1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

5

Ἰούδα Τῶν παρ' ἡμῖν αἰσθητηρίων τὸ ἐνεργεστάτην, τὴν κατάληψιν ἔχον τῶν αἰσθητῶν, ὅρασίς ἐστιν. Οὔτε γὰρ τὰ φοβερὰ δι' ἀκοῆς δύνατόν ἐστι γνωρίσαι, ὡς δι' ὁράσεως· οὔτε τῶν ἐπιθυμητῶν ἄλλη τις οὕτως ἀντιλαμβάνεται δύναμις, ὡς ἡ ὅρασις. ∆ιόπερ ἡ τῶν ἀληθῶν θεωρία (διὰ τὸ ἐναργὲς καὶ ἀναμφίβολον) ὅρασις προσηγόρευται. Ὅθεν καὶ ὁ ὁρῶν ἐκαλεῖτο ὁ Προφήτης, καὶ ὁ ἔμπροσθεν ὁρῶν. Ἐν μὲν γὰρ τῷ Ἀμὼς μεμαθήκαμεν, ὅτι εἶπεν Ἀμασίας· Ὁ ὁρῶν, βάδιζε καὶ ἐκχώρησον εἰς γῆν Ἰούδα, κἀκεῖ προφητεύσεις. Ἔμπροσθεν δὲ ὁρῶν ὁ Σαμουὴλ εἴρηται ἐν ταῖς Βασιλείαις. Ἐκαλεῖτο γὰρ (φησὶν) ὁ Προφήτης ὁ ἔμπροσθεν βλέπων. Καθ' ὃ μὲν γὰρ ἐπιβλεπτι κοὶ τοῦ μέλλοντος ἦσαν, ἔμπροσθεν ὁρῶντες ἐχρημάτιζον· καθ' ὃ δὲ θεωρητικοὶ τοῦ θείου βουλήματος ἦσαν, ὁρῶντες προσηγορεύοντο. 1.9 Ἡμέτερον μὲν οὖν ἔργον ἐπιμέλειαν ποιεῖσθαι τοῦ νοῦ, ἵνα γένηται διορατικὸς διὰ τῶν καταλλήλων γυμνασιῶν τελειούμενος· Θεοῦ δὲ δωρεὰ, ἐλλάμψαι ἡμῖν τὸ Πνεῦμα πρὸς τὴν τῶν μυστηρίων αὐτοῦ κατανόησιν. Ὅρασιν δὲ προτάξας, λόγων ἀπαγγελίαν ἐπήγαγεν, ἵνα δείξῃ ὅτι οὐ δι' ἀκοῆς ἐδέξατο, ἀλλὰ τῷ νῷ ἐντυπωθεῖσαν τοῦ λόγου τὴν διάνοιαν ἐξαγγέλλει. Καὶ γὰρ ἡμῖν φωνῆς μὲν χρεία πρὸς τὸ σημᾶναι ἡμῶν τὰ νοήματα· ὁ δὲ Θεὸς, αὐτοῦ τοῦ ἡγε μονικοῦ τῶν ἀξίων ἁπτόμενος, τὴν τοῦ ἰδίου βουλήματος γνῶσιν αὐτοῖς ἐντυποῖ. Τίς ἡ τοῦ πατρὸς προσθήκη; Ἵνα δείξῃ ὅτι πατρι κὸν αὐτῷ τῆς προφητείας τὸ χάρισμα. Ἣν εἶδε κατὰ τῆς Ἰουδαίας. Τί βούλεται ἡ ἐπανάληψις; Ὅτι μὲν διὰ τοῦ πρώτου, τὸ κοινὸν τῆς ὁράσεως· διὰ δὲ τοῦ δευτέ ρου, τὸ ἰδικὸν ἤδη σημαίνει, τίς καὶ ποταπὴ καὶ τίνι δια φέρουσά ἐστιν ἡ ὅρασις. Λόγοι οὖν ὁρατοὶ, τουτέστι νῷ θεωρητοὶ, οὓς ἑώρακεν ὁ Προφήτης, κατὰ τὸ ἐν τῇ Ἐξόδῳ εἰρημένον, ὅτι Πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν. Προοιμιά σαντο δὲ καὶ ἄλλοι Προφῆται παραπλησίως. Ὅρασις Ἀβδίου· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ. Ἀκοὴν ἤκου σα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλε. Καὶ ἐπὶ τὸν Ναούμ· Λῆμμα Νινευή· βιβλίον ὁράσεως Ναοὺμ, τοῦ Ἐλκεσαίου. Καὶ ἐπὶ τοῦ Ἀμβακούμ· Τὸλῆμμα, ὃ εἶδεν Ἀμβακοὺμ ὁ Προφήτης. Καὶ ὁ Μαλαχίας λῆμμα εἶπεν ἄνευ τῆς ὁράσεως, οὕτω λέγων· Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, ἐν χειρὶ Ἀγγέλου αὐτοῦ. Καὶ ἐοίκασιδιὰ τοῦ λήμματος ἐμφαίνειν, ὅτι οὐκ ἀφ' ἑαυτῶν ἔχουσι τῆς προφητείας τὴν δύναμιν, ἀλλὰ λαβόντες· ὥστε τὸ λῆμμα ἴσον δύνασθαι τῷ δόμα παρὰ Θεοῦ. Οὗτοι μὲν οὖν ὁράσεως εἶναι τὰ βιβλία φασίν· οἱ δὲ λοιποὶ Προφῆται λόγους ἀκηκοέναι παρὰ Θεοῦ φασιν. Ὁ λόγος γὰρ (φησὶ) Κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηὲ, τὸν τοῦ Βεηρὶ, ἐν ἡμέ ραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέωἸούδα· καὶ ἐν ἡμέραις Ἱεροβοὰμ, υἱοῦ Ἰωᾶς, βασιλέωςἸσραήλ. Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηέ. Ἐν δὲ τῷ Ἀμώ Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θεκουὲ, οὓςεἶδε περὶ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου, βασιλέως Ἰούδα,καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Ἀντέστραπται ἡ τάξις ἐνταῦθα, ὡς πρὸς τὸν Ἡσαΐαν· ἐκεῖ μὲν ὅρασις προτέτακται, καὶ λόγοι ἐπήχθη σαν· Ἄκουε, οὐρανέ. Ἐνταῦθα δὲ, λόγων προκειμένων, ὅρασις ἐπηκολούθησε. Λόγοι γὰρ Ἀμὼς, οὐχὶ ὅρασις Ἀμώς· οὐχὶ οὓς ἤκουσεν, ἀλλὰ Οὓς εἶδεν. Ἐν δὲ τῷ Μιχαίᾳ· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν Μωρασθεὶ, ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδαὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ. Καί· Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ, τὸν τοῦ Βαθουήλ. Καί· Ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν. Καί· Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν, τὸν τοῦ Χουσὶ υἱὸν, τοῦ Γοδολίου, τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου, τοῦ υἱοῦἈμὼς, βασιλέως Ἰούδα. Ἰδιότροπος δὲ καὶ ἡ τῶν χρόνων ἐπισημείωσις καὶ ἡ τοῦ λόγου ὑποδοχὴ παρὰ τῷ Ἀγγαίῳ εἴρηται· Ἐν τῷ δευτέρῳ γὰρ (φησὶν) ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως, ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαί ου τοῦ Προφήτου. ∆οκεῖ δέ μοι τὸ ἐνταῦθα εἰρημένον Ἐν χειρὶ, ἴσον δύνασθαι τῷ παρὰ τοῖς ἄλλοις