς τοῦ Θεοῦ προτάσσει, ἵνα εἰς μετά νοιαν αὐτοὺς ἐναγάγῃ. Πρῶτον μὲν ἄρχεται τῶν κατὰ τῆς Ἰουδαίας λόγων. Ἐπειδὴ (κατὰ τὸν Πέτρον) Ὁ καιρὸς ἦντοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ. Φυσικῶς γὰρ τοῖς οἰκειοτάτοις μάλιστα χαλεπαίνομεν, ὅταν εἰς ἡμᾶς ἐξαμαρτάνωσι. Καὶ ἐν τῷ Ἰεζεκιὴλ ὁ Κύριος, προστάσσων κολάζεσθαι τοὺς ἡμαρτηκότας, Ἀπὸ τῶν ἁγίων μου ἄρ ξασθε (φησί). ∆ιὰ τοῦτο ἀπὸ τῆς ἐκλεκτῆς τοῦ Θεοῦ χώρας ἤρξατο, καὶ ἀπὸ τῆς πόλεως ἐν ᾗ τὸ ἁγιαστήριον, ἀπαγγέλ λων τὰ ἐπικείμενα· δεύτερον Βαβυλῶνος, εἶτα τῆς Μωα βίτιδος, εἶτα ∆αμασκοῦ· πέμπτον Αἰγύπτου, εἶτα τῆς ἐρήμου, εἶτα τῆς Ἰδουμαίας, εἶτα τῆς φάραγγος Σιὼν, εἶτα Τύρου, εἶτα τῶν τετραπόδων. Ἐφεξῆς τούτοις ἐστὶ τὰ περὶ τὸ τεσσαρεσκαιδέκατον ἔτος τῆς βασιλείας Ἐζεκίου γεγενημένα· μεθ' ἃ προφητεῖαί εἰσιν ἄνευ τινὸς προγρα φῆς πάθη τῆς Ἱερουσαλὴμ καὶ τῆς Ἰουδαίας προαγγέλλουσαι, καὶ τὰ περὶ τῶν ἐν τῇ διασπορᾷ, καὶ περὶ τῆς τού των ἐπανόδου, μετὰ τὸ ἐκπληρωθῆναι τὴν δίκην· καὶ τὰ περὶ Χριστοῦ πάσῃ τῇ προφητείᾳ ἐνεσπαρμένα, ἑκάστου τῶν καθ' ἱστορίαν λεγομένων, καὶ τοῦ μυστικοῦ συγκαταπεπλεγ μένων.

1.t ΑΡΧΗ ΤΟΥ ΡΗΤΟΥ

1.8 Ὅρασις, ἣν εἶδεν Ἡσαΐας, υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰτῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλὴμ, ἐν ἡμέραις Ὀζίουκαὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων